← 第欧根尼·拉尔修

哲人言行录

§10.1.97-10.1.102

昼夜长短变化与云雨雷电的自然成因

伊壁鸠鲁将神性介入从天体周期的规则性中排除,并通过符合现象的多元自然原因,解释了昼夜长短的变化、天气征兆以及云、雨、雷鸣和闪电的生成机制。

← 上一节下一节 →

τοῦτο δὲ καὶ Διογένης ὁ Ἐπικούρειος ἐν τῇ α′ τῶν Ἐπιλέκτων.] “Ἔτι τε τάξις περιόδου, καθάπερ ἔνια καὶ παρʼ ἡμῖν τῶν τυχόντων γίνεται, λαμβανέσθω· καὶ ἡ θεία φύσις πρὸς ταῦτα μηδαμῇ προσαγέσθω, ἀλλʼ ἀλειτούργητος διατηρείσθω καὶ ἐν τῇ πάσῃ μακαριότητι· ὡς εἰ τοῦτο μὴ πραχθήσεται, ἅπασα ἡ περὶ τῶν μετεώρων αἰτιολογία ματαία ἔσται, καθάπερ τισὶν ἤδη ἐγένετο οὐ δυνατοῦ τρόπου ἐφαψαμένοις, εἰς δὲ τὸ μάταιον ἐκπεσοῦσι τῷ καθʼ ἕνα τρόπον μόνον οἴεσθαι γίνεσθαι1 τοὺς δʼ ἄλλους ἅπαντας τοὺς κατὰ τὸ ἐνδεχόμενον ἐκβάλλειν εἴς τε τὸ ἀδιανόητον φερομένους καὶ τὰ φαινόμενα, ἃ δεῖ σημεῖα ἀποδέχεσθαι, μὴ δυναμένους συνθεωρεῖν.

这是伊壁鸠鲁派的狄奥根尼在《选集》第一卷中所述。] “此外,周期的规则性也应当被理解为正如在我们身边一些平常事物所发生的一样;神性绝不可被引入解释这些现象,而应当在完全的至福中被保持不受任何劳务的牵累。因为如果不这样做,关于天象的全部原因论都将落空,正如某些未能把握可能途径的人身上已经发生的那样;他们堕入了徒劳,因为他们认为现象仅以单一的方式发生,排斥了所有其他符合可能性的方式,从而被卷入不可思议之物中,无法将必须作为征兆予以接受的现象一同加以考察。

“Μήκη νυκτῶν καὶ ἡμερῶν παραλλάττοντα καὶ παρὰ τὸ ταχείας ἡλίου κινήσεις γίνεσθαι2 καὶ πάλιν βραδείας ὑπὲρ γῆς παρὰ τὰ μήκη τόπων παραλλάττοντα καὶ τόπους τινὰς περαιοῦν τάχιον ἢ βραδύτερον, ὡς καὶ παρʼ ἡμῖν τινα θεωρεῖται, οἷς συμφώνως δεῖ λέγειν ἐπὶ τῶν μετεώρων. οἱ δὲ τὸ ἓν λαμβάνοντες τοῖς τε φαινομένοις μάχονται καὶ τοῦ ᾗ δυνατὸν ἀνθρώπῳ θεωρῆσαι διαπεπτώκασιν. “Ἐπισημασίαι δύνανται γίνεσθαι καὶ κατὰ συγκυρήσεις καιρῶν, καθάπερ ἐν τοῖς ἐμφανέσι παρʼ ἡμῖν ζῴοις, καὶ παρʼ ἑτεροιώσεις ἀέρος καὶ μεταβολάς. ἀμφότερα γὰρ ταῦτα οὐ μάχεται τοῖς φαινομένοις·

“昼夜长短的变化,也可以由于太阳在大地之上的运动变快或变慢而发生,这是由于空间长度的变化,以及由于它或快或慢地穿过某些处所而致,正如在我们身边也观察到某些事物一样,对于天象必须与这些事物相一致地予以说明。而那些执持单一解释的人,既与现象相抗争,又脱离了人所可能考察的途径。 “天气的征兆既可能通过时令的契合而产生,正如在我们身边可见的动物身上那样,也可能由于空气的变化和转化而产生。因为这两种情况都不与现象相冲突;

ἐπὶ δὲ ποίοις παρὰ τοῦτο ἢ τοῦτο τὸ αἴτιον γίνεται οὐκ ἔστι συνιδεῖν. “Νέφη δύναται γίνεσθαι καὶ συνίστασθαι καὶ παρὰ πιλήσεις ἀέρος πνευμάτων συνώσει, καὶ παρὰ περιπλοκὰς ἀλληλούχων ἀτόμων καὶ ἐπιτηδείων εἰς τὸ τοῦτο τελέσαι καὶ κατὰ ῥευμάτων συλλογὴν ἀπό τε γῆς καὶ ὑδάτων· καὶ κατʼ ἄλλους δὲ τρόπους πλείους αἱ τῶν τοιούτων συστάσεις οὐκ ἀδυνατοῦσι συντελεῖσθαι. ἤδη δʼ ἀπʼ αὐτῶν ᾗ μὲν θλιβομένων, ᾗ δὲ μεταβαλλόντων ὕδατα δύναται συντελεῖσθαι,

但在何种情况下是由于这种原因还是那种原因而产生,则是无法洞察的。 “云的产生和凝聚,既可能通过风的推动所造成的空气压实,也可能通过彼此交接并适于成就此事的原子的缠结,还可能由于来自大地和水域的汽流汇集;以许多其他方式,此类凝聚也是不无可能完成的。从云中,一方面通过受压,另一方面通过转化,水就已经能够形成,

ἔτι τε ῥευμάτων κατʼ ἀποφορὰν ἀπὸ ἐπιτηδείων τόπων διʼ ἀέρος κινουμένων, βιαιοτέρας ἐπαρδεύσεως γινομένης ἀπό τινων ἀθροισμάτων ἐπιτηδείων εἰς τὰς τοιαύτας ἐκπέμψεις. βροντὰς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πνεύματος ἐν τοῖς κοιλώμασι τῶν νεφῶν ἀνείλησιν, καθάπερ ἐν τοῖς ἡμετέροις ἀγγείοις, καὶ παρὰ πυρὸς πεπνευματωμένου βόμβον ἐν αὐτοῖς, καὶ κατὰ ῥήξεις δὲ νεφῶν καὶ διαστάσεις, καὶ κατὰ παρατρίψεις νεφῶν καὶ κατάξεις πῆξιν εἰληφότων κρυσταλλοειδῆ. καὶ τὸ ὅλον καὶ τοῦτο τὸ μέρος πλεοναχῶς γίνεσθαι λέγειν ἐκκαλεῖται τὰ φαινόμενα.

并且还通过从适宜区域移动的气流经由空气的输送,当适于此类排放的某些聚集物产生更猛烈的浇注时而形成。雷鸣的产生,可能通过风在云的空腔中盘旋,正如在我们身边的器皿中一样;也可能由于风激荡的火在云中的轰鸣,还可能由于云的破裂与裂解,以及具有晶体状凝结的云的摩擦和断裂。总之,现象要求人们说明这一领域也是以多种方式产生的。

καὶ ἀστραπαὶ δʼ ὡσαύτως γίνονται κατὰ πλείους τρόπους· καὶ γὰρ κατὰ παράτριψιν καὶ σύγκρουσιν νεφῶν ὁ πυρὸς ἀποτελεστικὸς σχηματισμὸς ἐξολισθαίνων ἀστραπὴν γεννᾷ· καὶ κατʼ ἐκριπισμὸν ἐκ τῶν νεφῶν ὑπὸ πνευμάτων τῶν τοιούτων σωμάτων ἃ τὴν λαμπηδόνα ταύτην παρασκευάζει, καὶ κατʼ ἐκπιασμόν, θλίψεως τῶν νεφῶν γινομένης, εἴθʼ ὑπʼ ἀλλήλων εἴθʼ ὑπὸ πνευμάτων· καὶ κατʼ ἐμπερίληψιν δὲ τοῦ ἀπὸ τῶν ἄστρων κατεσπαρμένου φωτός, εἶτα συνελαυνομένου ὑπὸ τῆς κινήσεως νεφῶν τε καὶ πνευμάτων καὶ διεκπίπτοντος διὰ τῶν νεφῶν· ἢ κατὰ διήθησιν 〈διὰ〉 τῶν νεφῶν τοῦ λεπτομερεστάτου φωτός, [ᾗ ἀπὸ τοῦ πυρὸς νέφη συνεφλέχθαι καὶ τὰς βροντὰς ἀποτελεῖσθαι] καὶ τὴν τούτου κίνησιν· καὶ κατὰ τὴν τοῦ πνεύματος ἐκπύρωσιν τὴν γινομένην διά τε συντονίαν φορᾶς καὶ διὰ σφοδρὰν κατείλησιν·

“闪电同样也是以多种方式产生的;因为由于云的摩擦和碰撞,产生火的构型滑脱而出并产生闪电;由于风从云中吹散出造成这种明亮光彩的此类物体;由于云发生受压(无论是彼此受压还是受风挤压)时的榨出;还由于天体散落的光被包纳,随后被云和风的运动驱动汇聚并穿透云层逸出;或者由于极其微细的光穿透云层过滤及其运动[正如云被火点燃且雷鸣形成的方式一样];还由于运动的强度和剧烈的压缩所产生的风的起火;

καὶ κατὰ ῥήξεις δὲ νεφῶν ὑπὸ πνευμάτων ἔκπτωσίν τε πυρὸς ἀποτελεστικῶν ἀτόμων καὶ τὸ τῆς ἀστραπῆς φάντασμα ἀποτελουσῶν. καὶ κατʼ ἄλλους δὲ πλείους τρόπους ῥᾳδίως ἔσται καθορᾶν ἐχόμενον ἀεὶ τῶν φαινομένων καὶ τὸ τούτοις ὅμοιον δυνάμενον συνθεωρεῖν. προτερεῖ δὲ ἀστραπὴ βροντῆς ἐν τοιᾷδέ τινι περιστάσει νεφῶν καὶ διὰ τὸ ἅμα τῷ τὸ πνεῦμα ἐμπίπτειν ἐξωθεῖσθαι τὸν ἀστραπῆς ἀποτελεστικὸν σχηματισμόν, ὕστερον δὲ τὸ πνεῦμα ἀνειλούμενον τὸν βόμβον ἀποτελεῖν τοῦτον· καὶ κατʼ ἔμπτωσιν δὲ ἀμφοτέρων ἅμα, τῷ τάχει συντονωτέρῳ κεχρῆσθαι πρὸς ἡμᾶς τὴν ἀστραπήν3, ὑστερεῖν δὲ τὴν βροντήν,

并且还由于风对云的撕裂,以及产生火的、亦即造成闪电显象的原子的迸落。对于始终把握现象并能共同考量与现象相似之事的人而言,以许多其他方式也是很容易观察到的。而在云的这样某种境况下闪电先于雷鸣,既是因为在风突入的同时产生闪电的构型被排出,而稍后盘旋的风产生这种轰鸣;并且在两者同时突入的情况下,是因为闪电向我们传布时使用了更迅捷的速度,而雷鸣滞后,”

语法注3 条
  1. 10.1.97εἰς δὲ τὸ μάταιον ἐκπεσοῦσι τῷ καθʼ ἕνα τρόπον μόνον οἴεσθαι γίνεσθαι

    冠词加不定式结构 τῷ + 不定式(οἴεσθαι ... ἐκβάλλειν)充当表示原因或手段的与格,解释前文与格分词 ἐκπεσοῦσι(修饰 τισίν)的原因。随后的分词 φερομένους 和 μὴ δυναμένους 采用了宾格形式,这是由于在宾格加不定式结构(A.c.I.)中受不定式逻辑主语的同化影响,其逻辑主体与 ἐκπεσοῦσι 一致,皆指代那些独断的单一论者。

  2. 10.1.98Μήκη νυκτῶν καὶ ἡμερῶν παραλλάττοντα καὶ παρὰ τὸ ταχείας ἡλίου κινήσεις γίνεσθαι

    句首的 Μήκη νυκτῶν καὶ ἡμερῶν παραλλάττοντα 为主格,但缺少明确的谓语动词。根据上下文,此处省略了诸如 ἐνδέχεται γίνεσθαι 或 δύναται γίνεσθαι 这样表示发生或可能性的动词;或者该主格用作挂置主格(主题提示),逻辑上由随后表原因的介词短语 παρὰ τὸ ... 引领。

  3. 10.1.102προτερεῖ δὲ ἀστραπὴ βροντῆς ἐν τοιᾷδέ τινι περιστάσει νεφῶν καὶ διὰ τὸ ... ὕστερον δὲ ... καὶ κατʼ ἔμπτωσιν δὲ ἀμφοτέρων ἅμα, τῷ τάχει συντονωτέρῳ κεχρῆσθαι πρὸς ἡμᾶς τὴν ἀστραπήν

    此处并列了闪电先于雷鸣的两种物理假说。第一种属于生成时间上的差异,由 διά τό + 不定式(ἅμα τῷ ... ἐξωθεῖσθαι ... ὕστερον δὲ ... ἀποτελεῖν)表达:在风突入时闪电的形态即刻被挤出,而轰鸣随后才由回旋的风形成;第二种设想两者同时产生(κατʼ ἔμπτωσιν δὲ ἀμφοτέρων ἅμα),并将时差归因于传播速度,由表原因的冠词不定式结构 τῷ τάχει συντονωτέρῳ κεχρῆσθαι ... τὴν ἀστραπήν, ὑστερεῖν δὲ τὴν βροντήν 解释(闪电以更迅捷的速度传向我们,而雷鸣滞后)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.97-10.1.102