- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.103-10.1.107
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-01
伊壁鸠鲁阐明了雷霆、旋风、地震、风、冰雹和雪等气象与地质现象,坚持排除神话,主张它们可由多种自然与原子论原因引发。
καθά περ ἐπʼ ἐνίων ἐξ ἀποστήματος θεωρουμένων καὶ πληγάς τινας ποιουμένων1. κεραυνοὺς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πλείονας πνευμάτων συλλογὰς καὶ κατείλησιν ἰσχυράν τε ἐκπύρωσιν· καὶ κατάρρηξιν μέρους καὶ ἔκπτωσιν ἰσχυροτέραν αὐτοῦ ἐπὶ τοὺς κάτω τόπους, τῆς ῥήξεως γινομένης διὰ τὸ τοὺς ἑξῆς τόπους πυκνοτέρους εἶναι διὰ πίλησιν νεφῶν· καὶ κατὰ αὐτὴν δὲ τὴν τοῦ πυρὸς ἔκπτωσιν ἀνειλουμένου, καθὰ καὶ βροντὴν ἐνδέχεται γίνεσθαι, πλείονος γενομένου πυρὸς καὶ πνευματωθέντος ἰσχυρότερον καὶ ῥήξαντος τὸ νέφος διὰ τὸ μὴ δύνασθαι ὑποχωρεῖν εἰς τὰ ἑξῆς, τῷ πίλησιν γίνεσθαι [τὸ μὲν πολὺ πρὸς ὄρος τι ὑψηλόν, ἐν ᾧ μάλιστα κεραυνοὶ πίπτουσιν], ἀεὶ πρὸς ἄλληλα.
正如在某些从远处观察并施加打击的事物身上所见到的那样。雷霆的产生,可能通过风的更多汇集及其压缩和剧烈起火;也可能通过一部分的断裂及其向下方区域更猛烈的坠落,而撕裂之所以发生,是由于邻近区域因云的压实而更为稠密;还可能由于盘旋之火本身的坠落,正如雷鸣也可能产生一样,当火变得更多、受到风更强烈的激荡、并且由于无法退向邻近区域而撕裂了云层时——因为压实[大多是朝向某座高山,雷霆最常落于其上]总是彼此相互发生的。
καὶ κατʼ ἄλλους δὲ τρόπους πλείονας ἐνδέχεται κεραυνοὺς ἀποτελεῖσθαι· μόνον ὁ μῦθος ἀπέστω· ἀπέσται δέ, ἐάν τις καλῶς τοῖς φαινομένοις ἀκολουθῶν περὶ τῶν ἀφανῶν σημειῶται.2 “Πρηστῆρας ἐνδέχεται γίνεσθαι καὶ κατὰ κάθεσιν νέφους εἰς τοὺς κάτω τόπους στυλοειδῶς ὑπὸ πνεύματος ἀθρόου ὠσθέντος καὶ διὰ τοῦ πνεύματος πολλοῦ φερομένου, ἅμα καὶ τὸ νέφος εἰς τὸ πλάγιον ὠθοῦντος τοῦ ἐκτὸς πνεύματος· καὶ κατὰ περίστασιν δὲ πνεύματος εἰς κύκλον, ἀέρος τινὸς ἐπισυνωθουμένου ἄνωθεν· καὶ ῥύσεως πολλῆς πνευμάτων γενομένης καὶ οὐ δυναμένης εἰς τὰ πλάγια διαρρυῆναι διὰ τὴν πέριξ τοῦ ἀέρος πίλησιν.
而且以许多其他方式雷霆也可能完成;只要神话被排除在外就行;如果有人妥善遵循现象推知不可见的事物,神话就会被排除。 “旋风的产生,可能通过云柱状地下沉至下方区域,它受到密集之风的推挤并随着大量之风的运行,同时外部之风将云推向侧面;也可能由于风旋转成环,某些空气从上方推压汇聚;还可能由于大量的气流产生,并且由于周围空气的压实而无法向侧面流散。
καὶ ἕως μὲν γῆς τοῦ πρηστῆρος καθιεμένου στρόβιλοι γίνονται, ὡς ἂν καὶ ἡ ἀπογέννησις κατὰ τὴν κίνησιν τοῦ πνεύματος γίνηται· ἕως δὲ θαλάττης δῖνοι ἀποτελοῦνται. “Σεισμοὺς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πνεύματος ἐν τῇ γῇ ἀπόληψιν καὶ παρὰ μικροὺς ὄγκους αὐτῆς παράθεσιν καὶ συνεχῆ κίνησιν, ὅταν κράδανσιν τῇ γῇ παρασκευάζῃ· καὶ τὸ πνεῦμα τοῦτο ἢ ἔξωθεν ἐμπεριλαμβάνει 〈ἢ〉 ἐκ τοῦ πίπτειν εἴσω ἐδάφη εἰς ἀντροειδεῖς τόπους τῆς γῆς ἐκπνευματοῦντα ἐπειλημένον ἀέρα3. 〈καὶ〉 κατʼ αὐτὴν δὲ τὴν διάδοσιν τῆς κινήσεως ἐκ τῶν πτώσεων ἐδαφῶν πολλῶν καὶ πάλιν ἀνταπόδοσιν, ὅταν πυκνώμασι σφοδροτέροις τῆς γῆς ἀπαντήσῃ, ἐνδέχεται σεισμοὺς ἀποτελεῖσθαι.
只要旋风降至地面,陆龙卷就会产生,正如其生成随着风的运动而产生一样;而只要降至海面,水龙卷便告形成。 “地震的产生,可能通过风被封闭在大地之中,并与大地的微小团块相并置且持续运动,从而使大地发生震颤;而大地或者从外部包纳这股风,或者由于地块向内崩塌入大地的洞穴状处所并激荡被囚禁的空气使其化为风。并且,由于诸多地块崩落所引起的运动本身的传布,以及当它们撞击大地的更坚实团块时所产生的反冲,地震也可能得以完成。
καὶ κατʼ ἄλλους δὲ πλείους τρόπους τὰς κινήσεις ταύτας τῆς γῆς γίνεσθαι. “Τὰ δὲ πνεύματα συμβαίνει γίνεσθαι κατὰ χρόνον ἀλλοφυλίας τινὸς ἀεὶ καὶ κατὰ μικρὸν παρεισδυομένης, καὶ καθʼ ὕδατος ἀφθόνου συλλογήν· τὰ δὲ λοιπὰ πνεύματα γίνεται καὶ ὀλίγων πεσόντων εἰς τὰ πολλὰ κοιλώματα, διαδόσεως τούτων γινομένης. “Χάλαζα συντελεῖται καὶ κατὰ πῆξιν ἰσχυροτέραν, πάντοθεν δὲ πνευματωδῶν περίστασίν τινων κᾆτα μέρισιν· καὶ 〈κατὰ〉 πῆξιν μετριωτέραν ὑδατοειδῶν τινων, 〈πνευματωδῶν δέ τινων〉 ὁμούρησιν ἅμα τήν τε σύνωσιν αὐτῶν ποιουμένην καὶ τὴν διάρρηξιν πρὸς τὸ κατὰ μέρη συνίστασθαι πηγνύμενα καὶ κατʼ ἀθροότητα.
而且以许多其他方式大地的这些运动也可能产生。 “风的产生,是随着时间的推移总有某种外来性质之物逐渐渗入,以及通过充沛之水的聚集;其余的风则在少数东西落入诸多空洞、并且这些东西发生传布时产生。 “冰雹的形成,既可能通过较强的冻结,四面八方某些多风粒子包围随后发生分割;也可能通过某些水状粒子的较温和的冻结,且某些多风粒子与之相接,同时造成它们的挤压与破裂,以致在冻结时既分部凝聚又聚集成团。
ἡ δὲ περιφέρεια οὐκ ἀδυνάτως μὲν ἔχει γίνεσθαι πάντοθεν τῶν ἄκρων ἀποτηκομένων καὶ ἐν τῇ συστάσει πάντοθεν, ὡς λέγεται, κατὰ μέρη ὁμαλῶς περιισταμένων εἴτε ὑδατοειδῶν τινων εἴτε πνευματωδῶν. “Χιόνα δʼ ἐνδέχεται συντελεῖσθαι καὶ ὕδατος λεπτοῦ ἐκχεομένου ἐκ τῶν νεφῶν διὰ πόρων συμμετρίας καὶ θλίψεις ἐπιτηδείων νεφῶν ἀεὶ ὑπὸ πνεύματος σφοδράς, εἶτα τούτου πῆξιν ἐν τῇ φορᾷ λαμβάνοντος διά τινα ἰσχυρὰν ἐν τοῖς κατωτέρω τόποις τῶν νεφῶν ψυχρασίας περίστασιν. καὶ κατὰ πῆξιν δʼ ἐν τοῖς νέφεσιν ὁμαλῆ ἀραιότητα ἔχουσι τοιαύτη πρόεσις ἐκ τῶν νεφῶν γίνοιτο ἂν πρὸς ἄλληλα θλιβομένων 〈τῶν〉 ὑδατοειδῶν καὶ συμπαρακειμένων· ἃ οἱονεὶ σύνωσιν ποιούμενα χάλαζαν ἀποτελεῖ, ὃ μάλιστα γίνεται ἐν τῷ ἔαρι.
其圆形的形成并非不可能,既是由于边缘从四面八方融化掉,也是在凝聚时四面八方均匀地分部包围(如人们所言),无论是某些水状粒子还是多风粒子。 “雪的形成,可能由于微细的水由于孔隙的适称和适宜之云始终受到风的剧烈挤压而从云中倾泻而出,随后由于云层下方区域某种强烈的严寒环绕,在输送过程中发生冻结。在具有均匀稀疏度的云层中通过冻结,当水状粒子彼此挤压并列在一起时,也会从云中产生这种释放;它们仿佛造成挤压而形成冰雹,而这最常发生在春季。”
- 10.1.103καθά περ ἐπʼ ἐνίων ἐξ ἀποστήματος θεωρουμένων καὶ πληγάς τινας ποιουμένων
该句紧接上一分块末尾关于闪电先于雷鸣(因速度差异而较晚传至)的讨论,以远处观察到的日常打击(如伐木或击打,视觉先于声音到达)为例作为比喻。分词θεωρουμένων和ποιουμένων作介词ἐπί的属格成分构成修饰。
- 10.1.104μόνον ὁ μῦθος ἀπέστω· ἀπέσται δέ, ἐάν τις καλῶς τοῖς φαινομένοις ἀκολουθῶν περὶ τῶν ἀφανῶν σημειῶται.
第三人称现在时祈使语气ἀπέστω提出限制性前提(“只要排除神话即可”),随后接将来时直陈语气ἀπέσται和ἐάν引导的虚拟语气条件句(σημειῶται)。这里公式化地表述了伊壁鸠鲁学派由经验可见的“显象”(τὰ φαινόμενα)推论“不可见事物”(τὰ ἀφανῆ)的核心方法论。
- 10.1.105ἐκ τοῦ πίπτειν εἴσω ἐδάφη εἰς ἀντροειδεῖς τόπους τῆς γῆς ἐκπνευματοῦντα ἐπειλημένον ἀέρα
中性复数名词ἐδάφη作带冠词不定式ἐκ τοῦ πίπτειν的宾格逻辑主语,现在分词ἐκπνευματοῦντα(中性复数宾格)与之保持一致,并带宾语ἐπειλημένον ἀέρα,意为“地块向内坍塌……并将被囚禁的空气转化为风”。动词ἐκπνευματόω在此具有使役含义。
