← 第欧根尼·拉尔修

哲人言行录

§10.1.91-10.1.96

日月的大小运行规律与日月食的成因

论述太阳、月亮等天体的大小、出没、至点反向运行、月相盈亏与容貌、以及日月食的成因,强调包容多种合理解释的重要性。

← 上一节下一节 →

“Τὸ δὲ μέγεθος ἡλίου τε καὶ τῶν λοιπῶν ἄστρων κατὰ μὲν τὸ πρὸς ἡμᾶς τηλικοῦτόν ἐστιν ἡλίκον φαίνεται1· [τοῦτο καὶ ἐν τῇ ιαʼ Περὶ φύσεως· εἰ γάρ, φησί, τὸ μέγεθος διὰ τὸ διάστημα ἀπεβεβλήκει, πολλῷ μᾶλλον ἂν τὴν χρόαν. ἄλλο γὰρ τούτῳ συμμετρότερον διάστημα οὐθέν ἐστι.] κατὰ δὲ τὸ καθʼ αὑτὸ ἤτοι μεῖζον τοῦ ὁρωμένου ἢ μικρῷ ἔλαττον ἢ τηλικοῦτον τυγχάνει. οὕτω γὰρ καὶ τὰ παρʼ ἡμῖν πυρὰ ἐξ ἀποστήματος θεωρούμενα κατὰ τὴν αἴσθησιν θεωρεῖται. καὶ πᾶν δὲ εἰς τοῦτο τὸ μέρος ἔνστημα ῥᾳδίως διαλυθήσεται, ἐάν τις τοῖς ἐναργήμασι προσέχῃ, ὅπερ ἐν τοῖς Περὶ φύσεως βιβλίοις δείκνυμεν.

“太阳及其他星体的大小,就相对于我们而言,正与其显现的大小相同;[这在《论自然》第十一卷中也有述及;因为他说,‘如果由于距离的原因它丧失了大小,那么它丧失颜色本会更甚;因为没有任何其他距离比这对于颜色而言更为相称。’]但就其自身而言,它或是大于所见之物,或是略微小于,或是恰好同等大小。因为我们身边的火在从远处被观察时,根据感觉也是如此被观察到的。只要人们留心明显的感官事实,对于这一方面的任何反驳都将很容易被瓦解,正如我们在《论自然》诸书中所展示的那样。

ἀνατολὰς καὶ δύσεις ἡλίου καὶ σελήνης καὶ τῶν λοιπῶν ἄστρων καὶ κατὰ ἄναψιν γενέσθαι δυνατὸν καὶ σβέσιν, τοιαύτης οὔσης περιστάσεως καὶ καθʼ ἑκατέρους τοὺς τόπους, ὥστε τὰ προειρημένα ἀποτελεῖσθαι· οὐδὲν γὰρ τῶν φαινομένων ἀντιμαρτυρεῖ. καὶ κατʼ ἐμφάνειάν τε ὑπὲρ γῆς καὶ πάλιν ἐπιπροσθέτησιν τὸ προειρημένον δύναιτʼ ἂν συντελεῖσθαι· οὐδὲ γάρ τι τῶν φαινομένων ἀντιμαρτυρεῖ. τάς τε κινήσεις αὐτῶν οὐκ ἀδύνατον μὲν γίνεσθαι κατὰ τὴν τοῦ ὅλου οὐρανοῦ δίνην, ἢ τούτου μὲν στάσιν, αὐτῶν δὲ δίνην κατὰ τὴν ἐξ ἀρχῆς ἐν τῇ γενέσει τοῦ κόσμου ἀνάγκην ἀπογεννηθεῖσαν ἐπʼ ἀνατολῇ·

太阳、月亮以及其他星体的升起与落下,既可能通过点燃与熄灭而发生,因为在两个处所都存在着使前述结果得以成就的条件;因为没有任何现象作出相反的证明。前述现象也可能通过在大地之上的显现以及再次的遮蔽来完成;因为没有任何现象作出相反的证明。它们的运动也并非不可能按照整个天宇的旋转而发生,或者天宇静止,而星体自身的旋转按照在世界生成伊始于东方所产生的必然性而发生;

* * *〈σφοδρο〉τάτῃ θερμασίᾳ κατά τινα ἐπινέμησιν τοῦ πυρὸς ἀεὶ ἐπὶ τοὺς ἑξῆς τόπους ἰόντος. “Τροπὰς ἡλίου καὶ σελήνης ἐνδέχεται μὲν γίνεσθαι κατὰ λόξωσιν οὐρανοῦ οὕτω τοῖς χρόνοις κατηναγκασμένου· ὁμοίως δὲ καὶ κατὰ ἀέρος ἀντέξωσιν ἢ καὶ ὕλης ἀεὶ ἐπιτηδείας τῆς μὲν ἐχομένης ἐμπιπραμένης τῆς δʼ ἐκλιπούσης· ἢ καὶ ἐξ ἀρχῆς τοιαύτην δίνην κατειληθῆναι τοῖς ἄστροις τούτοις, ὥσθʼ οἷόν τινʼ ἕλικα κινεῖσθαι. πάντα γὰρ τὰ τοιαῦτα καὶ τὰ τούτοις συγγενῆ οὐθενὶ τῶν ἐναργημάτων διαφωνεῖ, ἐάν τις ἀεὶ ἐπὶ τῶν τοιούτων μερῶν, ἐχόμενος τοῦ δυνατοῦ, εἰς τὸ σύμφωνον τοῖς φαινομένοις ἕκαστον τούτων δύνηται ἐπάγειν2, μὴ φοβούμενος τὰς ἀνδραποδώδεις ἀστρολόγων τεχνιτείας.

……以最强烈的热度,随着火总是向相邻处所蔓延推进。 “太阳和月亮的冬夏至反向运行,可能由于天宇的倾斜而发生,天宇在相应季节受到如此的强制;同样也可能由于空气的阻抗,或者甚至由于适当的燃料——相邻的燃料不断被引燃,而耗尽的燃料随之熄灭;或者甚至由于从一开始就有这样一种旋转缠绕在这些星体上,以致它们以某种螺旋的方式运动。因为所有此类解释以及与它们相近的解释,如果人们在这些具体领域中始终把握住可能性,并能够将其中每一个引向与现象相符的境地,而不畏惧占星术士们奴颜卑膝的巧技,就绝不会与明显的感官事实发生冲突。

“Κένωσίς τε σελήνης καὶ πάλιν πλήρωσις καὶ κατὰ στροφὴν τοῦ σώματος τούτου δύναιτʼ ἂν γίνεσθαι καὶ κατὰ σχηματισμοὺς ἀέρος ὁμοίως, ἔτι τε καὶ κατʼ ἐμπροσθετήσεις καὶ κατὰ πάντας τρόπους, καθʼ οὓς καὶ τὰ παρʼ ἡμῖν φαινόμενα ἐκκαλεῖται εἰς τὰς τοῦ εἴδους τούτου ἀποδόσεις, ἐὰν μή τις τὸν μοναχῆ τρόπον κατηγαπηκὼς τοὺς ἄλλους κενῶς ἀποδοκιμάζῃ3, οὐ τεθεωρηκὼς τί δυνατὸν ἀνθρώπῳ θεωρῆσαι καὶ τί ἀδύνατον, καὶ διὰ τοῦτʼ ἀδύνατα θεωρεῖν ἐπιθυμῶν. ἔτι τε ἐνδέχεται τὴν σελήνην ἐξ ἑαυτῆς ἔχειν τὸ φῶς, ἐνδέχεται δὲ ἀπὸ τοῦ ἡλίου.

“月亮的亏损和再次盈满,既可能由于这一天体的自转而发生,同样也可能由于空气的构型,还可能由于阻隔,以及按照我们身边的现象要求对此类形态进行解释的所有方式而发生;除非有人偏爱单一的方式而空洞地排斥其他方式,没有考察对于人而言什么是可能考察的、什么是不可考察的,并因此渴望考察不可能之事。此外,月亮可能自身拥有光芒,也可能从太阳处获得光芒。

καὶ γὰρ παρʼ ἡμῖν θεωρεῖται πολλὰ μὲν ἐξ ἑαυτῶν ἔχοντα, πολλὰ δὲ ἀφʼ ἑτέρων. καὶ οὐθὲν ἐμποδοστατεῖ τῶν ἐν τοῖς μετεώροις φαινομένων, ἐάν τις τοῦ πλεοναχοῦ τρόπου ἀεὶ μνήμην ἔχῃ καὶ τὰς ἀκολούθους αὐτοῖς ὑποθέσεις ἅμα καὶ αἰτίας συνθεωρῇ καὶ μὴ ἀναβλέπων εἰς τὰ ἀνακόλουθα ταῦτʼ ὀγκοῖ ματαίως καὶ καταρρέπῃ ἄλλοτε ἄλλως ἐπὶ τὸν μοναχὸν τρόπον. ἡ δὲ ἔμφασις τοῦ προσώπου ἐν αὐτῇ δύναται μὲν γίνεσθαι καὶ κατὰ παραλλαγὴν μερῶν καὶ κατʼ ἐπιπροσθέτησιν, καὶ ὅσοι ποτʼ ἂν τρόποι θεωροῖντο τὸ σύμφωνον τοῖς φαινομένοις κεκτημένοι.

因为在我们身边也可以观察到,许多事物自身拥有光,许多事物则从别处获取。只要人们始终铭记多元方式,并同时考量与它们相随的假设和原因,不去看那些不相融洽的事物而将它们徒然夸大,也不时而偏向这里、时而偏向那里堕入单一方式,那么天象中的任何现象就都不会构成阻碍。月亮中‘面孔’的呈现,既可能由于各部分的差异,也可能由于遮蔽,并且可能以凡是被观察到具有与现象一致性的诸多方式发生。

ἐπὶ πάντων γὰρ τῶν μετεώρων τὴν τοιαύτην ἴχνευσιν οὐ προετέον. ἢν γάρ τις ᾖ μαχόμενος τοῖς ἐναργήμασιν, οὐδέποτε δυνήσεται ἀταραξίας γνησίου μεταλαβεῖν. “Ἔκλειψις ἡλίου καὶ σελήνης δύναται μὲν γίνεσθαι καὶ κατὰ σβένσιν, καθάπερ καὶ παρʼ ἡμῖν τοῦτο θεωρεῖται γιγνόμενον· καὶ ἤδη καὶ κατʼ ἐπιπροσθέτησιν ἄλλων τινῶν, ἢ γῆς ἢ ἀοράτου τινὸς ἑτέρου τοιούτου. καὶ ὧδε τοὺς οἰκείους ἀλλήλοις τρόπους συνθεωρητέον, καὶ τὰς ἅμα συγκυρήσεις τινῶν ὅτι οὐκ ἀδύνατον γίνεσθαι4. [ἐν δὲ τῇ ιβʼ Περὶ φύσεως ταῦτα λέγει καὶ πρός, ἥλιον ἐκλείπειν σελήνης ἐπισκοτούσης, σελήνην δὲ τοῦ τῆς γῆς σκιάσματος, ἀλλὰ καὶ κατʼ ἀναχώρησιν.

因为对于所有天象,都不应当放弃这种追索;因为如果有人与明显的感官事实相抗争,他就绝不可能分享到真正的宁静。 “日食和月食既可能通过熄灭而发生,正如在我们身边观察到发生的情形一样;并且现在也可能通过某些其他物体的遮蔽而发生,无论是大地还是某种其他类似的不可见之物。正是应当这样将彼此切合的方式共同予以考量,并且应当考量某些事物的偶然同时汇聚并非不可能发生。[在《论自然》第十二卷中,他谈到了这些事,此外还说:太阳因月亮遮蔽而食,月亮则因大地的阴影而食,但也可以通过退行而发生。]

语法注4 条
  1. 10.1.91κατὰ μὲν τὸ πρὸς ἡμᾶς τηλικοῦτόν ἐστιν ἡλίκον φαίνεται

    伊壁鸠鲁著名的命题:“就相对于我们而言,正与其显现的大小相同”。κατὰ μὲν τὸ πρὸς ἡμᾶς(相对于观察者的视大小)与后文的 κατὰ δὲ τὸ καθʼ αὑτό(物体自身的绝对大小)构成对置。

  2. 10.1.93ἐὰν τις ... εἰς τὸ σύμφωνον τοῖς φαινομένοις ἕκαστον τούτων δύνηται ἐπάγειν

    在条件从句 ἐάν τις ... δύνηται 中,分词短语 ἐχόμενος τοῦ δυνατοῦ(“把握住可能性”)与否定的分词短语 μὴ φοβούμενος τὰς ἀνδραποδώδεις ἀστρολόγων τεχνιτείας(“不畏惧占星术士们奴颜卑膝的巧技”)共同修饰主要动词 δύνηται。ἐπάγειν 意为“引导至”或“归结于”。

  3. 10.1.94ἐὰν μή τις ... κενῶς ἀποδοκιμάζῃ

    在否定条件从句 ἐὰν μή τις ... ἀποδοκιμάζῃ(“除非有人……空洞地排斥”)中,结合了完成时分词 κατηγαπηκώς(“深爱/偏爱”)与 τεθεωρηκώς(“考察”),以及现在时分词 ἐπιθυμῶν(“渴望”),层层递进地刻画了执着于单一解释的独断论者的心理与态度。

  4. 10.1.96καὶ τὰς ἅμα συγκυρήσεις τινῶν ὅτι οὐκ ἀδύνατον γίνεσθαι

    动词性形容词 συνθεωρητέον 既支配名词短语 τοὺς οἰκείους ἀλλήλοις τρόπους,又支配带 ὅτι 从句的先取宾格(prolepsis)结构 τὰς ἅμα συγκυρήσεις τινῶν ὅτι οὐκ ἀδύνατον γίνεσθαι(“并且[必须共同考量]某些事物的偶然同时汇聚并非不可能发生”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.91-10.1.96