- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.85-10.1.90
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-01
伊壁鸠鲁向皮托克勒阐明,研究天象的唯一目的是心灵的宁静,并确立了允许多重解释的方法论原则。随后,他从自然学角度解释了世界的定义、无数世界的生成机制以及天体的形成过程。
γράψαντες οὖν τὰ λοιπὰ πάντα συντελοῦμεν ἅπερ ἠξίωσας πολλοῖς καὶ ἄλλοις ἐσόμενα χρήσιμα τὰ διαλογίσματα ταῦτα, καὶ μάλιστα τοῖς νεωστὶ φυσιολογίας γνησίου γεγευμένοις καὶ τοῖς εἰς ἀσχολίας βαθυτέρας τῶν ἐγκυκλίων τινὸς ἐμπεπλεγμένοις. καλῶς δὴ αὐτὰ διάλαβε, καὶ διὰ μνήμης ἔχων ὀξέως αὐτὰ περιόδευε μετὰ τῶν λοιπῶν ὧν ἐν τῇ μικρᾷ ἐπιτομῇ πρὸς Ἡρόδοτον ἀπεστείλαμεν. “Πρῶτον μὲν οὖν μὴ ἄλλο τι τέλος ἐκ τῆς περὶ μετεώρων γνώσεως εἴτε κατὰ συναφὴν λεγομένων εἴτε αὐτοτελῶς νομίζειν εἶναι1 ἤπερ ἀταραξίαν καὶ πίστιν βέβαιον, καθάπερ καὶ ἐπὶ τῶν λοιπῶν.
因此,在写完所有其余内容之后,我们便完成了你的请求;这些沉思对许多其他人也将是有益的,尤其是对那些刚刚领略过真正的自然研究的人,以及那些卷入日常普通学科更深纷扰之中的人。因此,请妥善领会它们,并铭记在心,与我们在寄给希罗多德的小概要中所附的其余内容一起,迅速巡览它们。 “首先,绝不要认为从关于天象的认识中——无论这些现象是被连贯论及还是独立论及——会有除了宁静与坚固的信念之外的任何其他目的,正如在其余事物上一样。
μήτε τὸ ἀδύνατον παραβιάζεσθαι μήτε ὁμοίαν κατὰ πάντα τὴν θεωρίαν ἔχειν ἢ τοῖς περὶ βίων λόγοις ἢ τοῖς κατὰ τὴν τῶν ἄλλων φυσικῶν προβλημάτων κάθαρσιν, οἷον ὅτι τὸ πᾶν σώματα καὶ ἀναφὴς φύσις ἐστίν, ἢ ὅτι ἄτομα 〈τὰ〉 στοιχεῖα, καὶ πάντα τὰ τοιαῦτα ὅσα μοναχὴν ἔχει τοῖς φαινομένοις συμφωνίαν· ὅπερ ἐπὶ τῶν μετεώρων οὐχ ὑπάρχει, ἀλλὰ ταῦτά γε πλεοναχὴν ἔχει καὶ τῆς γενέσεως αἰτίαν καὶ τῆς οὐσίας ταῖς αἰσθήσεσι σύμφωνον κατηγορίαν.
既不要强求不可能之事,也不要在各个方面都保持一种与关于生活方式的论述、或与关于解决其他自然学问题的论述完全相同的理论考察方式——例如,宇宙是物体与不可触及的本性(空虚),或者元素是不可分的微粒,以及所有此类与现象具有单一契合性的事物。这种单一契合性在天象上并不存在;相反,这些天象无论是产生的起因,还是其实质的表述,都具有多种与感觉相符的方式。
“Οὐ γὰρ κατὰ ἀξιώματα κενὰ καὶ νομοθεσίας φυσιολογητέον, ἀλλʼ ὡς τὰ φαινόμενα ἐκκαλεῖται· οὐ γὰρ ἤδη ἀλογίας καὶ κενῆς δόξης ὁ βίος ἡμῶν ἔχει χρείαν, ἀλλὰ τοῦ ἀθορύβως ἡμᾶς ζῆν. πάντα μὲν οὖν γίνεται ἀσείστως καί, πάντων κατὰ πλεοναχὸν τρόπον ἐκκαθαιρομένων, συμφώνως τοῖς φαινομένοις, ὅταν τις τὸ πιθανολογούμενον ὑπὲρ αὐτῶν δεόντως καταλίπῃ2· ὅταν δέ τις τὸ μὲν ἀπολίπῃ, τὸ δὲ ἐκβάλῃ ὁμοίως σύμφωνον ὂν τῷ φαινομένῳ, δῆλον ὅτι καὶ ἐκ παντὸς ἐκπίπτει φυσιολογήματος ἐπὶ δὲ τὸν μῦθον καταρρεῖ. σημεῖα δὲ ἐπὶ τῶν ἐν τοῖς μετεώροις συντελουμένων φέρειν τῶν παρʼ ἡμῖν τινα φαινομένων, ἃ θεωρεῖται ᾗ ὑπάρχει, καὶ οὐ τὰ ἐν τοῖς μετεώροις φαινόμενα· ταῦτα γὰρ ἐνδέχεται πλεοναχῶς γενέσθαι.
“因为我们不应依据空洞的公理和主观裁定来进行自然研究,而应按照现象所要求的来进行。因为我们的生活现在不需要非理性和空洞的见解,而是需要我们不受扰动地生活。因此,只要人们恰当地保留对它们所作的合理解释,一切就会不动摇地产生,并且一切都会以多种方式、与现象一致地得到阐明;然而,如果有人保留了一种解释,却排斥了另一种同样与现象相符的解释,显而易见,他就彻底脱离了自然研究,滑入了神话之中。此外,对于在天象中完成的那些现象,应当引证我们身边的某些现象作为征兆——这些现象是按其存在方式被观察到的——而不是引证天象中的现象本身;因为后者是可能以多种方式发生的。
τὸ μέντοι φάντασμα ἑκάστου τηρητέον καὶ ἔτι τὰ συναπτόμενα τούτῳ διαιρετέον, ἃ οὐκ ἀντιμαρτυρεῖται τοῖς παρʼ ἡμῖν γινομένοις πλεοναχῶς συντελεῖσθαι. “Κόσμος ἐστὶ περιοχή τις οὐρανοῦ, ἄστρα τε καὶ γῆν καὶ πάντα τὰ φαινόμενα περιέχουσα, ἀποτομὴν ἔχουσα ἀπὸ τοῦ ἀπείρου καὶ λήγουσα [καὶ καταλήγουσα ἐν πέρατι ἢ ἀραιῷ ἢ πυκνῷ καὶ οὗ λυομένου πάντα τὰ ἐν αὐτῷ σύγχυσιν λήψεται.] ἢ ἐν περιαγομένῳ ἢ ἐν στάσιν ἔχοντι καὶ στρογγύλην ἢ τρίγωνον ἢ οἵαν δήποτε περιγραφήν· πανταχῶς γὰρ ἐνδέχεται· τῶν γὰρ φαινομένων οὐδὲν ἀντιμαρτυρεῖ 〈ἐν〉 τῷδε τῷ κόσμῳ, ἐν ᾧ λῆγον οὐκ ἔστι καταλαβεῖν.
然而,必须把握每一个具体现象的显象,并且还要辨析与之相连的各个要素,只要在我们身边发生的事物没有作出相反的证明,这些要素就被认为是以多种方式得以成就的。 “世界是天宇的一个包容区域,包含着星体、大地以及所有的显象,它从无限中切分出来,并在一个界限中终结[并在或稀疏或致密的极限中终结,当该极限瓦解时,其内部的一切都将陷入混乱],或者终结于旋转的边界,或者终结于静止的边界,并具有圆形、三角形或任何形式的轮廓。因为在所有方式上都是可能的;因为在这无法把握其边界的世界中,没有任何现象作出相反的证明。
“Ὅτι δὲ καὶ τοιοῦτοι κόσμοι εἰσὶν ἄπειροι τὸ πλῆθος ἔστι καταλαβεῖν, καὶ ὅτι καὶ ὁ τοιοῦτος δύναται κόσμος γίνεσθαι καὶ ἐν κόσμῳ καὶ μετακοσμίῳ, ὃ λέγομεν μεταξὺ κόσμων διάστημα, ἐν πολυκένῳ τόπῳ καὶ οὐκ ἐν μεγάλῳ εἰλικρινεῖ καὶ κενῷ, καθάπερ τινές φασιν, ἐπιτηδείων τινῶν σπερμάτων ῥυέντων ἀφʼ ἑνὸς κόσμου ἢ μετακοσμίου ἢ καὶ ἀπὸ πλειόνων κατὰ μικρὸν προσθέσεις τε καὶ διαρθρώσεις καὶ μεταστάσεις ποιούντων3 ἐπʼ ἄλλον τόπον, ἐὰν οὕτω τύχῃ, καὶ ἐπαρδεύσεις ἐκ τῶν ἐχόντων ἐπιτηδείως ἕως τελειώσεως καὶ διαμονῆς ἐφʼ ὅσον τὰ ὑποβληθέντα θεμέλια τὴν προσδοχὴν δύναται ποιεῖσθαι.
“而且可以理解的是,这样的世界在数量上也是无限的,并且这样的世界既可以产生在一个世界内部,也可以产生在世界之间的间隙——即我们所称的‘界间’——之中,在一个含有诸多空虚的处所,而不是像某些人所说的那样产生在一个广阔、纯粹的空虚之中。这是在某些合适的微粒从单个世界或界间、或者从多个世界流入之后,在另一处所逐渐造成增加、构节和转位(如果恰好如此),并从具备合适条件的事物中吸取补充,直至达到完满与持久,只要所奠定的基础能够容纳这种接纳。
οὐ γὰρ ἀθροισμὸν δεῖ μόνον γενέσθαι οὐδὲ δῖνον ἐν ᾧ ἐνδέχεται κόσμον γίνεσθαι κενῷ κατὰ τὸ δοξαζόμενον ἐξ ἀνάγκης αὔξεσθαί τε, ἕως ἂν ἑτέρῳ προσκρούσῃ, καθάπερ τῶν φυσικῶν καλουμένων φησί τις· τοῦτο γὰρ μαχόμενόν ἐστι τοῖς φαινομένοις. “Ἥλιός τε καὶ σελήνη καὶ τὰ λοιπὰ ἄστρα οὐ καθʼ ἑαυτὰ γενόμενα ὕστερον ἐμπεριελαμβάνετο ὑπὸ τοῦ κόσμου [καὶ ὅσα γε δὴ σῴζει], ἀλλʼ εὐθὺς διεπλάττετο καὶ αὔξησιν ἐλάμβανεν [ὁμοίως δὲ καὶ γῆ καὶ θάλαττα] κατὰ προσκρίσεις καὶ δινήσεις λεπτομερῶν τινων φύσεων, ἤτοι πνευματικῶν ἢ πυροειδῶν ἢ συναμφοτέρων· καὶ γὰρ ταῦτα οὕτως ἡ αἴσθησις ὑποβάλλει.
因为不仅必须产生聚集,也不仅必须在能够产生世界的空虚中产生涡旋——按照一般的见解,它必然会不断增大,直到与另一个世界相撞,正如所谓的自然哲学家中有人所说的那样;因为这是与现象相冲突的。 “太阳、月亮以及其余的星体,并非各自独立生成之后才被世界包含在内[以及世界所维持的一切皆是如此],而是从一开始就形成并获得生长的[大地与海洋同样如此],这是通过某些细微本质(无论是风性的、火性的还是二者兼有的)的结合与旋转而达成的;因为感觉正是这样向我们提示这些事物的。”
- 10.1.85μὴ ἄλλο τι τέλος... νομίζειν εἶναι
用作祈使的动词不定式句式(imperatival infinitive),由否定词 μή 引导。随后 §10.1.86 中的 μήτε τὸ ἀδύνατον παραβιάζεσθαι μήτε... ἔχειν 延续了同一构词与句法功能,紧随明确的祈使句 καλῶς διάλαβε 之后,提出方法论上的诫命。
- 10.1.87ὅταν τις τὸ πιθανολογούμενον ὑπὲρ αὐτῶν δεόντως καταλίπῃ
动词 καταλίπῃ 在此意为“留有余地”或“恰当予以保留”,与下文中的 ὅταν δέ τις τὸ μὲν ἀπολίπῃ, τὸ δὲ ἐκβάλῃ(“保留一个而排斥另一个”)形成对呼应。在多重解释法中,它指当存在多种合理解释时,应为所有与现象相容的可能性“妥善保留余地”,而非武断地独尊其一。
- 10.1.89ἐπιτηδείων τινῶν σπερμάτων ῥυέντων... ποιούντων
由 ἐπιτηδείων τινῶν σπερμάτων ῥυέντων 构成的属格绝对句(genitive absolute)。其后的分词 ποιούντων 在性数格上与中性复数属格的 σπερμάτων 一致,充当引发增加、构节与位置转移的主体,细致阐明了适宜种子逐步流入并完成世界生成的物理机制(ἕως τελειώσεως)。
