← 第欧根尼·拉尔修

哲人言行录

§10.1.80-10.1.84

多重原因说与心灵宁静及致皮托克勒信绪言

伊壁鸠鲁总结了自然学与多重原因说如何确保心灵宁静(ataraxia),从而结束了《致希罗多德信》,随后开启了回复年轻弟子皮托克勒关于天象学说要点请求的信件。

← 上一节下一节 →

οὐ δεῖ νομίζειν τὴν ὑπὲρ τούτων χρείαν ἀκρίβειαν μὴ ἀπειληφέναι1, ὅση πρὸς τὸ ἀτάραχον καὶ μακάριον ἡμῶν συντείνει. ὥστε παραθεωροῦντας ποσαχῶς παρʼ ἡμῖν τὸ ὅμοιον γίνεται, αἰτιολογητέον ὑπέρ τε τῶν μετεώρων καὶ παντὸς τοῦ ἀδήλου, καταφρονοῦντας τῶν οὔτε τὸ μοναχῶς ἔχον ἢ γινόμενον γνωριζόντων οὔτε τὸ πλεοναχῶς συμβαῖνον, τὴν ἐκ τῶν ἀποστημάτων φαντασίαν παριδόντων, ἔτι τε ἀγνοούντων καὶ ἐν ποίοις οὐκ ἐστιν ἀταρακτῆσαι 〈καὶ ἐν ποίοις ὁμοίως ἀταρακτῆσαι.〉 ἂν οὖν οἰώμεθα καὶ ὡδί πως ἐνδεχόμενον αὐτὸ γίνεσθαι, αὐτὸ τὸ ὅτι πλεοναχῶς γίνεται γνωρίζοντες, ὥσπερ κἂν ὅτι ὡδί πως γίνεται εἴδωμεν, ἀταρακτήσομεν.

决不应认为,关于这些现象的必要认识尚未获得足以有助于我们心灵宁静与至福的全部精确度。因此,通过对照考察在我们身边类似现象是以多少种方式发生的,我们应当对天象以及一切不可见的事物进行因果解释,蔑视那些既不认识仅以单一方式存在或发生的事物、也不认识以多种方式发生的事物的人,他们忽视了由距离所造成的显象,更不知道在何种事物上不可能保持宁静,〈以及在何种事物上同样可以保持宁静。〉因此,如果我们认为某事以这种方式发生也是可能的,同时认识到它以多种方式发生这事实本身,那么正如我们确知它是以这种方式发生一样,我们便能保持宁静。

“Ἐπὶ δὲ τούτοις ὅλως ἅπασιν ἐκεῖνο δεῖ κατανοεῖν, ὅτι τάραχος ὁ κυριώτατος ταῖς ἀνθρωπίναις ψυχαῖς γίνεται ἐν τῷ ταῦτά τε μακάρια δοξάζειν 〈εἶναι〉 καὶ ἄφθαρτα, καὶ ὑπεναντίας ἔχειν τούτῳ βουλήσεις ἅμα καὶ πράξεις καὶ αἰτίας, καὶ ἐν τῷ αἰώνιόν τι δεινὸν ἀεὶ προσδοκᾶν ἢ ὑποπτεύειν κατὰ τοὺς μύθους εἴ τε καὶ αὐτὴν τὴν ἀναισθησίαν τὴν ἐν τῷ τεθνάναι φοβουμένους2 ὥσπερ οὖσαν κατʼ αὐτούς, καὶ ἐν τῷ μὴ δόξαις ταῦτα πάσχειν ἀλλʼ ἀλόγῳ γέ τινι παραστάσει, ὅθεν μὴ ὁρίζοντας τὸ δεινὸν τὴν ἴσην ἢ καὶ ἐπιτεταμένην ταραχὴν λαμβάνειν τῷ εἰκαίως δοξάζοντι ταῦτα·

“在所有这一切之上,完全必须认识到这一点:人类心灵中最根本的动荡,是由于一方面认为这些天体是至福而〈存在的〉不朽之物,另一方面却又将与此相抵触的意愿、行为和动机加诸于它们;并且按照神话始终预期或猜疑某种永恒的可怕灾祸,或者甚至害怕死亡中的无知觉本身,仿佛这是一种切实属于他们自身的状态;并且经历这些并不是出于理性判断,而是出于某种非理性的先入之见,由此在不对可怕之物加以界定的情况下,他们承受着与漫无根据持有这些见解者同等甚至更为强烈的动荡。

ἡ δὲ ἀταραξία τὸ τούτων πάντων ἀπολελύσθαι καὶ συνεχῆ μνήμην ἔχειν τῶν ὅλων καὶ κυριωτάτων. “Ὅθεν τοῖς πάθεσι προσεκτέον τοῖς παροῦσι, κατὰ μὲν τὸ κοινὸν ταῖς κοιναῖς, κατὰ δὲ τὸ ἴδιον ταῖς ἰδίαις, καὶ πάσῃ τῇ παρούσῃ καθʼ ἕκαστον τῶν κριτηρίων ἐναργείᾳ. ἂν γὰρ τούτοις προσέχωμεν, τὸ ὅθεν ὁ τάραχος καὶ ὁ φόβος ἐγίνετο ἐξαιτιολογήσομεν ὀρθῶς καὶ ἀπολύσομεν, ὑπέρ τε μετεώρων αἰτιολογοῦντες καὶ τῶν λοιπῶν τῶν ἀεὶ παρεμπιπτόντων, ὅσα φοβεῖ τοὺς λοιποὺς ἐσχάτως. “Ταῦτά σοι, ὦ Ἡρόδοτε, ἔστι κεφαλαιωδέστατα ὑπὲρ τῆς τῶν ὅλων φύσεως ἐπιτετμημένα.

而宁静则在于从所有这些中解脱出来,并对整体而最根本的原理保持连续的记忆。 “因此,必须关注当下呈现的情感——根据共同性关注共同的感觉,根据特异性关注特异的感觉——并关注各个判定标准当下呈现的全部明晰性。因为只要我们关注这些,我们就能正确地找出动荡与恐惧产生的源头并予以消除,不仅对天象作出因果解释,而且对始终突发出现的其余事物——即那些令其他人极度恐惧的事物——作出因果解释。 “希罗多德啊,这些就是为你所作的关于万物本性的最纲领性的概要。

ὥστʼ ἐὰν γένηται δυνατὸς ὁ λόγος οὗτος κατασχεθεὶς μετʼ ἀκριβείας3, οἶμαι, ἐὰν μὴ καὶ πρὸς ἅπαντα βαδίσῃ τις τῶν κατὰ μέρος ἀκριβωμάτων, ἀσύμβλητον αὐτὸν πρὸς τοὺς λοιποὺς ἀνθρώπους ἁδρότητα λήψεσθαι. καὶ γὰρ καὶ καθαρὰ ἀφʼ ἑαυτοῦ ποιήσει πολλὰ τῶν κατὰ μέρος ἐξακριβουμένων κατὰ τὴν ὅλην πραγματείαν ἡμῖν, καὶ αὐτὰ ταῦτα ἐν μνήμῃ τιθέμενα συνεχῶς βοηθήσει. “Τοιαῦτα γάρ ἐστιν, ὥστε καὶ τοὺς κατὰ μέρος ἤδη ἐξακριβοῦντας ἱκανῶς ἢ καὶ τελείως, εἰς τὰς τοιαύτας ἀναλύοντας ἐπιβολάς, τὰς πλείστας τῶν περιοδειῶν ὑπὲρ τῆς ὅλης φύσεως ποιεῖσθαι· ὅσοι δὲ μὴ παντελῶς τῶν ἀποτελουμένων4 εἰσίν, ἐκ τούτων καὶ κατὰ τὸν ἄνευ φθόγγων τρόπον τὴν ἅμα νοήματι περίοδον τῶν κυριωτάτων πρὸς γαληνισμὸν ποιοῦνται. Καὶ ἥδε μέν ἐστιν αὐτῷ ἐπιστολὴ περὶ τῶν φυσικῶν. περὶ δὲ τῶν μετεώρων ἥδε. “Ἐπίκουρος Πυθοκλεῖ χαίρειν.

因此,如果这一论述能够被精确地掌握,我想,即使一个人没有涉猎每一个具体的精微细节,他也将获得其他人类无可比拟的坚实力量。因为这一论述本身将使我们在整个专论中所精细探究的许多具体问题变得清晰,而将这些原理本身不断牢记于心也会大有裨益。 “因为它们具有这样的性质:即使那些已经充分或完全掌握了具体细节的人,通过将它们分析还原为此类总体把握,也能对整个自然本性进行绝大部分的系统考察;而那些尚未完全位列精熟者之列的人,也能凭借这些,以无声的方式在理智运转的同时对最根本的要点进行系统巡览,以求达到平静。” 这是他关于自然学的信件。关于天象的信件如下: “伊壁鸠鲁向皮托克勒问好。

“Ἤνεγκέ μοι Κλέων ἐπιστολὴν παρά σου, ἐν ᾗ φιλοφρονούμενός τε περὶ ἡμᾶς διετέλεις ἀξίως τῆς ἡμετέρας περὶ σεαυτὸν σπουδῆς καὶ οὐκ ἀπιθάνως ἐπειρῶ μνημονεύειν τῶν εἰς μακάριον βίον συντεινόντων διαλογισμῶν, ἐδέου τε σεαυτῷ περὶ τῶν μετεώρων σύντομον καὶ εὐπερίγραφον διαλογισμὸν ἀποστεῖλαι, ἵνα ῥᾳδίως μνημονεύῃς· τὰ γὰρ ἐν ἄλλοις ἡμῖν γεγραμμένα δυσμνημόνευτα εἶναι, καί τοι, ὡς ἔφης, συνεχῶς αὐτὰ βαστάζεις. ἡμεῖς δὲ ἡδέως τέ σου τὴν δέησιν ἀπεδεξάμεθα καὶ ἐλπίσιν ἡδείαις συνεσχέθημεν.

克里昂给我带来了你的一封信,在信中你始终对我们怀有深情厚谊,完全配得上我们对你自己的热忱,并且颇有成效地努力铭记那些有助于至福生活的沉思,还请求为你寄去一份关于天象的简明而界限清晰的沉思,以便你能容易地记住它;因为我们在其他著作中所写的东西难以记忆,尽管正如你所说,你始终随身携带着它们。我们愉快地接受了你的请求,并且怀抱甜美的希望。

语法注4 条
  1. 10.1.80τὴν ὑπὲρ τούτων χρείαν ἀκρίβειαν μὴ ἀπειληφέναι

    在名词短语 τὴν ὑπὲρ τούτων χρείαν ἀκρίβειαν 中,形容词 χρεία 修饰名词 ἀκρίβειαν,意为“所必需的精确性”。否定词 μή 修饰不定式 ἀπειληφέναι,与前文的 οὐ δεῖ νομίζειν 构成双重否定(“决不可认为……尚未获得”,即“必须认为已经充分获得”)。

  2. 10.1.81φοβουμένους

    宾格复数分词 φοβουμένους 属于句法省略后的格同化或破格现象(anacoluthon),在逻辑上充当介词短语中冠词性不定式(ἐν τῷ ... προσδοκᾶν ἢ ὑποπτεύειν)的意念主语(泛指人类),因而以宾格形式出现,与不定式的逻辑主语保持一致。

  3. 10.1.83ἐὰν γένηται δυνατὸς ὁ λόγος οὗτος κατασχεθεὶς μετʼ ἀκριβείας

    形容词 δυνατός 与主语 ὁ λόγος οὗτος 在性、数、格上一致,并带有被动分词 κατασχεθείς,构成了人称句结构,相当于非人称的 δυνατὸν ᾖ + 不定式(“如果这篇论述能够被精确地掌握”)。

  4. 10.1.83τῶν ἀποτελουμένων

    中被动态分词 τῶν ἀποτελουμένων 作部分属格或所属属格使用,意指“大成者”或“学成圆满的精熟者”。从句 ὅσοι δὲ μὴ παντελῶς τῶν ἀποτελουμένων εἰσίν 指那些“尚未完全位列学成者阶层的人”(即初学者或进阶阶段的学者)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.80-10.1.84