← 第欧根尼·拉尔修

哲人言行录

§10.1.74-10.1.79

语言的起源与天象的自然学解释

伊壁鸠鲁论证了世界形态的多样性以及语言由自然发生到后来约定的演变,否定了将天象归因于神意操纵或天体自身意识的观点,指出唯有通过自然学探究根本原因并保持内心的平静才能获得至福。

← 上一节下一节 →

“Ἔτι δὲ καὶ τοὺς κόσμους οὔτε ἐξ ἀνάγκης δεῖ νομίζειν ἕνα σχηματισμὸν ἔχοντας * * [ἀλλὰ καὶ διαφόρους αὐτοὺς ἐν τῇ ιβʼ Περὶ φύσεως αὐτός φησιν· οὓς μὲν γὰρ σφαιροειδεῖς, καὶ ᾠοειδεῖς ἄλλους, καὶ ἀλλοιοσχήμονας ἑτέρους· οὐ μέντοι πᾶν σχῆμα ἔχειν. οὐδὲ ζῷα εἶναι ἀποκριθέντα ἀπὸ τοῦ ἀπείρου.] οὐδὲ γὰρ ἂν ἀποδείξειεν οὐδείς, ὡς 〈ἐν〉 μὲν τῷ τοιούτῳ καὶ οὐκ ἂν ἐμπεριελήφθη τὰ τοιαῦτα σπέρματα, ἐξ ὧν ζῷά τε καὶ φυτὰ καὶ τὰ λοιπὰ πάντα 〈τὰ〉 θεωρούμενα συνίσταται, ἐν δὲ τῷ τοιούτῳ οὐκ ἂν ἐδυνήθη. [ὡσαύτως δὲ καὶ ἐντραφῆναι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ γῆς νομιστέον.]

“此外,也不必认为各个世界必然具有同一种形态 * * [但他自己在《论自然》第十二卷中说它们也是多样的;因为有些是球形的,有些是卵形的,另一些则是其他形态的;然而它们并不具有所有的形态。它们也不是从无限中分离出来的生物。] 因为没有人能够证明:在这样形态的世界中,构成动物、植物以及所有其他被观察到的事物的那些种子不可能被包含在内,而在那样形态的世界中却能够被包含。[同样,它们得以被滋养也是如此。关于大地也必须以同样的方式看待。]

“Ἀλλὰ μὴν ὑποληπτέον καὶ τὴν φύσιν πολλὰ καὶ παντοῖα ὑπὸ αὐτῶν τῶν πραγμάτων διδαχθῆναί τε καὶ ἀναγκασθῆναι· τὸν δὲ λογισμὸν τὰ ὑπὸ ταύτης παρεγγυηθέντα ὕστερον ἐπακριβοῦν καὶ προσεξευρίσκειν ἐν μὲν τισὶ θᾶττον, ἐν δὲ τισὶ βραδύτερον καὶ ἐν μὲν τισὶ περιόδοις καὶ χρόνοις 〈μείζους λαμβάνειν ἐπιδόσεισ〉, ἐν δὲ τισὶ καὶ ἐλάττους. “Ὅθεν καὶ τὰ ὀνόματα ἐξ ἀρχῆς μὴ θέσει γενέσθαι, ἀλλʼ αὐτὰς τὰς φύσεις τῶν ἀνθρώπων καθʼ ἕκαστα ἔθνη ἴδια πάσχουσας πάθη καὶ ἰδία λαμβανούσας φαντάσματα ἰδίως τὸν ἀέρα ἐκπέμπειν στελλόμενον ὑφʼ ἑκάστων τῶν παθῶν καὶ τῶν φαντασμάτων, ὡς ἄν ποτε καὶ ἡ παρὰ τοὺς τόπους τῶν ἐθνῶν διαφορὰ ᾖ·

“然而,还应当认为,人的本性是由事物本身教会并强行推动去做了许多各种各样的事情;而理性后来将本性所交付的事情加以精确化并进一步发现,在某些事情上更快,在某些事情上更慢,在某些周期和时代中〈取得更大的进展〉,而在另一些中取得较小的进展。 “因此,语言最初也不是由约定产生的,而是各民族人类自身的本性体验到各自特有的感受,并接收到各自特有的表象,从而受到每一种感受和表象的调动,以特有的方式呼出空气,这也正符合各民族地域之间的差异;

ὕστερον δὲ κοινῶς καθʼ ἕκαστα ἔθνη τὰ ἴδια τεθῆναι πρὸς τὸ τὰς δηλώσεις ἧττον ἀμφιβόλους γενέσθαι ἀλλήλοις καὶ συντομωτέρως δηλουμένας· τινὰ δὲ καὶ οὐ συνορώμενα πράγματα εἰσφέροντας τοὺς συνειδότας παρεγγυῆσαί τινας φθόγγους ἀναγκασθέντας ἀναφωνῆσαι, τοὺς δὲ τῷ λογισμῷ ἑλομένους κατὰ τὴν πλείστην αἰτίαν οὕτως ἑρμηνεῦσαι1. “Καὶ μὴν ἐν τοῖς μετεώροις φορὰν καὶ τροπὴν καὶ ἔκλειψιν καὶ ἀνατολὴν καὶ δύσιν καὶ τὰ σύστοιχα τούτοις μήτε λειτουργοῦντός τινος νομίζειν δεῖ γενέσθαι καὶ διατάττοντος ἢ διατάξοντος καὶ ἅμα τὴν πάσαν μακαριότητα ἔχοντος μετʼ ἀφθαρσίας

后来,在各个民族中普遍确立了特定的表达,以便彼此之间的说明变得不那么含糊,并且传达得更加简要;而知晓某些不可见事物的人将其引入,并在被迫发声之下传达了某些语音,其他人则通过理性推论按照最普遍的理由选择并如此加以理解和阐释。 “再者,关于天象中的运行、冬夏至与二分的转折、日食月食、升起、降落以及与此类似的事物,决不可认为这是由某一个操持、安排或将要安排它们,并同时拥有完全的至福与不朽的存在所造成的

(οὐ γὰρ συμφωνοῦσιν πραγματεῖαι καὶ φροντίδες καὶ ὀργαὶ καὶ χάριτες μακαριότητι, ἀλλʼ ἐν ἀσθενείᾳ καὶ φόβῳ καὶ προσδεήσει τῶν πλησίον ταῦτα γίγνεται), μήτε αὖ πυρὸς ἀνάμματα συνεστραμμένου τὴν μακαριότητα κεκτημένα κατὰ βούλησιν τὰς κινήσεις ταύτας λαμβάνειν· ἀλλὰ πᾶν τὸ σέμνωμα τηρεῖν, κατὰ πάντα ὀνόματα φερόμενον ἐπὶ τὰς τοιαύτας ἐννοίας, ἵνα μηδʼ ὑπεναντίαι ἐξ αὐτῶν 〈γένωνται〉 τῷ σεμνώματι δόξαι· εἰ δὲ μή, τὸν μέγιστον τάραχον ἐν ταῖς ψυχαῖς αὐτὴ ἡ ὑπεναντιότης παρασκευάσει. ὅθεν δὴ κατὰ τὰς ἐξ ἀρχῆς ἐναπολήψεις τῶν συστροφῶν τούτων ἐν τῇ τοῦ κόσμου γενέσει δεῖ δοξάζειν καὶ τὴν ἀνάγκην ταύτην καὶ περίοδον συντελεῖσθαι.

(因为事务、操劳、愤怒和恩惠与至福并不相容,而这些都是在软弱、恐惧以及对邻人的依赖中产生的);同样,也不可认为凝结之火的点燃之物获得了至福,并根据意愿进行这些运动。而是必须在一切引向此类概念的名称中保持全部的崇高敬畏,以免从中〈产生〉与崇高敬畏相违背的见解;否则,这种自相矛盾本身就将在心灵中引起最大的动荡。因此,必须认为,正是根据在世界生成时这些聚集漩涡的最初包容,这一必然性与运行周期才得以完成。

“Καὶ μὴν καὶ τὸ τὴν ὑπὲρ τῶν κυριωτάτων αἰτίαν ἐξακριβῶσαι φυσιολογίας ἔργον εἶναι δεῖ νομίζειν, καὶ τὸ μακάριον ἐνταῦθα πεπτωκέναι καὶ ἐν τῷ τίνες φύσεις αἱ θεωρούμεναι κατὰ τὰ μετέωρα ταυτί, καὶ ὅσα συντείνει πρὸς τὴν εἰς τοῦτο ἀκρίβειαν. “Ἔτι τε οὐ τὸ πλεοναχῶς ἐν τοῖς τοιούτοις εἶναι καὶ τὸ ἐνδεχόμενον καὶ ἄλλως πως ἔχειν, ἀλλʼ ἁπλῶς μὴ εἶναι ἐν ἀφθάρτῳ καὶ μακαρίᾳ φύσει τῶν διάκρισιν ὑποβαλλόντων ἢ τάραχον μηθέν2· καὶ τοῦτο καταλαβεῖν τῇ διανοίᾳ ἔστιν ἁπλῶς εἶναι.

“此外,还必须认为,精细探究关于最首要事物的原由是自然学的事情,至福就在于此,在于知道在这些天象中所观察到的究竟是何种本性,以及一切有助于达到对此精确认识的事物。 “不仅如此,在这些事物中存在多种方式以及容许呈现不同状态[本身并不成问题],关键只是在不朽而至福的本性中决不存在任何引起纷争或动荡的东西;用理智把握这一点,便可以说是彻底达成了至福。

“Τὸ δʼ ἐν τῇ ἱστορίᾳ πεπτωκός, τῆς δύσεως καὶ ἀνατολῆς καὶ τροπῆς καὶ ἐκλείψεως καὶ ὅσα συγγενῆ τούτοις μηθὲν ἔτι πρὸς τὸ μακάριον τὰς γνώσεις συντείνειν3, ἀλλʼ ὁμοίως τοὺς φόβους ἔχειν τοὺς ταῦτα κατειδότας, τίνες δʼ αἱ φύσεις ἀγνοοῦντας καὶ τίνες αἱ κυριώταται αἰτίαι, καὶ εἰ μὴ προσῄδεισαν ταῦτα· τάχα δὲ καὶ πλείους, ὅταν τὸ θάμβος ἐκ τῆς τούτων προσκατανοήσεως μὴ δύνηται τὴν λύσιν λαμβάνειν καὶ τὴν περὶ τῶν κυριωτάτων οἰκονομίαν. “Διὸ δὴ κἂν πλείους αἰτίας εὑρίσκωμεν τροπῶν καὶ δύσεων καὶ ἀνατολῶν καὶ ἐκλείψεων καὶ τῶν τοιουτοτρόπων, ὥσπερ καὶ ἐν τοῖς κατὰ μέρος γινομένοις ἦν,

“然而,属于天文观察考察的事情——关于降落、升起、转折、食以及与此相类的一切现象——其知识对于至福已不再有任何助益;那些知晓这些现象却不知其本性为何、最首要原因何在的人,依然怀有同样的恐惧,就如同他们事先根本不知道这些事物一样;甚至当因进一步观察这些现象而产生的惊骇无法获得化解以及对最根本事物的有序解释时,恐惧或许还会更多。 “因此,即便我们就转折、降落、升起、食以及诸如此类的事物发现了多种原因,正如在具体局部事件中所发生的那样,

语法注3 条
  1. 10.1.76τινὰ δὲ καὶ οὐ συνορώμενα πράγματα εἰσφέροντας τοὺς συνειδότας παρεγγυῆσαί τινας φθόγγους ἀναγκασθέντας ἀναφωνῆσαι, τοὺς δὲ τῷ λογισμῷ ἑλομένους κατὰ τὴν πλείστην αἰτίαν οὕτως ἑρμηνεῦσαι

    在带不定式的宾格结构中,置于前面的分词短语 εἰσφέροντας 修饰逻辑主语 τοὺς συνειδότας,支配不定式 παρεγγυῆσαι;ἀναγκασθέντας ἀναφωνῆσαι 是说明其被迫发声的分词短语。后半句的 τοὺς δὲ 则与前半句的发明引入者相对立,作为不定式 ἑρμηνεῦσαι 的逻辑主语,指代社群中依据理性推论接受并阐释这些词语的其他成员。

  2. 10.1.78Ἔτι τε οὐ τὸ πλεοναχῶς ἐν τοῖς τοιούτοις εἶναι καὶ τὸ ἐνδεχόμενον καὶ ἄλλως πως ἔχειν, ἀλλʼ ἁπλῶς μὴ εἶναι ἐν ἀφθάρτῳ καὶ μακαρίᾳ φύσει τῶν διάκρισιν ὑποβαλλόντων ἢ τάραχον μηθέν

    结构由 οὐ τὸ ... ἀλλὰ μὴ εἶναι 构成的对比。前半部分“事物以多种方式发生(τὸ πλεοναχῶς ... εἶναι)及容许有其他状态”作为主题提出,与后半部分“在不朽与至福的本性中不存在扰动”相对比。此句并非否定天象存在多重解释的可能性,而是强调核心在于决不可将纷争和动荡归咎于神圣的本性。

  3. 10.1.79Τὸ δʼ ἐν τῇ ἱστορίᾳ πεπτωκός, τῆς δύσεως καὶ ἀνατολῆς καὶ τροπῆς καὶ ἐκλείψεως καὶ ὅσα συγγενῆ τούτοις μηθὲν ἔτι πρὸς τὸ μακάριον τὰς γνώσεις συντείνειν

    句首的中性词组 Τὸ δʼ ἐν τῇ ἱστορίᾳ πεπτωκός(“属于天文观察探究之事”)充当悬挂宾格或前提主题,引出所论述的领域,其实质内容则由随后的宾格不定式从句 μηθὲν ἔτι πρὸς τὸ μακάριον τὰς γνώσεις συντείνειν(“这些知识对至福不再有任何助益”)展开表达。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.74-10.1.79