← 第欧根尼·拉尔修

哲人言行录

§10.1.69-10.1.73

物体的属性与偶性以及时间的本质与世界生成

伊壁鸠鲁区分了物体的永恒属性与临时偶性,论证了时间并非基底性的实体而是附随于运动与情感的固有偶性,并阐明有限的世界从无限中产生并最终解体归于无限。

← 上一节下一节 →

οὔτε ὅλως ὡς οὐκ εἰσίν, οὔθʼ ὡς ἕτερʼ ἄττα προσυπάρχοντα τούτῳ ἀσώματα, οὔθʼ ὡς μόρια τούτου, ἀλλʼ ὡς1 τὸ ὅλον σῶμα καθόλου ἐκ τούτων πάντων τὴν ἑαυτοῦ φύσιν ἔχον ἀίδιον, οὐχ οἷον δὲ εἶναι συμπεφορημένον-ὥσπερ ὅταν ἐξ αὐτῶν τῶν ὄγκων μεῖζον ἄθροισμα συστῇ ἤτοι τῶν πρώτων ἢ τῶν τοῦ ὅλου μεγεθῶν τοῦδέ τινος ἐλαττόνων,—ἀλλὰ μονον, ὡς λέγω, ἐκ τούτων ἁπάντων τὴν ἑαυτοῦ φύσιν ἔχον ἀίδιον. καὶ ἐπιβολὰς μὲν ἔχοντα ἰδίας πάντα ταῦτά ἐστι καὶ διαλήψεις, συμπαρακολουθοῦντος δὲ τοῦ ἀθρόου καὶ οὐθαμῇ ἀποσχιζομένου, ἀλλὰ κατὰ τὴν ἀθρόαν ἔννοιαν τοῦ σώματος κατηγορίαν εἰληφότος.

也不能认为它们完全不存在,或是认为它们是附加从属于该物体的其他某种无形之物,亦不能认为它们是该物体的组成部分;而是必须认为,整个物体从根本上从所有这些属性中获得自身永恒的本性,但并不是如同被聚合而成的那样——并非像从原子的体块本身结合成更大的复合物那样,无论这些原子是原初的,还是构成整体的、小于该物体的各个量度——而仅仅如我所说,是从所有这些之中获得自身永恒的本性。而且,所有这些属性都具有各自独特的直观把握和辨识,但整体始终伴随其间,绝不发生分离,而是按照对物体的总体概念而获得述谓。

“Καὶ μὴν καὶ τοῖς σώμασι συμπίπτει πολλάκις καὶ οὐκ ἀίδιον παρακολουθεῖν οὔτʼ ἐν τοῖς ἀοράτοις καὶ οὔτε ἀσώματα2. ὥστε δὴ κατὰ τὴν πλείστην φορὰν τούτῳ τῷ ὀνόματι χρώμενοι φανερὰ ποιοῦμεν τὰ συμπτώματα οὔτε τὴν τοῦ ὅλου φύσιν ἔχειν, ὃ συλλαβόντες κατὰ τὸ ἀθρόον σῶμα προσαγορεύομεν, οὔτε τὴν τῶν ἀίδιον παρακολουθούντων, ὧν ἄνευ σῶμα οὐ δυνατὸν νοεῖσθαι. κατʼ ἐπιβολὰς δʼ ἄν τινας παρακολουθοῦντος τοῦ ἀθρόου ἕκαστα προσαγορευθείη,

“此外,物体还常常附随有非永恒的特征,这些特征既非不可见之物,亦非无形之物。因此,当我们按照最普遍的用法使用这一名称(偶性)时,便清楚地表明偶性既不具备我们统观而称之为物体的那个整体的本性,也不具备那些若没有它们便无法设想物体的永恒伴随者的本性。在整体始终相伴随的情况下,每一个特征可以根据某种专注的直观而被命名,

ἀλλʼ ὅτε δήποτε ἕκαστα συμβαίνοντα θεωρεῖται, οὐκ ἀίδιον τῶν συμπτωμάτων παρακολουθούντων. καὶ οὐκ ἐξελατέον ἐκ τοῦ ὄντος ταύτην τὴν ἐνάργειαν, ὅτι οὐκ ἔχει τὴν τοῦ ὅλου φύσιν ᾧ συμβαίνει ὃ δὴ καὶ σῶμα προσαγορεύομεν, οὐδὲ τὴν τῶν ἀίδιον παρακολουθούντων, οὐδʼ αὖ καθʼ αὑτὰ νομιστέον—οὐδὲ γὰρ τοῦτο διανοητὸν οὔτʼ ἐπὶ τούτων οὔτʼ ἐπὶ τῶν ἀίδιον συμβεβηκότων,—ἀλλʼ ὅπερ καὶ φαίνεται, συμπτώματα πάντα 〈κατὰ〉 τὰ σώματα νομιστέον, καὶ οὐκ ἀίδιον παρακολουθοῦντα οὐδʼ αὖ φύσεως καθʼ ἑαυτὰ τάγμα ἔχοντα, ἀλλʼ ὃν τρόπον αὐτὴ ἡ αἴσθησις τὴν ἰδιότητα ποιεῖ, θεωρεῖται.

但仅仅是在观察到每一个特征实际发生的彼时彼刻,因为偶性并不是永恒地伴随的。我们决不能因为某一偶性不具备它所发生于其中的整体(即我们称之为物体的那个整体)的本性,也不具备永恒伴随者的本性,就将这种明证的实在排除在存在之外;但反过来也不可认为它们是独立存在的——因为这无论是对于这些偶性还是对于永恒的附随性质都是不可思议的——;而是必须按照所显现的那样,认为它们全都是属于物体的偶性,既不是永恒伴随的,也不是自身拥有独立的本性序列,而是按照感觉本身产生其特性的方式而被观察到的。

“Καὶ μὴν καὶ τόδε γε δεῖ προσκατανοῆσαι σφοδρῶς· τὸν γὰρ δὴ χρόνον οὐ ζητητέον ὥσπερ καὶ τὰ λοιπά, ὅσα ἐν ὑποκειμένῳ ζητοῦμεν ἀνάγοντες ἐπὶ τὰς βλεπομένας παρʼ ἡμῖν αὐτοῖς προλήψεις, ἀλλʼ αὐτὸ τὸ ἐνάργημα, καθʼ ὃ τὸν πολὺν ἢ ὀλίγον χρόνον ἀναφωνοῦμεν, συγγενικῶς τοῦτο περιφέροντες, ἀναλογιστέον3. καὶ οὔτε διαλέκτους ὡς βελτίους μεταληπτέον, ἀλλʼ αὐταῖς ταῖς ὑπαρχούσαις κατʼ αὐτοῦ χρηστέον, οὔτε ἄλλο τι κατʼ αὐτοῦ κατηγορητέον, ὡς τὴν αὐτὴν οὐσίαν ἔχοντος τῷ ἰδιώματι τούτῳ—καὶ γὰρ τοῦτο ποιοῦσί τινες,-ἀλλὰ μόνον ᾧ συμπλέκομεν τὸ ἴδιον τοῦτο καὶ παραμετροῦμεν, μάλιστα ἐπιλογιστέον.

“而且,还必须极为牢固地理解这一点:对于时间,绝不能像探究我们在基底中所探究的其他事物那样,通过引向在我们自身中所见到的前概念来进行探究;而是必须反思那个明证的经验本身,我们正是依据该经验而说出‘或长或短的时间’,并带着切身的熟稔经验来运用这一观念的。我们既不可换用更优越的词语,而必须使用关于时间现有的通常表达;也不可将任何其他事物述谓于时间,仿佛它与这种固有属性具有相同的实体一样——有些人确实是这样做的——;而只要对我们用来与这一固有属性相联系并据以测量的那些事物进行反思。

καὶ γὰρ τοῦτο οὐκ ἀποδείξεως προσδεῖται ἀλλʼ ἐπιλογισμοῦ, ὅτι ταῖς ἡμέραις καὶ ταῖς νυξὶ συμπλέκομεν καὶ τοῖς τούτων μέρεσιν, ὡσαύτως δὲ καὶ τοῖς πάθεσι καὶ ταῖς ἀπαθείαις, καὶ κινήσεσι καὶ στάσεσιν, ἴδιόν τι σύμπτωμα περὶ ταῦτα πάλιν αὐτὸ τοῦτο ἐννοοῦντες, καθʼ ὃ χρόνον ὀνομάζομεν. [φησὶ δὲ τοῦτο καὶ ἐν τῇ δευτέρᾳ Περὶ φύσεως καὶ ἐν τῇ Μεγάλῃ ἐπιτομῇ.] “Ἐπί τε τοῖς προειρημένοις τοὺς κόσμους δεῖ καὶ πᾶσαν σύγκρισιν πεπερασμένην τὸ ὁμοειδὲς τοῖς θεωρουμένοις πυκνῶς ἔχουσαν νομίζειν γεγονέναι ἀπὸ τοῦ ἀπείρου, πάντων τούτων ἐκ συστροφῶν ἰδίων ἀποκεκριμένων καὶ μειζόνων καὶ ἐλαττόνων· καὶ πάλιν διαλύεσθαι πάντα, τὰ μὲν θᾶττον, τὰ δὲ βραδύτερον, καὶ τὰ μὲν ὑπὸ τῶν τοιῶνδε, τὰ δὲ ὑπὸ τῶν τοιῶνδε τοῦτο πάσχοντα. [δῆλον οὖν ὡς καὶ φθαρτούς φησι τοὺς κόσμους, μεταβαλλόντων τῶν μερῶν. καὶ ἐν ἄλλοις τὴν γῆν τῷ ἀέρι ἐποχεῖσθαι.]

因为这不需要证明而只需要反思:我们将时间与日夜及其部分联系在一起,同样地也与情感(苦乐)及无情感、运动及静止联系在一起,在这些事物周围再次思考出正是这一固有偶性,并依据它而称之为‘时间’。[他在《论自然》第二卷和《大要纲》中也是这样说的。] “在上述诸点之外,还必须认为,各个世界以及一切与我们所常观察到的事物形态相似的有限复合物,都是从无限之中产生的,所有这些复合物都是从各自独特的、无论较大或较小的聚集漩涡中分离出来的;并且一切事物又都会解体,有些解体得更快,有些则更慢,有些受到这类事物的破坏,有些则受到那类事物的破坏而承受这一过程。[由此可见,他也认为世界是可朽坏的,因为其组成部分在不断变化。而且他在其他著作中还说,大地被承托在空气之上。]”

语法注3 条
  1. 10.1.69οὔτε ὅλως ὡς οὐκ εἰσίν, οὔθʼ ὡς ἕτερʼ ἄττα προσυπάρχοντα τούτῳ ἀσώματα, οὔθʼ ὡς μόρια τούτου, ἀλλʼ ὡς...

    承接§68末尾“οὔθʼ ὡς καθʼ ἑαυτάς εἰσι φύσεις δοξαστέον”的否定并列结构。动词性形容词 δοξαστέον 统领一系列 ὡς 从句(οὔτε... οὔθʼ... οὔθʼ... ἀλλʼ ὡς...),依次排除了关于物体属性的三种错误观点(独立自存的实体、无形之物、实体组成部分),确立了整体物体根本上是由所有这些属性共同赋予永恒本性的观点。

  2. 10.1.70συμπίπτει πολλάκις καὶ οὐκ ἀίδιον παρακολουθεῖν οὔτʼ ἐν τοῖς ἀοράτοις καὶ οὔτε ἀσώματα

    不定式短语 καὶ οὐκ ἀίδιον παρακολουθεῖν 充当动词 συμπίπτει 的主语(“非永恒地伴随某物的情况常常发生”)。随后的 οὔτʼ ἐν τοῖς ἀοράτοις καὶ οὔτε ἀσώματα 说明这些伴随现象(偶性)的特征,即它们既不属于不可见者,也不是无形之物。

  3. 10.1.72τὸν γὰρ δὴ χρόνον οὐ ζητητέον... ἀλλʼ αὐτὸ τὸ ἐνάργημα... ἀναλογιστέον

    宾格 τὸν χρόνον 由表示必然性的动词性形容词 οὐ ζητητέον 和 ἀναλογιστέον 所支配(-τέον 形式的中性单数无人称句支配宾格)。骨干结构对比了“将时间作为基底中的实体去探寻”与“反思我们在经验中运用时间概念的自明事实(αὐτὸ τὸ ἐνάργημα)本身”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.69-10.1.73