- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.7-10.1.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-30
在引述蒂莫克拉特斯等人关于伊壁鸠鲁身体虚弱、骄奢淫逸及辱骂其他哲学家的进一步诽谤后,作者通过详述伊壁鸠鲁的仁厚品德、清贫生活、同门深厚情谊及学派的持久不衰对此作出了有力的驳斥。
τόν τε Ἐπίκουρον πολλὰ κατὰ τὸν λόγον ἠγνοηκέναι καὶ πολὺ μᾶλλον κατὰ τὸν βίον, τό τε σῶμα ἐλεεινῶς διακεῖσθαι, ὡς πολλῶν ἐτῶν μὴ δύνασθαι ἀπὸ τοῦ φορείου διαναστῆναι· μνᾶν τε ἀναλίσκειν ἡμερησίαν εἰς τὴν τράπεζαν, ὡς αὐτὸς ἐν τῇ πρὸς Λεόντιον ἐπιστολῇ γράφει καὶ ἐν τῇ πρὸς τοὺς ἐν Μυτιλήνῃ φιλοσόφους. συνεῖναί τε αὐτῷ τε καὶ Μητροδώρῳ ἑταίρας καὶ ἄλλας, Μαμμάριον καὶ Ἡδεῖαν καὶ Ἐρώτιον καὶ Νικίδιον. καὶ ἐν ταῖς ἑπτὰ καὶ τριάκοντα βίβλοις ταῖς Περὶ φύσεως τὰ πλεῖστα ταὐτὰ λέγειν καὶ ἀντιγράφειν ἐν αὐταῖς ἄλλοις τε καὶ Ναυσιφάνει τὰ πλεῖστα καὶ αὐτῇ λέξει φάσκειν οὕτως· Ἀλλʼ ἴτωσαν· εἶχε γὰρ ἐκεῖνος ὠδίνων1 τὴν ἀπὸ τοῦ στόματος καύχησιν τὴν σοφιστικήν, καθάπερ καὶ ἄλλοι πολλοὶ τῶν ἀνδραπόδων.
他还说,伊壁鸠鲁在学理上对许多事情一无所知,在生活操行上更是一窍不通;他的身体状况悲惨凄凉,以致多年无法从轿子上站起身来;正如他在致莱昂提翁的信中以及致米提利尼哲学家的信中所写的那样,他每天在膳食上挥霍一米纳。此外,他与梅特罗多洛还同居着其他名妓,即曼玛利翁、赫狄亚、埃罗提翁和小尼基狄翁。在全三十七卷的《论自然》中,绝大多数内容都在翻来覆去说同样的话,并在其中批驳其他人,尤其是瑙西法内斯,且多数地方一字不差地这样写道:“随他们去吧!因为那个人就像许多其他奴隶一样,饱受阵痛折磨般从口中吐出诡辩的狂妄之词。”
καὶ αὐτὸν Ἐπίκουρον ἐν ταῖς ἐπιστολαῖς περὶ Ναυσιφάνους λέγειν· Ταῦτα ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖσθαι καὶ ἀποκαλεῖν διδάσκαλον. πλεύμονά τε αὐτὸν ἐκάλει καὶ ἀγράμματον καὶ ἀπατεῶνα καὶ πόρνην· τούς τε περὶ Πλάτωνα Διονυσοκόλακας καὶ αὐτὸν Πλάτωνα χρυσοῦν, καὶ Ἀριστοτέλη ἄσωτον, 〈ὃν〉 καταφαγόντα τὴν πατρῴαν οὐσίαν στρατεύεσθαι καὶ φαρμακοπωλεῖν· φορμοφόρον τε Πρωταγόραν καὶ γραφέα Δημοκρίτου καὶ ἐν κώμαις γράμματα διδάσκειν· Ἡράκλειτόν τε κυκητὴν καὶ Δημόκριτον Ληρόκριτον καὶ Ἀντίδωρον Σαννίδωρον· τούς τε Κυνικοὺς ἐχθροὺς τῆς Ἑλλάδος· καὶ τοὺς διαλεκτικοὺς πολυφθόρους, Πύρρωνα δʼ ἀμαθῆ καὶ ἀπαίδευτον.
他还说伊壁鸠鲁自己在书信中谈及瑙西法内斯时说:“这些事驱使他陷入如此的狂乱,以至于辱骂我并讥讽地称我为‘先生’。”而且伊壁鸠鲁称他为“软肺(废物)”、文盲、骗子和娼妓;称柏拉图的追随者们为“狄奥尼修斯的马屁精”,称柏拉图本人为“黄金人”;称亚里士多德为“挥霍之徒”,说他在耗尽父辈家产后投身军伍、兜售草药;称普罗泰戈拉为“背篓苦力”、德谟克利特的抄书员且在乡村教识字;称赫拉克利特为“搅混者”,称德谟克利特为“废话克利特”,称安提多洛为“傻瓜多洛”;称犬儒派为“希腊的仇敌”;称辩证法学者为“祸害众生者”,称皮浪为“无知不学者”。
Μεμήνασι δʼ οὗτοι. τῷ γὰρ ἀνδρὶ μάρτυρες ἱκανοὶ τῆς ἀνυπερβλήτου πρὸς πάντας εὐγνωμοσύνης ἥ τε πατρὶς χαλκαῖς εἰκόσι τιμήσασα οἵ τε φίλοι τοσοῦτοι τὸ πλῆθος ὡς μηδʼ ἂν πόλεσιν ὅλαις μετρεῖσθαι δύνασθαι· οἵ τε γνώριμοι πάντες ταῖς δογματικαῖς αὐτοῦ σειρῆσι προσκατασχεθέντες, πλὴν Μητροδώρου τοῦ Στρατονικέως πρὸς Καρνεάδην ἀποχωρήσαντος, τάχα βαρυνθέντος ταῖς ἀνυπερβλήτοις αὐτοῦ χρηστότησιν· ἥ τε διαδοχή2, πασῶν σχεδὸν ἐκλιπουσῶν τῶν ἄλλων, ἐσαεὶ διαμένουσα καὶ νηρίθμους ἀρχὰς ἀπολύουσα ἄλλην ἐξ ἄλλης τῶν γνωρίμων·
然而这些诽谤者委实发疯了。因为证明此人对一切人怀有无与伦比的深厚善意,其充分的见证人便有:用青铜塑像表彰他的祖国;其数目之多甚至不能以整座城邦来度量的友人们;以及所有被其学说塞壬之歌牢牢吸引的门徒——除了斯特拉托尼基亚的梅特罗多洛投奔卡尔内阿德斯之外,后者或许是因为不堪忍受伊壁鸠鲁无微不至的善意而离去;还有他的学派传承,在其他学派几乎全部凋零的情况下,它始终延绵不绝,并从门徒中不断接替派出数不胜数的学园主持者。
ἥ τε πρὸς τοὺς γονέας εὐχαριστία καὶ ἡ πρὸς τοὺς ἀδελφοὺς εὐποιία πρός τε τοὺς οἰκέτας ἡμερότης, ὡς δῆλον κἀκ τῶν διαθηκῶν αὐτοῦ καὶ ὅτι αὐτοὶ συνεφιλοσόφουν αὐτῷ, ὧν ἦν ἐνδοξότατος ὁ προειρημένος Μῦς· καθόλου τε ἡ πρὸς πάντας αὐτοῦ φιλανθρωπία. τῆς μὲν γὰρ πρὸς θεοὺς ὁσιότητος καὶ πρὸς πατρίδα φιλίας ἄλεκτος ἡ διάθεσις· ὑπερβολῇ γὰρ ἐπιεικείας οὐδὲ πολιτείας ἥψατο. καὶ χαλεπωτάτων δὲ καιρῶν κατασχόντων τηνικάδε τὴν Ἑλλάδα, αὐτόθι καταβιῶναι, δὶς ἢ τρὶς τοὺς περὶ τὴν Ἰωνίαν τόπους πρὸς τοὺς φίλους διαδραμόντα. οἳ καὶ πανταχόθεν πρὸς αὐτὸν ἀφικνοῦντο καὶ συνεβίουν αὐτῷ ἐν τῷ κήπῳ, καθά φησι καὶ Ἀπολλόδωρος· ὃν καὶ ὀγδοήκοντα μνῶν πρίασθαι3.
此外,他对父母的感恩、对兄弟的善待以及对家奴的温和也是明证,这从他的遗嘱中,以及奴仆们亲自与他一同研习哲学的事实中便可了然,其中最负盛名的就是前述的米斯;总而言之,他对所有人的博爱仁慈皆是明证。实际上,他对神明的敬虔与对祖国的热爱,其心境笔墨难尽;由于极度的谦抑退让,他甚至未曾涉足城邦政务。在极其艰难险阻的岁月席卷当时的希腊之际,他仍始终生活于此,仅为看望友人而两三次前往伊奥尼亚一带。友人们亦从四面八方汇聚到他身边,与他在花园中共同生活,正如阿波罗多洛所说;他花了八十米纳买下了这座花园。
Διοκλῆς δʼ ἐν τῇ τρίτῃ τῆς ἐπιδρομῆς φησιν εὐτελέστατα καὶ λιτότατα διαιτώμενοι. κοτύλῃ γοῦν, φησίν, οἰνιδίου ἠρκοῦντο, τὸ δὲ πᾶν ὕδωρ ἦν αὐτοῖς ποτόν. τόν τʼ Ἐπίκουρον μὴ ἀξιοῦν εἰς τὸ κοινὸν κατατίθεσθαι τὰς οὐσίας, καθάπερ τὸν Πυθαγόραν κοινὰ τὰ φίλων λέγοντα· ἀπιστούντων γὰρ εἶναι τὸ τοιοῦτον4· εἰ δʼ ἀπίστων οὐδὲ φίλων. αὐτός τέ φησιν ἐν ταῖς ἐπιστολαῖς, ὕδατι μόνον ἀρκεῖσθαι καὶ ἄρτῳ λιτῷ. καί, πέμψον μοι τυροῦ, φησί, κυθριδίου, ἵνʼ ὅταν βούλωμαι πολυτελεύσασθαι δύνωμαι. τοιοῦτος ἦν ὁ τὴν ἡδονὴν εἶναι τέλος δογματίζων, ὃν καὶ Ἀθήναιος διʼ ἐπιγράμματος οὕτως ὑμνεῖ·
狄奥克勒斯在《要览》第三卷中说,他们的生活极其节俭简朴:“他们至少满足于一科图勒的薄酒,其余所有饮品都是水。”伊壁鸠鲁并不主张像主张“朋友之物共有”的毕达哥拉斯那样把财产存入公共基金;因为那是互不信任者的作为,而若是互不信任者,便称不上是朋友。他自己在书信中说,仅靠水和粗面包就心满意足。他还说:“寄给我一小罐奶酪吧,以便我想要奢华享受一番时能够如愿。”那位把快乐定为终极目标的人正是如此,阿典纳奥斯在题赠诗中亦这样赞颂他:
- 10.1.7εἶχε γὰρ ἐκεῖνος ὠδίνων
由未完成过去时 εἶχε 与现在分词 ὠδίνων 构成的迂说法未完成体结构,表示持续或习惯性的动作(“一直忍受阵痛般地吐出”)。动词 ὠδίνω 原指分娩的阵痛,在此比喻苦心吐出空洞虚妄之词。
- 10.1.9τῷ γὰρ ἀνδρὶ μάρτυρες ἱκανοὶ τῆς ἀνυπερβλήτου πρὸς πάντας εὐγνωμοσύνης ἥ τε πατρὶς ... οἵ τε φίλοι ... οἵ τε γνώριμοι ... ἥ τε διαδοχή
全句骨架由表语名词 μάρτυρες ἱκανοί 与四个并列的主格短语(ἥ τε πατρὶς ..., οἵ τε φίλοι ..., οἵ τε γνώριμοι ..., ἥ τε διαδοχή ...)构成复合主语。与格 τῷ ἀνδρί 为关涉/利益与格,属格 τῆς εὐγνωμοσύνης 为依附于 μάρτυρες 的宾格性属格。
- 10.1.10ὃν καὶ ὀγδοήκοντα μνῶν πρίασθαι
关系代词 ὃν 以紧邻的前词 τὸν κῆπον(花园)为先行词,在间接引语的不定式 πρίασθαι 中作直接宾语(主词伊壁鸠鲁在语境中承前省略)。属格 ὀγδοήκοντα μνῶν 为表示价格的属格。
- 10.1.11ἀπιστούντων γὰρ εἶναι τὸ τοιοῦτον
分词属格 ἀπιστούντων 与 εἶναι 连用,作表示特征或归属的谓语属格(所有属格),意为“此种做法(τὸ τοιοῦτον)是互不信任之人的特征/作风”。
