- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.12-10.1.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-30
本段记述了赞颂伊壁鸠鲁的诗篇、其质朴明晰的文风与从师渊源、生卒纪年及结石致死的过程,并附上作者自作的挽诗,以及将其花园与房产托付给继承人赫尔玛科斯等人的遗嘱开头。
"ἄνθρωποι, μοχθεῖτε τὰ χείρονα, καὶ διὰ κέρδος ἄπληστοι νεικέων ἄρχετε καὶ πολέμων· τᾶς φύσιος δʼ ὁ πλοῦτος ὅρον τινὰ βαιὸν ἐπίσχει, αἱ δὲ κεναὶ κρίσιες τὰν ἀπέραντον ὁδόν. τοῦτο Νεοκλῆος πινυτὸν τέκος ἢ παρὰ Μουσέων ἔκλυεν ἢ Πυθοῦς ἐξ ἱερῶν τριπόδων." εἰσόμεθα δὲ καὶ μᾶλλον προϊόντες ἔκ τε τῶν δογμάτων ἔκ τε τῶν ῥητῶν αὐτοῦ. Μάλιστα δʼ ἀπεδέχετο, φησὶ Διοκλῆς, τῶν ἀρχαίων Ἀναξαγόραν, καίτοι ἔν τισιν ἀντειρηκὼς αὐτῷ, καὶ Ἀρχέλαον τὸν Σωκράτους διδάσκαλον. ἐγύμναζε δέ, φησί, τοὺς γνωρίμους καὶ διὰ μνήμης ἔχειν τὰ ἑαυτοῦ συγγράμματα.
“世人啊,你们为更卑贱之物劳碌,由于贪婪 不知餍足,挑起争端与战争; 然而自然的财富守着狭小的界限, 虚妄的判断却步入无际之途。 这是尼奥克勒斯的明智之子,或是从缪斯那里, 或是从皮托的神圣三脚祭坛上听闻而得。” 随着我们进一步论述,无论从他的教义还是言论中,我们都会对此认识得更加清楚。 狄奥克勒斯说,在古人之中,他最赞同阿那克萨戈拉(尽管在某些问题上反驳过他),以及苏格拉底的老师阿耳刻拉奥。他说,他还训练门徒将他自己的著作铭记于心。
Τοῦτον Ἀπολλόδωρος ἐν Χρονικοῖς Ναυσιφάνους ἀκοῦσαί φησι καὶ Πραξιφάνους· αὐτὸς δὲ οὔ φησιν, ἀλλʼ ἑαυτοῦ1, ἐν τῇ πρὸς Εὐρύλοχον ἐπιστολῇ. ἀλλʼ οὐδὲ Λεύκιππόν τινα γεγενῆσθαί φησι φιλόσοφον, οὔτε αὐτὸς οὔτε Ἕρμαρχος, ὃν ἔνιοί φασι καὶ Ἀπολλόδωρος ὁ Ἐπικούρειος διδάσκαλον Δημοκρίτου γεγενῆσθαι. Δημήτριος δέ φησιν ὁ Μάγνης καὶ Ξενοκράτους αὐτὸν ἀκοῦσαι. Κέχρηται δὲ λέξει κυρίᾳ κατὰ τῶν πραγμάτων, ἣν ὅτι ἰδιωτάτη ἐστίν, Ἀριστοφάνης ὁ γραμματικὸς αἰτιᾶται. σαφὴς δʼ ἦν οὕτως, ὡς καὶ ἐν τῷ Περὶ ῥητορικῆς ἀξιοῖ μηδὲν ἄλλο ἢ σαφήνειαν ἀπαιτεῖν.
阿波罗多洛在《编年史》中说,他是瑙西法内斯和普拉克西法内斯的听讲者;但他自己并不承认,反而在致欧律洛科斯的信中称自己是自己的老师(自学成才)。而且他和赫尔玛科斯都声称根本没有留基伯这样一个哲学家存在,而有些人(包括伊壁鸠鲁派的阿波罗多洛)却说他是德谟克利特的老师。马格内西亚的德米特里奥斯则说他也听过克塞诺克拉底的讲学。 他用本义而确切的词语来表达事物,文法学家阿里斯托芬批评这种用词极其平庸粗俗。然而他是如此明晰,以至于在《论修辞学》中主张除了明晰性之外不应当要求任何别的东西。
καὶ ἐν ταῖς ἐπιστολαῖς ἀντὶ τοῦ Χαίρειν Εὖ πράττειν καὶ Σπουδαίως ζῆν. Ἀρίστων δέ φησιν ἐν τῷ Ἐπικούρου βίῳ τὸν Κανόνα γράψαι αὐτὸν ἐκ τοῦ Ναυσιφάνους Τρίποδος, οὗ καὶ ἀκοῦσαί φησιν αὐτόν, ἀλλὰ καὶ Παμφίλου τοῦ Πλατωνικοῦ ἐν Σάμῳ. ἄρξασθαί τε φιλοσοφεῖν ἐτῶν ὑπάρχοντα δυοκαίδεκα, ἀφηγήσασθαι δὲ τῆς σχολῆς ἐτῶν ὄντα δύο πρὸς τοῖς τριάκοντα. Ἐγεννήθη δέ, φησὶν Ἀπολλόδωρος ἐν Χρονικοῖς, κατὰ τὸ τρίτον ἔτος τῆς ἐνάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος ἐπὶ Σωσιγένους ἄρχοντος μηνὸς γαμηλιῶνος ἑβδόμῃ, ἔτεσιν ὕστερον τῆς Πλάτωνος τελευτῆς ἑπτά.
并且在书信中,他用“愿你行事康宁”和“愿你真诚生活”来代替通常的问候语“愿你欢喜”。 阿里斯同在《伊壁鸠鲁传》中说,他是根据瑙西法内斯的《三脚祭坛》写成《准绳》的,并说他不仅听过此人的讲学,还在萨摩斯听过柏拉图派庞菲洛斯的讲学。他从十二岁起开始研习哲学,三十二岁时执掌学派。 阿波罗多洛在《编年史》中说,他出生于第一百零九届奥林匹亚德的第三年,当执政官为索西格内斯之时,伽墨利翁月第七日,是在柏拉图去世后第七年。
ὑπάρχοντα δʼ αὐτὸν ἐτῶν δύο καὶ τριάκοντα πρῶτον ἐν Μυτιλήνῃ καὶ Λαμψάκῳ συστήσασθαι σχολὴν ἐπὶ ἔτη πέντε· ἔπειτα οὕτως εἰς Ἀθήνας μετελθεῖν καὶ τελευτῆσαι κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης καὶ εἰκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος ἐπὶ Πυθαράτου ἔτη βιώσαντα δύο πρὸς τοῖς ἑβδομήκοντα. τήν τε σχολὴν διαδέξασθαι Ἕρμαρχον Ἀγεμόρτου Μυτιληναῖον. τελευτῆσαι δʼ αὐτὸν λίθῳ τῶν οὔρων ἐπισχεθέντων2, ὥς φησι καὶ Ἕρμαρχος ἐν ἐπιστολαῖς, ἡμέρας νοσήσαντα τεσσαρεσκαίδεκα. ὅτε καί φησιν Ἕρμιππος ἐμβάντα αὐτὸν εἰς πύελον χαλκῆν κεκραμένην ὕδατι θερμῷ καὶ αἰτήσαντα ἄκρατον ῥοφῆσαι·
他三十二岁时,首先在米提利尼和兰普萨库斯建立了为期五年的学派;随后这才迁往雅典,并在第一百二十七届奥林匹亚德的第二年、皮塔拉托斯任执政官时去世,享年七十二岁。学派由米提利尼人阿格摩尔托斯之子赫尔玛科斯继承。正如赫尔玛科斯在书信中所说,他因结石导致尿闭,患病十四天后去世。赫尔米普斯说,当时他跨入一个灌满温水的青铜浴盆,要了纯葡萄酒一饮而尽,
τοῖς τε φίλοις παραγγείλαντα τῶν δογμάτων μεμνῆσθαι, οὕτω τελευτῆσαι. Καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτω· "χαίρετε, καὶ μέμνησθε τὰ δόγματα· τοῦτʼ Ἐπίκουρος ὕστατον εἶπε φίλοις τοὔπος ἀποφθίμενος· θερμὴν ἐς πύελον γὰρ ἐληλύθεεν καὶ ἄκρατον ἔσπασεν, εἶτʼ Ἀΐδην ψυχρὸν ἐπεσπάσατο." οὗτος μὲν ὁ βίος τἀνδρός, ἥδε 〈δὲ〉 ἡ τελευτή. Καὶ διέθετο ὧδε· “Κατὰ τάδε δίδωμι τὰ ἐμαυτοῦ πάντα Ἀμυνομάχῳ Φιλοκράτους Βατῆθεν καὶ Τιμοκράτει Δημητρίου Ποταμίῳ κατὰ τὴν ἐν τῷ Μητρῴῳ ἀναγεγραμμένην ἑκατέρῳ δόσιν,
并叮嘱朋友们牢记他的教义,就这样断了气。 我们为他所作的题赠诗如下: “永别了,牢记那些教义!这是伊壁鸠鲁 临终之时向朋友们吐露的绝命词; 因为他已迈入温热的浴盆,饮干了烈酒, 随后便将冰冷的冥府招引到了身旁。” 此人的生平如此,其结局亦是如此。 他立下遗嘱如下: “按照下列条款,我将我所有的一切财产赠与巴特区的菲洛克拉特斯之子阿米诺马科斯和波塔莫斯区的德米特里奥斯之子蒂莫克拉特斯,依照在母神庙中为他们各自登记的赠与文书,
ἐφʼ ᾧ τε τὸν μὲν κῆπον3 καὶ τὰ προσόντα αὐτῷ παρέξουσιν Ἑρμάρχῳ Ἀγεμόρτου Μυτιληναίῳ καὶ τοῖς συμφιλοσοφοῦσιν αὐτῷ καὶ οἷς ἂν Ἕρμαρχος καταλίπῃ διαδόχοις τῆς φιλοσοφίας, ἐνδιατρίβειν κατὰ φιλοσοφίαν· καὶ ἀεὶ δὲ τοῖς φιλοσοφοῦσιν ἀπὸ ἡμῶν, ὅπως ἂν συνδιασώσωσιν Ἀμυνομάχῳ καὶ Τιμοκράτει κατὰ τὸ δυνατόν, τὴν ἐν τῷ κήπῳ διατριβὴν παρακατατίθεμαι τοῖς τʼ αὐτῶν κληρονόμοις, ἐν ᾧ ἂν τρόπῳ ἀσφαλέστατον ᾖ, ὅπως ἂν κἀκεῖνοι διατηρῶσιν τὸν κῆπον, καθάπερ καὶ αὐτοὶ οἷς ἂν οἱ ἀπὸ ἡμῶν φιλοσοφοῦντες παραδῶσιν. τὴν δʼ οἰκίαν τὴν ἐν Μελίτῃ παρεχέτωσαν Ἀμυνόμαχος καὶ Τιμοκράτης ἐνοικεῖν Ἑρμάρχῳ καὶ τοῖς μετʼ αὐτοῦ φιλοσοφοῦσιν, ἕως ἂν Ἕρμαρχος ζῇ.
条件是:他们须将花园及其附属物提供给米提利尼人阿格摩尔托斯之子赫尔玛科斯以及与他一同研习哲学的人,以及赫尔玛科斯留下的哲学继承者们,以便他们依循哲学度日;对于那些源自我们一脉研习哲学的人,我也将花园中的生活托付给他们,以便他们尽可能与阿米诺马科斯和蒂莫克拉特斯共同守护,并托付给他们的继承人,以最安全的方式,使他们也能像他们自己对待源自我们一脉的哲学家所托付的人那样去维护花园。阿米诺马科斯和蒂莫克拉特斯须将墨利特区的房屋提供给赫尔玛科斯及与他一同研习哲学的人居住,只要赫尔玛科斯在世。”
- 10.1.13ἀλλʼ ἑαυτοῦ
在否定词 οὔ 之后承前省略了不定式 ἀκοῦσαι,字面结构为 ἀλλʼ ἑαυτοῦ [ἀκοῦσαί φησιν](“而是说听了他自己的讲学”)。这是一种反论修辞,旨在表明他是无师自通的自学者(αὐτοδίδακτος),而非从师于他人的听讲者。
- 10.1.15λίθῳ τῶν οὔρων ἐπισχεθέντων
τῶν οὔρων ἐπισχεθέντων 构成属格独立结构(“尿液受阻”),与格名词 λίθῳ 作为手段或原因与格修饰被动分词 ἐπισχεθέντων。整句表明其死因是“由于结石导致尿闭”。
- 10.1.17ἐφʼ ᾧ τε τὸν μὲν κῆπον
ἐφʼ ᾧ (τε) 为表条件的连词短语,后接将来时直陈式 παρέξουσιν,意为“在……条件下”(属于法律遗嘱的标准程式句式)。随着句意展开,句法结构发生松弛并转入以第一人称主动词 παρακατατίθεμαι(“我托付/寄存”)统摄的补充说明,详细规定受赠人如何为学派维护花园。
