← 第欧根尼·拉尔修

哲人言行录

§10.1.63-10.1.68

灵魂的物体性与感觉原因及其死后消散

伊壁鸠鲁阐明灵魂是由微小原子构成的类似气与热的物体,它与肉体相互依存并构成感觉的主要原因;进而证明灵魂随身体解体而消散并失去感觉,且灵魂绝不可能是非物体的虚空。

← 上一节下一节 →

“Μετὰ δὲ ταῦτα δεῖ συνορᾶν ἀναφέροντα ἐπὶ τὰς αἰσθήσεις καὶ τὰ πάθη—οὕτω γὰρ ἡ βεβαιοτάτη πίστις ἔσται,—ὅτι ἡ ψυχὴ σῶμά ἐστι λεπτομερὲς παρʼ ὅλον τὸ ἄθροισμα παρεσπαρμένον, προσεμφερέστατον δὲ πνεύματι θερμοῦ τινα κρᾶσιν ἔχοντι καὶ πῇ μὲν τούτῳ προσεμφερές, πῇ δὲ τούτῳ· ἔστι δὲ τὸ 〈τρίτον〉 μέρος πολλὴν παραλλαγὴν εἰληφὸς τῇ λεπτομερείᾳ καὶ αὐτῶν τούτων, συμπαθὲς δὲ τούτῳ μᾶλλον καὶ τῷ λοιπῷ ἀθροίσματι· τοῦτο δὲ πᾶν αἱ δυνάμεις τῆς ψυχῆς δηλοῦσι καὶ τὰ πάθη καὶ αἱ εὐκινησίαι καὶ αἱ διανοήσεις καὶ ὧν στερόμενοι θνῄσκομεν1. καὶ μὴν ὅτι ἔχει ἡ ψυχὴ τῆς αἰσθήσεως τὴν πλείστην αἰτίαν δεῖ κατέχειν·

“在这些之后,必须通过参照感觉和情感来把握——因为这样才能获得最坚定的确信——:灵魂是由细微部分构成的物体,散布在整个复合物之中,与带有某种热之混合的气最为相似,并在某些方面与此(气)相似,在某些方面与彼(热)相似;而且存在着〈第三个〉部分,其部分的细微程度即使与这些相比也有很大的差异,并且与这种混合以及其余的复合物有着更大的同感(协同作用)。所有这一切都由灵魂的能力、情感、敏捷的运动、思维活动以及那些一旦被剥夺我们就会死去的要素所显明。此外,必须牢记,灵魂拥有感觉的主要原因。

οὐ μὴν εἰλήφει ἂν ταύτην, εἰ μὴ ὑπὸ τοῦ λοιποῦ ἀθροίσματος ἐστεγάζετό πως. τὸ δὲ λοιπὸν ἄθροισμα παρασκευάσαν ἐκείνῃ τὴν αἰτίαν ταύτην μετείληφε καὶ αὐτὸ τοιούτου συμπτώματος παρʼ ἐκείνης, οὐ μέντοι πάντων ὧν ἐκείνη κέκτηται· διὸ ἀπαλλαγείσης τῆς ψυχῆς οὐκ ἔχει τὴν αἴσθησιν. οὐ γὰρ αὐτὸ ἐν ἑαυτῷ ταύτην ἐκέκτητο τὴν δύναμιν, ἀλλʼ ἕτερον ἅμα συγγεγενημένον αὐτῷ παρεσκεύαζεν2, ὃ διὰ τῆς συντελεσθείσης περὶ αὐτὸ δυνάμεως κατὰ τὴν κίνησιν σύμπτωμα αἰσθητικὸν εὐθὺς ἀποτελοῦν ἑαυτῷ ἀπεδίδου κατὰ τὴν ὁμούρησιν καὶ συμπάθειαν καὶ ἐκείνῳ, καθάπερ εἶπον.

然而,若不是在某种程度上被其余的复合物(身体)所包容遮蔽,灵魂是不会获得这种原因的。而其余的复合物在为灵魂提供了这一原因之后,自身也从灵魂那里分得了一份这样的附随特征(感觉能力),但并未分得灵魂所拥有的一切。因此,当灵魂离去时,身体便不再拥有感觉。因为身体并非在自身之内拥有这种能力,而是与它同时产生的另一事物(灵魂)提供了它;而灵魂凭借着在其运动中围绕自身得以成就的能力,直接为自身产生出感觉的附随特征,并如我所说,根据相邻接性与同感,将其赋予了身体。

“Διὸ δὴ καὶ ἐνυπάρχουσα ἡ ψυχὴ οὐδέποτε ἄλλου τινὸς μέρους ἀπηλλαγμένου ἀναισθητεῖ· ἀλλʼ ἃ ἂν καὶ ταύτης ξυναπόληται τοῦ στεγάζοντος λυθέντος εἴθʼ ὅλου εἴτε καὶ μέρους τινός, ἐάν περ διαμένῃ, ἕξει τὴν αἴσθησιν. τὸ δὲ λοιπὸν ἄθροισμα διαμένον καὶ ὅλον καὶ κατὰ μέρος οὐκ ἔχει τὴν αἴσθησιν ἐκείνου ἀπηλλαγμένου, ὅσον ποτέ ἐστι τὸ συντεῖνον τῶν ἀτόμων πλῆθος εἰς τὴν τῆς ψυχῆς φύσιν. καὶ μὴν καὶ λυομένου τοῦ ὅλου ἀθροίσματος ἡ ψυχὴ διασπείρεται καὶ οὐκέτι ἔχει τὰς αὐτὰς δυνάμεις οὐδὲ κινεῖται, ὥσπερ οὐδʼ αἴσθησιν κέκτηται.

“因此,只要灵魂仍存在于体内,即使身体的某一其他部分被去除,灵魂也绝不会失去感觉;相反,即使在包裹它的身体(无论是全体还是某一部分)解体时,灵魂的某些部分也一同丧失,但只要它尚存,它就仍将拥有感觉。然而,其余的复合物无论是作为整体还是部分地留存,一旦那构成了灵魂本性的全部原子数量离去,身体便不再拥有感觉。此外,当整个复合物解体时,灵魂便四散而去,不再拥有相同的能力,也不再运动,因而也不再拥有感觉。

“Οὐ γὰρ οἷόν τε νοεῖν αὐτὸ αἰσθανόμενον μὴ ἐν τούτῳ τῷ συστήματι καὶ ταῖς κινήσεσι ταύταις χρώμενον, ὅταν τὰ στεγάζοντα καὶ περιέχοντα μὴ τοιαῦτα ᾖ, ἐν οἷς νῦν οὖσα ἔχει ταύτας τὰς κινήσεις. [λέγει ἐν ἄλλοις καὶ ἐξ ἀτόμων αὐτὴν συγκεῖσθαι λειοτάτων καὶ στρογγυλωτάτων, πολλῷ τινι διαφερουσῶν τῶν τοῦ πυρός· καὶ τὸ μέν τι ἄλογον αὐτῆς, ὃ τῷ λοιπῷ παρεσπάρθαι σώματι· τὸ δὲ λογικὸν ἐν τῷ θώρακι, ὡς δῆλον ἔκ τε τῶν φόβων καὶ τῆς χαρᾶς. ὕπνον τε γίνεσθαι τῶν τῆς ψυχῆς μερῶν τῶν παρʼ ὅλην τὴν σύγκρισιν παρεσπαρμένων ἐγκατεχομένων ἢ διαφορουμένων, εἶτα συμπιπτόντων τοῖς ἐπερεισμοῖς. τό τε σπέρμα ἀφʼ ὅλων τῶν σωμάτων φέρεσθαι.]

“因为当包容和围绕着灵魂的各部分不再是那些它如今身处其中而拥有这些运动的部分时,便不可能设想它不在这种构造中且不运用这些运动却能感知。[他在其他著作中说,灵魂由最光滑、最圆滑的原子构成,与火的原子有很大不同;它的某一部分是没有理性的,散布在身体的其余部分;而有理性的部分位于胸部,这从恐惧和喜悦中显而易见;睡眠的发生是因为散布在整个复合物中的灵魂各部分被压制或被驱散,随后随着支撑物的崩塌而陷落;精液则来自整个身体。]

“Ἀλλὰ μὴν καὶ τόδε γε δεῖ προσκατανοεῖν, ὅ τι τὸ ἀσώματον λέγομεν κατὰ τὴν πλείστην ὁμιλίαν τοῦ ὀνόματος ἐπὶ τοῦ καθʼ ἑαυτὸ νοηθέντος ἄν3· καθʼ ἑαυτὸ δὲ οὐκ ἔστι νοῆσαι τὸ ἀσώματον πλὴν τοῦ κενοῦ. τὸ δὲ κενὸν οὔτε ποιῆσαι οὔτε παθεῖν δύναται, ἀλλὰ κίνησιν μόνον διʼ ἑαυτοῦ τοῖς σώμασι παρέχεται. ὥστε οἱ λέγοντες ἀσώματον εἶναι τὴν ψυχὴν ματαΐζουσιν. οὐθὲν γὰρ ἂν ἐδύνατο ποιεῖν οὔτε πάσχειν, εἰ ἦν τοιαύτη· νῦν δʼ ἐναργῶς ἀμφότερα ταῦτα διαλαμβάνεται περὶ τὴν ψυχὴν τὰ συμπτώματα.

“而且,还必须进一步理解这一点:按照该名词最普遍的用法,我们所说的‘无形之物(非物体)’是指能够被独立构想的事物;然而除了虚空之外,不可能独立构想任何无形之物。而虚空既不能施加作用也不能承受作用,仅仅是通过自身为物体提供运动的场所。因此,那些宣称灵魂是无形之物的人,完全是在妄言。因为如果灵魂是那样一种性质,它就绝不可能施加作用或承受作用;但实际上,这两类附随特征显然都在灵魂周围被观察到。

“Ταῦτα οὖν πάντα τὰ διαλογίσματα τὰ περὶ ψυχῆς ἀνάγων τις ἐπὶ τὰ πάθη καὶ τὰς αἰσθήσεις, μνημονεύων τῶν ἐν ἀρχῇ ῥηθέντων, ἱκανῶς κατόψεται τοῖς τύποις ἐμπεριειλημμένα εἰς τὸ κατὰ μέρος ἀπὸ τούτων ἐξακριβοῦσθαι βεβαίως. “Ἀλλὰ μὴν καὶ τὰ σχήματα καὶ τὰ χρώματα καὶ τὰ μεγέθη καὶ τὰ βάρη καὶ ὅσα ἄλλα κατηγορεῖται σώματος ὡσανεὶ συμβεβηκότα ἢ πᾶσιν ἢ τοῖς ὁρατοῖς καὶ κατὰ τὴν αἴσθησιν αὐτὴν γνωστά, οὔθʼ ὡς καθʼ ἑαυτάς εἰσι φύσεις δοξαστέον4—οὐ γὰρ δυνατὸν ἐπινοῆσαι τοῦτο—

“因此,任何人只要把关于灵魂的这一切思考引向情感和感觉,并牢记开篇所说的话,就将充分把握包含在这些纲要中的内容,从而能够在此基础上确凿地对各部分进行精确探究。“此外,形状、颜色、体积、重量,以及其他一切作为附随性质被述及于物体的特征——无论是对一切物体,还是对那些可见且通过感觉本身即可认识的物体——绝不可被认为在自身中是独立的本性,因为这是根本不可能设想的——”

语法注4 条
  1. 10.1.63ὧν στερόμενοι θνῄσκομεν

    这是省略了先行指示代名词(τούτων)的关系从句。由于动词 στερέω 要求支配分离属格,关系代词 ὧν 呈现为属格,意为“凡被剥夺便导致我们死亡的那些事物(即维持生命的关键要素)”。

  2. 10.1.64ἀλλʼ ἕτερον ἅμα συγγεγενημένον αὐτῷ παρεσκεύαζεν

    паρεσκεύαζεν 的主语是 ἕτερον ἅμα συγγεγενημένον αὐτῷ(“与身体同时产生的另一事物”,即灵魂),其宾语(“这一能力”)承前省略。随后的关系代词 ὃ 以 ἕτερον 为先行词,并统摄动词 ἀπεδίδου。

  3. 10.1.67ἐπὶ τοῦ καθʼ ἑαυτὸ νοηθέντος ἄν

    这是带有 ἄν 的冠词分词结构,表潜在或可能性(相当于 ἐπὶ τούτου ὃ καθʼ ἑαυτὸ νοηθείη ἄν),意为“对于能够独立被构想之物”。这构成了其论证的前提:除了虚空,不存在其他可以独立存在的无形实体。

  4. 10.1.68οὔθʼ ὡς καθʼ ἑαυτάς εἰσι φύσεις δοξαστέον

    句首列举的各类名词(τὰ σχήματα καὶ τὰ χρώματα...)与动形容词 δοξαστέον 及其后的 ὡς 从句构成关联。全句在 τοῦτο 处留下破折号中断,并在下一段中继续展开(构成 οὔτε... οὔτε 对应的首半部分)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.63-10.1.68