- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.58-10.1.62
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-30
本节论述了感觉和原子中不可分割的极小单位(界限)作为度量标准的性质与功能,进而阐明了无限空间中上下方向的规定、原子在虚空中具有均等速度的原理,以及复合物中宏观速度差异的成因。
“Τό τε ἐλάχιστον τὸ ἐν τῇ αἰσθήσει δεῖ κατανοεῖν ὅτι1 οὔτε τοιοῦτόν ἐστιν οἷον τὸ τὰς μεταβάσεις ἔχον οὔτε πάντῃ πάντως ἀνόμοιον, ἀλλʼ ἔχον μέν τινα κοινότητα τῶν μεταβατῶν, διάληψιν δὲ μερῶν οὐκ ἔχον· ἀλλʼ ὅταν διὰ τὴν τῆς κοινότητος προσεμφέρειαν οἰηθῶμεν διαλήψεσθαί τι αὐτοῦ, τὸ μὲν ἐπιτάδε, τὸ δὲ ἐπέκεινα, τὸ ἴσον ἡμῖν δεῖ προσπίπτειν. ἑξῆς τε θεωροῦμεν ταῦτα ἀπὸ τοῦ πρώτου καταρχόμενοι καὶ οὐκ ἐν τῷ αὐτῷ, οὐδὲ μέρεσι μερῶν ἁπτόμενα, ἀλλʼ ἢ ἐν τῇ ἰδιότητι τῇ ἑαυτῶν τὰ μεγέθη καταμετροῦντα, τὰ πλείω πλεῖον καὶ τὰ ἐλάττω ἔλαττον.
“同样,关于感觉中的极小单位,必须理解它既非那种容许部分过渡的事物,也非在一切方面完全不同,而是与容许过渡之物具有某种共通性,却不具有各部分的区分。然而,每当我们由于这种共通性的相似,自以为能够区分出它的某一部分——这一边或那一边——时,一个等同的部分便必然呈现在我们面前。我们从第一个开始顺次观察它们,而不是在同一个位置中,也不是以部分相接触,而是以其自身的独特性来量度体积,数量较多的部分量度较大的体积,数量较少的部分量度较小的体积。
“Ταύτῃ τῇ ἀναλογίᾳ νομιστέον καὶ τὸ ἐν τῇ ἀτόμῳ ἐλάχιστον κεχρῆσθαι· μικρότητι γὰρ ἐκεῖνο δῆλον ὡς διαφέρει τοῦ κατὰ τὴν αἴσθησιν θεωρουμένου, ἀναλογίᾳ δὲ τῇ αὐτῇ κέχρηται. ἐπεί περ καὶ ὅτι μέγεθος ἔχει ἡ ἄτομος, κατὰ τὴν ἐνταῦθα ἀναλογίαν κατηγορήσαμεν, μικρόν τι μόνον μακρὰν ἐκβαλόντες. ἔτι τε τὰ ἐλάχιστα καὶ ἀμιγῆ πέρατα δεῖ νομίζειν τῶν μηκῶν τὸ καταμέτρημα ἐξ αὑτῶν πρώτων τοῖς μείζοσι καὶ ἐλάττοσι παρασκευάζοντα τῇ διὰ λόγου θεωρίᾳ ἐπὶ τῶν ἀοράτων. ἡ γὰρ κοινότης ἡ ὑπάρχουσα αὐτοῖς πρὸς τὰ ἀμετάβολα ἱκανὴ τὸ μέχρι τούτου συντελέσαι, συμφόρησιν δὲ ἐκ τούτων κίνησιν ἐχόντων οὐχ οἷόν τε γίνεσθαι.
“必须认为,原子中的极小单位也是依据这一类比在起作用的。因为显然,它在微小程度上与由感觉所观察到的极小单位有所不同,但遵循着相同的类比。因为事实上,我们断言原子具有体积,也正是依据这里的类比,仅仅是将微小的尺度投射得很远而已。此外,必须认为,在通过理智对不可见之物进行考察时,这些极小且不可混杂的界限,以其自身作为最初的单元,为更大和更小的长度提供了量度标准。因为它们与不可变之物所共有的特性,足以完成达到这一步的功能,但由这些具有运动的极小部分汇聚成整体,却是不可能的。
“Καὶ μὴν καὶ τοῦ ἀπείρου ὡς μὲν ἀνωτάτω καὶ κατώτατω οὐ δεῖ κατηγορεῖν τὸ ἄνω ἢ κάτω. ἴσμεν μέντοι τὸ ὑπὲρ κεφαλῆς, ὅθεν ἂν στῶμεν, εἰς ἄπειρον ἄγειν ὄν, μηδέποτε φανεῖσθαι τοῦτο ἡμῖν, ἢ τὸ ὑποκάτω τοῦ νοηθέντος εἰς ἄπειρον, ἅμα ἄνω τε εἶναι καὶ κάτω πρὸς τὸ αὐτό· τοῦτο γὰρ ἀδύνατον διανοηθῆναι. ὥστε ἔστι μίαν λαβεῖν φορὰν τὴν ἄνω νοουμένην εἰς ἄπειρον καὶ μίαν τὴν κάτω, ἂν καὶ μυριάκις πρὸς τοὺς πόδας τῶν ἐπάνω τὸ παρʼ ἡμῶν φερόμενον εἰς τοὺς ὑπὲρ κεφαλῆς ἡμῶν τόπους ἀφικνῆται ἢ ἐπὶ τὴν κεφαλὴν τῶν ὑποκάτω τὸ παρʼ ἡμῶν κάτω φερόμενον· ἡ γὰρ ὅλη φορὰ οὐθὲν ἧττον ἑκατέρα ἑκατέρᾳ ἀντικειμένη ἐπʼ ἄπειρον νοεῖται.
“此外,对于无限,绝不可断言存在着作为‘最高’或‘最低’意义上的‘上’或‘下’。然而我们知晓,无论我们站在哪里,头顶上方的空间都通往无限,而这——或者在构想到无限的足下空间——绝不可能在相对于同一点时,在我们面前同时显得既在‘上’又在‘下’;因为这是根本不可能想象的。因此,可以设定一条被设想为朝向无限的上向运动,以及一条朝向无限的下向运动,即便从我们这里向着我们头顶上方的位置运送之物,千百次地到达了上方之人的脚下,或者从我们这里向下运送之物到达了下方之人的头上;因为每一种整体运动依然被设想为在朝向无限的维度上彼此相对立。
“Καὶ μὴν καὶ ἰσοταχεῖς ἀναγκαῖον τὰς ἀτόμους εἶναι, ὅταν διὰ τοῦ κενοῦ εἰσφέρωνται μηθενὸς ἀντικόπτοντος. οὔτε γὰρ τὰ βαρέα θᾶττον οἰσθήσεται τῶν μικρῶν καὶ κούφων, ὅταν γε δὴ μηδὲν ἀπαντᾷ αὐτοῖς· οὔτε τὰ μικρὰ τῶν μεγάλων, πάντα πόρον σύμμετρον ἔχοντα, ὅταν μηθὲν μηδὲ ἐκείνοις ἀντικόπτῃ· οὔθʼ ἡ ἄνω οὔθʼ ἡ εἰς τὸ πλάγιον διὰ τῶν κρούσεων φορά, οὔθʼ ἡ κάτω διὰ τῶν ἰδίων βαρῶν. ἐφʼ ὁπόσον γὰρ ἂν κατίσχῃ ἑκάτερον, ἐπὶ τοσοῦτον ἅμα νοήματι2 τὴν φορὰν σχήσει, ἕως ἀντικόψῃ ἢ ἔξωθεν ἢ ἐκ τοῦ ἰδίου βάρους πρὸς τὴν τοῦ πλήξαντος δύναμιν.
“此外,只要没有阻碍,原子在穿过虚空运动时必然也是等速的。因为只要没有任何东西阻挡它们,沉重的原子绝不会比微小而轻巧的原子运动得更快;只要没有任何东西阻碍它们,并且它们拥有与之一切相适应的孔隙,微小的原子也不会比巨大的原子运动得更快;无论是由于撞击而朝向上方或侧向的运动,还是由于其自身的重力而朝向下方的运动,都是如此。因为无论哪种力量占据优势,在受到外部阻碍或由自身重力对抗撞击力量之前,其运动都将在瞬间(如思想般迅速地)维持其势头。
“Ἀλλὰ μὴν καὶ κατὰ τὰς συγκρίσεις θάττων ἑτέρα ἑτέρας 〈φορ〉ηθήσεται τῶν ἀτόμων ἰσοταχῶν οὐσῶν, τῷ ἐφʼ ἕνα τόπον φέρεσθαι3 τὰς ἐν τοῖς ἀθροίσμασιν ἀτόμους κατὰ τὸν ἐλάχιστον συνεχῆ χρόνον, εἰ 〈καὶ〉 μὴ ἐφʼ ἕνα κατὰ τοὺς λόγῳ θεωρητοὺς χρόνους· ἀλλὰ πυκνὸν ἀντικόπτουσιν, ἕως ἂν ὑπὸ τὴν αἴσθησιν τὸ συνεχὲς τῆς φορᾶς γίνηται. τὸ γὰρ προσδοξαζόμενον περὶ τοῦ ἀοράτου, ὡς ἄρα καὶ οἱ διὰ λόγου θεωρητοὶ χρόνοι τὸ συνεχὲς τῆς φορᾶς ἕξουσιν, οὐκ ἀληθές ἐστιν ἐπὶ τῶν τοιούτων· ἐπεὶ τό γε θεωρούμενον πᾶν ἢ κατʼ ἐπιβολὴν λαμβανόμενον τῇ διανοίᾳ ἀληθές ἐστι.
“然而在复合物中,尽管原子具有均等的速度,一个物体却会比另一个物体运动得更快。这是因为复合物中的原子在最小的连续时间段内朝向一个地点运动,即使在理智所考量的时间段内并非朝向同一个地点;相反,它们频繁地相互碰撞,直到运动的连续性能够呈现在感觉之下。因为对于不可见之物所附加的推测——即理智所考量的时间段也将具有运动的连续性——在诸如此类的事物中并非真实;因为唯有通过直观所观察到的一切,或通过心智的专注所把握到的东西,才是真实的。”
- 10.1.58Τό τε ἐλάχιστον τὸ ἐν τῇ αἰσθήσει δεῖ κατανοεῖν ὅτι
提前句式(prolepsis),逻辑上作为从属从句(ὅτι从句)主语的名词短语“Τό τε ἐλάχιστον τὸ ἐν τῇ αἰσθήσει”被前置,作为主句动词“κατανοεῖν”的宾语。其句意等同于“ὅτι τὸ ἐλάχιστον τὸ ἐν τῇ αἰσθήσει οὔτε τοιοῦτόν ἐστιν...”。
- 10.1.61ἅμα νοήματι
方式或随伴与格,意为“如思维一般迅速”或“在思维的瞬间(瞬间地)”。这是用来表示原子在虚空中不受阻碍时以不可思议的极速运动的习用表达,随后由“ἕως ἀντικόψῃ...”引出其受到外部碰撞或重力反向抵抗前的状态。
- 10.1.62τῷ ἐφʼ ἕνα τόπον φέρεσθαι
带冠词的与格不定式(动名词)“τῷ... φέρεσθαι”,表示原因或方式(“由于/凭借朝向同一个地点运动”)。它解释了主句中关于复合物运动速度存在快慢差异(“θάττων ἑτέρα ἑτέρας 〈φορ〉ηθήσεται”)的原因。
