← 第欧根尼·拉尔修

哲人言行录

§10.1.53-10.1.57

听觉与嗅觉的机制及原子的基本性质

伊壁鸠鲁阐明声音与气味通过物体散发的微粒流得以传达的机制,论证原子除形状、重量和体积外不具备其他性质且永恒不灭,并进一步驳斥了限定物体内部包含无限微粒以及朝向更小方向无限分割的观点。

← 上一节下一节 →

ἄνευ γὰρ ἀναφερομένης τινὸς ἐκεῖθεν συμπαθείας οὐκ ἂν γένοιτο ἡ τοιαύτη ἐπαίσθησις. οὐκ αὐτὸν οὖν δεῖ νομίζειν τὸν ἀέρα ὑπὸ τῆς προιεμένης φωνῆς ἢ καὶ τῶν ὁμογενῶν σχηματίζεσθαι—πολλὴν γὰρ ἔνδειαν ἕξει τοῦτο πάσχων ὑπʼ ἐκείνης, —ἀλλʼ εὐθὺς τὴν γινομένην πληγὴν ἐν ἡμῖν, ὅταν φωνὴν ἀφίωμεν, τοιαύτην ἔκθλιψιν ὄγκων τινῶν ῥεύματος πνευματώδους ἀποτελεστικῶν ποιεῖσθαι1, ἣ τὸ πάθος τὸ ἀκουστικὸν ἡμῖν παρασκευάζει. “Καὶ μὴν καὶ τὴν ὀσμὴν νομιστέον, ὥσπερ καὶ τὴν ἀκοὴν οὐκ ἄν ποτε οὐθὲν πάθος ἐργάσασθαι, εἰ μὴ ὄγκοι τινὲς ἦσαν ἀπὸ τοῦ πράγματος ἀποφερόμενοι σύμμετροι πρὸς τοῦτο τὸ αἰσθητήριον κινεῖν, οἱ μὲν τοῖοι τεταραγμένως καὶ ἀλλοτρίως, οἱ δὲ τοῖοι ἀταράχως καὶ οἰκείως ἔχοντες.

因为若没有从那里传导而来的某种感应,这样的感知便不可能产生。因此绝不应当认为,空气本身被发出的声音或同类事物所赋形——因为如果空气由此遭受这种作用,它将会暴露出极大的不足——;相反,应当认为,当我们发出声音时在我们内部所产生的冲击,立刻促使某些能够产生气流的微粒被挤压出来,正是这种挤压在我们内部造成了听觉反应。 “此外,还必须认为嗅觉正如听觉一样,若非有某些从物体上脱离而出的微粒,其尺度适合于激发该感觉器官,它们绝不会产生任何反应,其中一些微粒处于混乱且不调和的状态,另一些则处于平静且调和的状态。

“Καὶ μὴν καὶ τὰς ἀτόμους νομιστέον μηδεμίαν ποιότητα τῶν φαινομένων προσφέρεσθαι πλὴν σχήματος καὶ βάρους καὶ μεγέθους καὶ ὅσα ἐξ ἀνάγκης σχήματος συμφυῆ ἐστι. ποιότης γὰρ πᾶσα μεταβάλλει· αἱ δὲ ἄτομοι οὐδὲν μεταβάλλουσιν, ἐπειδή περ δεῖ τι ὑπομένειν ἐν ταῖς διαλύσεσι τῶν συγκρίσεων στερεὸν καὶ ἀδιάλυτον, ὃ τὰς μεταβολὰς οὐκ εἰς τὸ μὴ ὂν ποιήσεται οὐδʼ ἐκ τοῦ μὴ ὄντος, ἀλλὰ κατὰ μεταθέσεις ἐν πολλοῖς, τινῶν δὲ καὶ προσόδους καὶ ἀφόδους. ὅθεν ἀναγκαῖον τὰ μετατιθέμενα ἄφθαρτα εἶναι καὶ τὴν τοῦ μεταβάλλοντος φύσιν οὐκ ἔχοντα, ὀγκοὺς δὲ καὶ σχηματισμοὺς ἰδίους· ταῦτα γὰρ καὶ ἀναγκαῖον ὑπομένειν.

“此外,还必须认为原子除了形状、重量、体积以及必然与形状内在相连的一切之外,并不带任何现象之物的性质。因为所有性质都是变化的,而原子则毫无变化,既然在复合物的分解中必然要留下某种坚实而不可分之物,它既不会把变化导向非存在,也不会使变化产生自非存在,而是在多数情况下通过位置变换,以及通过某些部分的加入和离去来完成。因此,发生位置变换之物必然是不灭的,它们不具有变化之物的本性,而具有其固有的微粒与构型;因为这些也正是必然残存下来的东西。

“Καὶ γὰρ ἐν τοῖς παρʼ ἡμῖν μετασχηματιζομένοις κατὰ τὴν περιαίρεσιν τὸ σχῆμα ἐνυπάρχον λαμβάνεται, αἱ δὲ ποιότητες οὐκ ἐνυπάρχουσαι ἐν τῷ μεταβάλλοντι, ὥσπερ ἐκεῖνο καταλείπεται, ἀλλʼ ἐξ ὅλου τοῦ σώματος ἀπολλύμεναι. ἱκανὰ οὖν τὰ ὑπολειπόμενα ταῦτα τὰς τῶν συγκρίσεων διαφορὰς ποιεῖν, ἐπειδή περ ὑπολείπεσθαί γέ τινα ἀναγκαῖον καὶ μὴ εἰς τὸ μὴ ὂν φθείρεσθαι. “Ἀλλὰ μὴν οὐδὲ δεῖ νομίζειν πᾶν μέγεθος ἐν ταῖς ἀτόμοις ὑπάρχειν, ἵνα μὴ τὰ φαινόμενα ἀντιμαρτυρῇ· παραλλαγὰς δέ τινας μεγεθῶν νομιστέον εἶναι. βέλτιον γὰρ καὶ τούτου προσόντος τὰ κατὰ τὰ πάθη καὶ τὰς αἰσθήσεις γινόμενα ἀποδοθήσεται.

“因为在我们周围那些改变形状的事物中,形状在剥离过程中被把握为内在固有的,而性质却不像形状被保留下来那样内在固存于变化之物中,而是从整个物体中消灭了。因此,既然必然有某些东西留存下来而不毁灭于非存在,那么这些留存下来的东西就足以造成复合物的差异。 “然而绝不应当认为原子中存在着一切体积,以免现象产生相悖的证明;相反,必须认为存在着体积的某些差异。因为有了这一特性的补充,与反应和感觉相关的事象便能得到更好的解释。

πᾶν δὲ μέγεθος ὑπάρχειν οὔτε χρήσιμόν ἐστι πρὸς τὰς τῶν ποιοτήτων διαφοράς, ἀφῖχθαί τε ἅμʼ ἔδει καὶ πρὸς ἡμᾶς ὁρατὰς ἀτόμους· ὃ οὐ θεωρεῖται γινόμενον οὔθʼ ὅπως ἂν γένοιτο ὁρατὴ ἄτομος ἔστιν ἐπινοῆσαι. “Πρὸς δὲ τούτοις οὐ δεῖ νομίζειν ἐν τῷ ὡρισμένῳ σώματι ἀπείρους ὄγκους εἶναι οὐδʼ ὁπηλίκους οὖν. ὥστε οὐ μόνον τὴν εἰς ἄπειρον τομὴν ἐπὶ τοὔλαττον ἀναιρετέον, ἵνα μὴ πάντα ἀσθενῆ ποιῶμεν κἀν ταῖς περιλήψεσι τῶν ἀθρόων εἰς τὸ μὴ ὂν ἀναγκαζώμεθα τὰ ὄντα θλίβοντες καταναλίσκειν2, ἀλλὰ καὶ τὴν μετάβασιν μὴ νομιστέον γίνεσθαι ἐν τοῖς ὡρισμένοις εἰς ἄπειρον μηδʼ ἐπὶ τοὔλαττον.

原子的体积应有尽有,对于解释性质的差异不仅毫无用处,而且理应同时已有肉眼可见的原子到达我们面前;但这一点并未被观察到发生,我们也无法想象原子如何能够成为可见的。 “在这些之外,绝不应当认为在一个限定的物体中存在着无限的微粒,无论其大小如何。因此,不仅必须否定朝向更小方向的无限分割,以免我们使一切事物变得脆弱,并在对总体的把握中被迫通过压碎实在物而将其消耗于非存在;而且绝不应当认为在限定事物内部会发生朝向无限或朝向更小方向的过渡。

“Οὔτε γὰρ ὅπως, ἐπειδὰν ἅπαξ τις εἴπῃ ὅτι ἄπειροι ὄγκοι ἔν τινι ὑπάρχουσιν ἢ ὁπηλίκοι οὖν, ἔστι νοῆσαι ὅπως ἂν ἔτι τοῦτο πεπερασμένον εἴη τὸ μέγεθος. πηλίκοι γάρ τινες δῆλον ὡς οἱ ἄπειροί εἰσιν ὄγκοι· καὶ οὗτοι ὁπηλίκοι ἄν ποτε ὦσιν, ἄπειρον ἂν ἦν καὶ τὸ μέγεθος. ἄκρον τε ἔχοντος τοῦ πεπερασμένου διαληπτόν, εἰ μὴ καὶ καθʼ ἑαυτὸ θεωρητόν, οὐκ ἔστι μὴ οὐ καὶ τὸ ἑξῆς τούτου τοιοῦτον νοεῖν3 καὶ οὕτω κατὰ τὸ ἑξῆς εἰς τοὔμπροσθεν βαδίζοντα εἰς τὸ ἄπειρον ὑπάρχειν καὶ τὸ τοιοῦτον ἀφικνεῖσθαι τῇ ἐννοίᾳ.

“因为一旦有人声称在某物中存在着无限的、或无论何等大小的微粒,人们便绝不可能想象这一体积如何还能是有限的。因为很显然,这无限的微粒各自具有一定的体积;而无论这些微粒是多大,其总体积也将是无限的。既然有限之物具有一个即便本身不可观察、却可通过思维加以辨识的界限(端点),那么就不可能不去设想与其相邻接之物也具有这种性质,从而顺次向前推进,在思维中也能够达到如此这般的无限境界。”

语法注3 条
  1. 10.1.53ἀλλʼ εὐθὺς τὴν γινομένην πληγὴν ἐν ἡμῖν... τοιαύτην ἔκθλιψιν ὄγκων τινῶν... ποιεῖσθαι

    此句为依赖于 δεῖ νομίζειν 的宾格加不定式结构,与前面的 οὐκ αὐτὸν... τὸν ἀέρα... σχηματίζεσθαι 相对比。宾格短语 τὴν γινομένην πληγὴν 充当不定式 ποιεῖσθαι 的逻辑主语,中间态不定式表示该冲击直接自身促成微粒的挤出。

  2. 10.1.56κἀν ταῖς περιλήψεσι τῶν ἀθρόων εἰς τὸ μὴ ὂν ἀναγκαζώμεθα τὰ ὄντα θλίβοντες καταναλίσκειν

    在 ἵνα μή 引导的目的从句中,虚拟式动词 ἀναγκαζώμεθα 支配不定式 καταναλίσκειν,分词 θλίβοντες 表示手段:警示人们在对复合物整体进行理性把握时,避免因无限分割而将实在物压缩并消耗至非存在。

  3. 10.1.57ἄκρον τε ἔχοντος τοῦ πεπερασμένου διαληπτόν... οὐκ ἔστι μὴ οὐ καὶ τὸ ἑξῆς τούτου τοιοῦτον νοεῖν

    前半句为属格独立结构 ἄκρον... ἔχοντος τοῦ πεπερασμένου,其中 διαληπτόν 作表语('具有可辨析的端点')。后半句 οὐκ ἔστι μὴ οὐ 加不定式 νοεῖν 是经典的双重否定结构,表示强烈的必然性:'不可能不认为……'。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.53-10.1.57