← 第欧根尼·拉尔修

哲人言行录

§10.1.47-10.1.52

影像的速度、感觉机制与错误的产生

伊壁鸠鲁阐明在理性辨析的时间单位内物体不可能同时到达多处,论述了影像(流出物)的极高速度与生成机制,说明感知源于外来影像的进入。他指出表象本身真实无妄,错误全在于人对表象附加的主观判断未经证实或被证伪,并进而解释了听觉的流体构成原理。

← 上一节下一节 →

“Οὐ μὴν οὐδʼ ἅμα κατὰ τοὺς διὰ λόγου θεωρητοὺς χρόνους1 αὐτὸ τὸ φερόμενον σῶμα ἐπὶ τοὺς πλείους τόπους ἀφικνεῖται — ἀδιανόητον γάρ,— καὶ τοῦτο συναφικνούμενον ἐν αἰσθητῷ χρόνῳ ὅθεν δήποθεν τοῦ ἀπείρου οὐκ ἐξ οὗ ἂν περιλάβωμεν τὴν φορὰν τόπου ἔσται ἀφιστάμενον· ἀντικοπῇ γὰρ ὅμοιον ἔσται, κἂν μέχρι τοσούτου τὸ τάχος τῆς φορᾶς μὴ ἀντικόπτον καταλίπωμεν. χρήσιμον δὴ καὶ τοῦτο κατασχεῖν τὸ στοιχεῖον. εἶθʼ ὅτι τὰ εἴδωλα ταῖς λεπτότησιν ἀνυπερβλήτοις κέχρηται, οὐθὲν ἀντιμαρτυρεῖ τῶν φαινομένων· ὅθεν καὶ τάχη ἀνυπέρβλητα ἔχει, πάντα πόρον σύμμετρον ἔχοντα πρὸς τῷ 〈τῷ〉 ἀπείρῳ αὐτῶν μηθὲν ἀντικόπτειν ἢ ὀλίγα ἀντικόπτειν, πολλαῖς δὲ καὶ ἀπείροις εὐθὺς ἀντικόπτειν τι.

“而且,在理性可辨析的时间内,运动着的物体本身绝不会同时到达多个地点——因为这是不可思议的——;即使该物体在可感觉的时间内从无限的任何地方共同到达,它也不会是从我们所把握其运动的那个地点离开的;因为即便我们假定其运动速度在此之前完全不受阻碍,这也将等同于受到了阻碍。牢记这一原理确实是有用的。其次,影像具有无与伦比的精微度,这一点并不受到任何现象的相悖证明;因此它们也具有无与伦比的速度,因为它们拥有与一切通道相称的尺度,使得与原子的无限相比,没有任何东西或极少有东西阻碍它们,而对于多数乃至无限的原子而言,则立刻就会遇到某种阻碍。

“Πρός τε τούτοις, ὅτι ἡ γένεσις τῶν εἰδώλων ἅμα νοήματι2 συμβαίνει. καὶ γὰρ ῥεῦσις ἀπὸ τῶν σωμάτων τοῦ ἐπιπολῆς συνεχής, οὐκ ἐπίδηλος τῇ μειώσει διὰ τὴν ἀνταναπλήρωσιν, σῴζουσα τὴν ἐπὶ τοῦ στερεμνίου θέσιν καὶ τάξιν τῶν ἀτόμων ἐπὶ πολὺν χρόνον, εἰ καὶ ἐνίοτε συγχεομένη ὑπάρχει, καὶ συστάσεις ἐν τῷ περιέχοντι ὀξεῖαι διὰ τὸ μὴ δεῖν κατὰ βάθος τὸ συμπλήρωμα γίνεσθαι, καὶ ἄλλοι δὲ τρόποι τινὲς γεννητικοὶ τῶν τοιούτων φύσεων εἰσίν. οὐθὲν γὰρ τούτων ἀντιμαρτυρεῖται ταῖς αἰσθήσεσιν, ἂν βλέπῃ τίς τινα τρόπον τὰς ἐναργείας ἵνα καὶ τὰς συμπαθείας ἀπὸ τῶν ἔξωθεν πρὸς ἡμᾶς ἀνοίσει.

“除这些之外,影像的生成与思想的速度是同时发生的。因为从物体表面持续不断地有流出物产生,由于相互补充,这流出不会因体积减少而显露出来,它在很长时间内保持着原子在坚实物体上的排列与秩序,即便有时它也会发生混乱;此外,在周围空间中发生迅速的结合,这是因为充填过程并不需要在深层发生;并且还存在能够产生此类本性的其他某些方式。因为只要人们审视如何将自外界向我们而来的感应回溯到明晰感知上,所有这些都不会受到感觉的相悖证明。

“Δεῖ δὲ καὶ νομίζειν ἐπεισιόντος τινὸς ἀπὸ τῶν ἔξωθεν ὁρᾶν ἡμᾶς καὶ διανοεῖσθαι· οὐ γὰρ ἂν ἐναποσφραγίσαιτο τὰ ἔξω τὴν ἑαυτῶν φύσιν τοῦ τε χρώματος καὶ τῆς μορφῆς διὰ τοῦ ἀέρος τοῦ μεταξὺ ἡμῶν τε κἀκείνων, οὐδὲ διὰ τῶν ἀκτίνων ἢ ὡνδήποτε ῥευμάτων ἀφʼ ἡμῶν πρὸς ἐκεῖνα παραγινομένων, οὕτως ὡς τύπων τινῶν ἐπεισιόντων ἡμῖν ἀπὸ τῶν πραγμάτων ὁμοχρόων τε καὶ ὁμοιομόρφων κατὰ τὸ ἐναρμόττον μέγεθος εἰς τὴν ὄψιν ἢ τὴν διάνοιαν, ὠκέως ταῖς φοραῖς χρωμένων,

“而且必须认为,我们是通过从外界进入的某种东西来进行观看和思惟的;因为外在事物无法通过我们与它们之间的空气,也无法通过从我们走向它们的射线或任何流出物,将它们自身的颜色与形态本性印刻下来,其印刻效果绝不如由物体进入我们内部的某些具有相同颜色与相似形状、大小适合于视觉或思惟的轮廓那样,这些轮廓以迅速的运动行进,

εἶτα διὰ ταύτην τὴν αἰτίαν τοῦ ἐνὸς καὶ συνεχοῦς τὴν φαντασίαν ἀποδιδόντων καὶ τὴν συμπάθειαν ἀπὸ τοῦ ὑποκειμένου σῳζόντων κατὰ τὸν ἐκεῖθεν σύμμετρον ἐπερεισμὸν ἐκ τῆς κατὰ βάθος ἐν τῷ στερεμνίῳ τῶν ἀτόμων πάλσεως. καὶ ἣν ἂν λάβωμεν φαντασίαν ἐπιβλητικῶς τῇ διανοίᾳ ἢ τοῖς αἰσθητηρίοις εἴτε μορφῆς εἴτε συμβεβηκότων, μορφή ἐστιν αὕτη τοῦ στερεμνίου, γινομένη κατὰ τὸ ἑξῆς πύκνωμα ἢ ἐγκατάλειμμα τοῦ εἰδώλου· τὸ δὲ ψεῦδος καὶ τὸ διημαρτημένον ἐν τῷ προσδοξαζομένῳ3 ἀεί ἐστιν 〈ἐπὶ τοῦ προσμένοντοσ〉 ἐπιμαρτυρηθήσεσθαι ἢ μὴ ἀντιμαρτυρηθήσεσθαι, εἶτʼ οὐκ ἐπιμαρτυρουμένου 〈ἢ ἀντιμαρτυρουμένου〉 [κατά τινα κίνησιν ἐν ἡμῖν αὐτοῖς συνημμένην τῇ φανταστικῇ ἐπιβολῇ, διάληψιν δὲ ἔχουσαν, καθʼ ἣν τὸ ψεῦδος γίνεται.]

然后由于这个原因呈现出单一且连续之物的表象,并按照来自坚实物体深处的原子振动所产生的相应冲击,保持着来自基础实体的感应。无论我们通过理智或感觉器官在直观把握中所获得的表象是什么,无论是形态的还是偶性的,这都是坚实物体的形态,它是按照影像的连续密集体或残留物而产生的;但虚假与错误始终存在于针对〈等待〉被证实或不被证伪之物所作出的附加判断中,并在随后未被证实〈或被证伪〉时产生〔根据我们自身内部与表象直观把握相连、但具有独立判断的某种运动,虚假正是据此而产生的〕。

“Ἥ τε γὰρ ὁμοιότης τῶν φαντασμῶν οἱονεὶ ἐν εἰκόνι λαμβανομένων ἢ καθʼ ὕπνους γινομένων ἢ κατʼ ἄλλας τινὰς ἐπιβολὰς τῆς διανοίας ἢ τῶν λοιπῶν κριτηρίων οὐκ ἄν ποτε ὑπῆρχε τοῖς οὖσί τε καὶ ἀληθέσι προσαγορευομένοις, εἰ μὴ ἦν τινα καὶ τοιαῦτα πρὸς ἃ παραβάλλομεν· τὸ δὲ διημαρτημένον οὐκ ἂν ὑπῆρχεν, εἰ μὴ ἐλαμβάνομεν καὶ ἄλλην τινὰ κίνησιν ἐν ἡμῖν αὐτοῖς συνημμένην μὲν τῇ φανταστικῇ ἐπιβολῇ, διάληψιν δὲ ἔχουσαν· κατὰ δὲ ταύτην, ἐὰν μὲν μὴ ἐπιμαρτυρηθῇ ἢ ἀντιμαρτυρηθῇ, τὸ ψεῦδος γίνεται· ἐὰν δὲ ἐπιμαρτυρηθῇ ἢ μὴ ἀντιμαρτυρηθῇ, τὸ ἀληθές.

“因为如同在肖像中所获得的、或在睡眠中发生的、或依据理智及其他判定标准的其他直观把握所获得的表象相似性,若非确实存在我们用以对照的同类事物,就绝不可能属于真实存在且被称为真实的事物;另一方面,若非我们在自身内部还接受到另一种与表象直观把握相连但容有独立判断的运动,错误也就不会存在;依据这种运动,如果它未被证实或受到证伪,虚假便产生;而如果它得到证实或未被证伪,真实便产生。

“Καὶ ταύτην οὖν σφόδρα γε δεῖ τὴν δόξαν κατέχειν, ἵνα μήτε τὰ κριτήρια ἀναιρῆται τὰ κατὰ τὰς ἐναργείας μήτε τὸ διημαρτημένον ὁμοίως βεβαιούμενον πάντα συνταράττῃ. “Ἀλλὰ μὴν καὶ τὸ ἀκούειν γίνεται ῥεύματος φερομένου ἀπὸ τοῦ φωνοῦντος ἢ ἠχοῦντος ἢ ψοφοῦντος ἢ ὁπωσδήποτε ἀκουστικὸν πάθος παρασκευάζοντος. τὸ δὲ ῥεῦμα τοῦτο εἰς ὁμοιομερεῖς ὄγκους διασπείρεται, ἅμα τινὰ διασῴζοντας συμπάθειαν πρὸς ἀλλήλους καὶ ἑνότητα ἰδιότροπον, διατείνουσαν πρὸς τὸ ἀποστεῖλαν καὶ τὴν ἐπαίσθησιν τὴν ἐπʼ ἐκείνου ὡς τὰ πολλὰ ποιοῦσαν, εἰ δὲ μή γε, τὸ ἔξωθεν μόνον ἔνδηλον παρασκευάζουσαν·

“因此,必须极其牢固地持有这一见解,以使依据明晰感知的判定标准不致被取消,而错误也不致通过被同样肯定而将一切事物陷入混乱之中。 此外,听觉也是通过从发声者、产生共鸣者、发出噪音者或以任何方式引起听觉反应之物所运送来的流体而产生的。这一流体分散为由相似部分构成的微粒,同时保持着彼此间的某种感应以及延伸至发射源的特有统一性,并在绝大多数情况下产生对该发声体的感知,即使不然,至少也表明了它是来自外部的。”

语法注3 条
  1. 10.1.47κατὰ τοὺς διὰ λόγου θεωρητοὺς χρόνους

    指唯有通过理性而非感觉所能辨析的理论上的最小时间单位,与后文的“可感觉的时间”(ἐν αἰσθητῷ χρόνῳ)相对立。介词 κατά 表示在此种时间尺度范围内。

  2. 10.1.48ἅμα νοήματι

    伴随/时间与格,字面为“与思想同时”,是古希腊语中的熟语,形容像思想闪现一般极其迅速、瞬息即成。

  3. 10.1.50ἐν τῷ προσδοξαζομένῳ

    中性单数名词化的现在被动分词,意为“在附加的意见/判断之中”。体现了伊壁鸠鲁认识论的核心:直接的表象把握本身无误,错误只存在于理性后续对表象所作的附加臆测之中。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.47-10.1.52