← 第欧根尼·拉尔修

哲人言行录

§10.1.41-10.1.46

原子与宇宙的无限性及影像的运动

伊壁鸠鲁论证了原子的不可分性与不变性,以及宇宙、虚空和原子数量的无限性;接着阐释了原子的永恒运动、无限世界的存在,以及作为感觉来源的精微影像(eidola)的生成及其在虚空中不可思议的高速运动。

← 上一节下一节 →

ταῦτα δέ ἐστιν ἄτομα καὶ ἀμετάβλητα, εἴπερ μὴ μέλλει πάντα εἰς τὸ μὴ ὂν φθαρήσεσθαι, ἀλλʼ ἰσχύοντα ὑπομένειν1 ἐν ταῖς διαλύσεσι τῶν συγκρίσεων, πλήρη τὴν φύσιν ὄντα, οἷα δὴ οὐκ ἔχοντα ὅπῃ ἢ ὅπως διαλυθήσεται. ὥστε τὰς ἀρχὰς ἀτόμους ἀναγκαῖον εἶναι σωμάτων φύσεις. “Ἀλλὰ μὴν καὶ τὸ πᾶν ἄπειρόν ἐστι. τὸ γὰρ πεπερασμένον ἄκρον ἔχει· τὸ δὲ ἄκρον παρʼ ἕτερόν τι θεωρεῖται· 〈τὸ δὲ πᾶν οὐ παρʼ ἕτερόν τι θεωρεῖται·〉 ὥστε οὐκ ἔχον ἄκρον πέρας οὐκ ἔχει· πέρας δὲ οὐκ ἔχον ἄπειρον ἂν εἴη καὶ οὐ πεπερασμένον. “Καὶ μὴν καὶ τῷ πλήθει τῶν σωμάτων ἄπειρόν ἐστι τὸ πᾶν καὶ τῷ μεγέθει τοῦ κενοῦ.

而且,如果一切事物都不致灭绝入于不存在,那么这些成分必定是不可分且不可改变的;它们有能力在复合体的解体中持存下来,在本质上是充实的,正因为它们根本没有任何地方或方式可以被解体。因此,本原必然是不可分的物体本性。 “再者,宇宙整体是无限的。因为有限之物必有边界,而边界是参照于另一事物而被观察到的;〈但宇宙整体并非参照于另一事物而被观察到的;〉因此,既然没有边界,它便没有界限;而没有界限,它就必然是无限的,而非有限的。 “此外,宇宙整体无论在物体的数量上,还是在虚空的广度上,都是无限的。

εἴ τε γὰρ ἦν τὸ κενὸν ἄπειρον, τὰ δὲ σώματα ὡρισμένα, οὐθαμοῦ ἂν ἔμενε τὰ σώματα, ἀλλʼ ἐφέρετο κατὰ τὸ ἄπειρον κενὸν διεσπαρμένα, οὐκ ἔχοντα τὰ ὑπερείδοντα καὶ στέλλοντα κατὰ τὰς ἀνακοπάς2· εἴ τε τὸ κενὸν ἦν ὡρισμένον, οὐκ ἂν εἶχε τὰ ἄπειρα σώματα ὅπου ἐνέστη. “Πρός τε τούτοις τὰ ἄτομα τῶν σωμάτων καὶ μεστά, ἐξ ὧν καὶ αἱ συγκρίσεις γίνονται καὶ εἰς ἃ διαλύονται, ἀπερίληπτά ἐστι ταῖς διαφοραῖς τῶν σχημάτων· οὐ γὰρ δυνατὸν γενέσθαι τὰς τοσαύτας διαφορὰς ἐκ τῶν αὐτῶν σχημάτων περιειλημμένων. καὶ καθʼ ἑκάστην δὲ σχημάτισιν ἁπλῶς ἄπειροί εἰσιν αἱ ὅμοιαι, ταῖς δὲ διαφοραῖς οὐχ ἁπλῶς

因为若是虚空无限而物体有限,物体便不会停留在任何地方,而是会分散漂荡在无限的虚空之中,没有任何东西能够支撑它们或通过反弹来约束它们;若是虚空有限,无限的物体便没有地方可以容纳。 “除这些之外,构成复合体并供其分解归入的那些不可分且充实的物体,在形状的差异上是不可穷尽的;因为不可能从同等数量的已被穷尽的形状中产生出如此众多的差异。在每一种特定的外形中,相似的原子在绝对数量上是无限的,但在形状的差异上,它们并非绝对

ἄπειροι ἀλλὰ μόνον ἀπερίληπτοι, [οὐδὲ γάρ φησιν ἐνδοτέρω εἰς ἄπειρον τὴν τομὴν τυγχάνειν. λέγει δέ, ἐπειδὴ αἱ ποιότητες μεταβάλλονται, εἰ μέλλει τις μὴ καὶ τοῖς μεγέθεσιν ἁπλῶς εἰς ἄπειρον αὐτὰς ἐκβάλλειν]. “Κινοῦνταί τε συνεχῶς αἱ ἄτομοι [φησὶ δὲ ἐνδοτέρω καὶ ἰσοταχῶς αὐτὰς κινεῖσθαι τοῦ κενοῦ τὴν εἶξιν ὁμοίαν παρεχομένου καὶ τῇ κουφοτάτῃ καὶ τῇ βαρυτάτῃ.] τὸν αἰῶνα, καὶ αἱ μὲν εἰς μακρὰν ἀπʼ ἀλλήλων διιστάμεναι, αἱ δὲ αὐτοῦ τὸν παλμὸν ἴσχουσιν, ὅταν τύχωσι τῇ περιπλοκῇ κεκλειμέναι ἢ στεγαζόμενοι παρὰ τῶν πλεκτικῶν.

无限,而只是不可穷尽而已。〔因为他在后文也说,分割不会进行至无限;他这样说是因为性质会发生变化,只要人们不打算将它们在体积上也绝对扩张至无限。〕 “原子在永恒中持续运动——〔他在后文还说,它们以相等的速度运动,因为虚空对最轻之物与最重之物提供相同的让步〕——有些原子彼此分离得很远,有些原子则在原地保持振动,每当它们碰巧因相互缠结而被封闭,或被缠结的原子遮蔽时便是如此。

“Ἥ τε γὰρ τοῦ κενοῦ φύσις ἡ διορίζουσα ἑκάστην αὐτὴν τοῦτο παρασκευάζει, τὴν ὑπέρεισιν οὐχ οἵα τε οὖσα ποιεῖσθαι· ἥ τε στερεότης ἡ ὑπάρχουσα αὐταῖς κατὰ τὴν σύγκρουσιν τὸν ἀποπαλμὸν ποιεῖ, ἐφʼ ὁπόσον ἂν ἡ περιπλοκὴ τὴν ἀποκατάστασιν ἐκ τῆς συγκρούσεως διδῷ3. ἀρχὴ δὲ τούτων οὐκ ἔστιν, ἀιδίων τῶν ἀτόμων οὐσῶν καὶ τοῦ κενοῦ. [φησὶ δʼ ἐνδοτέρω μηδὲ ποιότητά τινα περὶ τὰς ἀτόμους εἶναι πλὴν σχήματος καὶ μεγέθους καὶ βάρους· τὸ δὲ χρῶμα παρὰ τὴν θέσιν τῶν ἀτόμων ἀλλάττεσθαι ἐν ταῖς Δώδεκα στοιχειώσεσί φησι. πᾶν τε μέγεθος μὴ εἶναι περὶ αὐτάς· οὐδέποτε γοῦν ἄτομος ὤφθη αἰσθήσει.]

因为将每个原子分界开来的虚空本性促成了这一点,它无法提供支撑;而它们所固有的坚实性则在碰撞时引起弹回,只要相互缠结的结构允许从碰撞中恢复原位。而这些运动并没有开端,因为原子和虚空都是永恒的。〔他在后文还说,原子除形状、大小和重量之外没有任何性质;而在《十二基础纲要》中他说,颜色随着原子的排列位置而改变;并且并非任何大小都属于原子,因为至少从未有原子被感觉所看到。〕

“Ἡτοσαύτη δὴ φωνὴ τούτων πάντων μνημονευομένων τὸν ἱκανὸν τύπον ὑποβάλλει 〈ταῖς περὶ〉 τῆς τῶν ὄντων φύσεως ἐπινοίαις. “Ἀλλὰ μὴν καὶ κόσμοι ἄπειροί εἰσιν, οἵ θʼ ὅμοιοι τούτῳ καὶ ἀνόμοιοι. αἵ τε γὰρ ἄτομοι ἄπειροι οὖσαι, ὡς ἄρτι ἀπεδείχθη, φέρονται καὶ πορρωτάτω. οὐ γὰρ κατανήλωνται αἱ τοιαῦται ἄτομοι, ἐξ ὧν ἂν γένοιτο κόσμος ἢ ὑφʼ ὧν ἂν ποιηθείη, οὔτʼ εἰς ἕνα οὔτʼ εἰς πεπερασμένους, οὔθʼ ὅσοι τοιοῦτοι οὔθʼ ὅσοι διάφοροι τούτοις. ὥστε οὐδὲν τὸ ἐμποδοστατῆσόν ἐστι πρὸς τὴν ἀπειρίαν τῶν κόσμων.

“只要记住所有这些,如此分量的论述就为关于存在物之本性的思考提供了充分的纲要。 “再者,世界也是无限的,既有与这个世界相似的世界,也有与之不相似的世界。因为正如刚才所证明的,既然原子是无限的,它们就会被运送至极其遥远的地方。因为构成世界或产生世界的那些原子,并未在单一的世界中用尽,也没有在有限数量的世界中用尽,不论是与此世界相似的世界,还是与此世界不同的世界。因此,没有任何东西能够阻碍世界的无限性。

“Καὶμὴν καὶ τύποι ὁμοιοσχήμονες τοῖς στερεμνίοις εἰσί, λεπτότησιν ἀπέχοντες μακρὰν τῶν φαινομένων. οὔτε γὰρ συστάσεις ἀδυνατοῦσιν ἐν τῷ περιέχοντι γίνεσθαι τοιαῦται οὔτʼ ἐπιτηδειότητες πρὸς κατεργασίας τῶν κοιλωμάτων καὶ λεπτοτήτων γίνεσθαι, οὔτε ἀπόρροιαι τὴν ἑξῆς θέσιν καὶ βάσιν διατηροῦσαι, ἥνπερ καὶ ἐν τοῖς στερεμνίοις εἶχον· τούτους δὲ τοὺς τύπους εἴδωλα προσαγορεύομεν. καὶ μὴν καὶ ἡ διὰ τοῦ κενοῦ φορὰ κατὰ μηδεμίαν ἀπάντησιν τῶν ἀντικοψόντων γινομένη πᾶν μῆκος περιληπτὸν ἐν ἀπερινοήτῳ χρόνῳ συντελεῖ. βράδους γὰρ καὶ τάχους ἀντικοπὴ καὶ οὐκ ἀντικοπὴ ὁμοίωμα λαμβάνει4.

“此外,还存在与坚实物体具有相同形状的轮廓,在精微程度上远远超越显现之物。因为在周围的空间中产生这样的结合体,或者形成适于造就空腔与微薄形态的倾向,或者产生保持其在坚实物体中所具有的连续位置与基础的流出物,并非不可能;这些轮廓我们称之为影像。再者,穿过虚空的运动,在完全不遇到任何阻碍物的情况下发生,能够在不可思议的短时间内完成任何可把握的距离。因为受阻与不受阻分别对应着迟缓与迅速的类似表现。

语法注4 条
  1. 10.1.41ἀλλʼ ἰσχύοντα ὑπομένειν

    分词 ἰσχύοντα、ὄντα 和 ἔχοντα 与中性复数主语 ταῦτα 相一致(或作为接在条件从句 εἴπερ μὴ μέλλει... 之后的补足分词)。它们作为与“灭绝入于不存在”相对立的正面依据,解释了原子如何在复合体分解中持存并保持充实不可分。

  2. 10.1.42οὐκ ἔχοντα τὰ ὑπερείδοντα καὶ στέλλοντα κατὰ τὰς ἀνακοπάς

    实质化的分词 τὰ ὑπερείδοντα 和 στέλλοντα 作 ἔχοντα 的宾语。介词短语 κατὰ τὰς ἀνακοπάς(“借由反弹/碰撞”)修饰 στέλλοντα(“约束/阻挡者”),描述了物体在无限虚空中缺乏支撑与碰撞反弹时的非现实假设后果。

  3. 10.1.44ἐφʼ ὁπόσον ἂν ἡ περιπλοκὴ τὴν ἀποκατάστασιν ἐκ τῆς συγκρούσεως διδῷ

    由 ἐφʼ ὁπόσον ἄν 搭配虚拟语气 διδῷ 构成的关系从句,表示限定条件:“只要相互缠结的结构允许从碰撞中恢复/反弹”。ἀποκατάστασις 指碰撞后原子恢复运动或弹回的原状。

  4. 10.1.46βράδους γὰρ καὶ τάχους ἀντικοπὴ καὶ οὐκ ἀντικοπὴ ὁμοίωμα λαμβάνει

    此处出现了倒置结构(hyperbaton)。复合主语是 ἀντικοπὴ καὶ οὐκ ἀντικοπὴ(“受阻与不受阻”),谓语动词为 λαμβάνει,直接宾语为 ὁμοίωμα,属格 βράδους καὶ τάχους 修饰 ὁμοίωμα,字面意为“受阻与不受阻获得了迟缓与迅速的类似(对应表现)”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.41-10.1.46