- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.35-10.1.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-30
伊壁鸠鲁致信赫罗多托斯,阐明自己编纂自然学提要以便于掌握和记忆核心要义的初衷,确立了以字词的基底意义与直接感觉为判据的认识方法,进而论证了自然学的基本本原:无物生于无亦不灭入于无、宇宙整体恒常不变,以及全宇宙仅由物体与虚空构成。
“Τοῖς μὴ δυναμένοις, ὦ Ἡρόδοτε, ἕκαστα τῶν περὶ φύσεως ἀναγεγραμμένων ἡμῖν ἐξακριβοῦν μηδὲ τὰς μείζους τῶν συντεταγμένων βίβλους διαθρεῖν ἐπιτομὴν τῆς ὅλης πραγματείας εἰς τὸ κατασχεῖν τῶν ὁλοσχερωτάτων γε δοξῶν τὴν μνήμην ἱκανῶς αὐτὸς παρεσκεύασα1, ἵνα παρʼ ἑκάστους τῶν καιρῶν ἐν τοῖς κυριωτάτοις βοηθεῖν αὑτοῖς δύνωνται, καθʼ ὅσον ἂν ἐφάπτωνται τῆς περὶ φύσεως θεωρίας. καὶ τοὺς προβεβηκότας δὲ ἱκανῶς ἐν τῇ τῶν ὅλων ἐπιβλέψει τὸν τύπον τῆς ὅλης πραγματείας τὸν κατεστοιχειωμένον δεῖ μνημονεύειν· τῆς γὰρ ἀθρόας ἐπιβολῆς πυκνὸν δεόμεθα, τῆς δὲ κατὰ μέρος οὐχ ὁμοίως.
“赫罗多托斯啊,为了那些无法精研我们关于自然所写各篇细节、亦无法通读我们所撰大部头著作的人,我自己编纂了一部关于整个体系的提要,以便他们能够充分掌握那些最根本学说的记忆,从而在一切场合只要涉及自然研究,就能在最关键的事情上自助。即使是那些在对宇宙整体的考察中已有充分进境的人,也必须记牢整个体系的基本纲要;因为我们经常需要总体的综合把握,而对细节的把握则并非同样需要。
“Βαδιστέον μὲν οὖν καὶ ἐπʼ ἐκεῖνα συνεχῶς, ἐν 〈δὲ〉 τῇ μνήμῃ τὸ τοσοῦτο ποιητέον, ἀφʼ οὗ ἥ τε κυριωτάτη ἐπιβολὴ ἐπὶ τὰ πράγματα ἔσται καὶ δὴ καὶ τὸ κατὰ μέρος ἀκρίβωμα πᾶν ἐξευρήσεται, τῶν ὁλοσχερωτάτων τύπων εὖ περιειλημμένων καὶ μνημονευομένων· ἐπεὶ καὶ τῷ τετελεσιουργημένῳ τοῦτο κυριώτατον τοῦ παντὸς ἀκριβώματος γίνεται, τὸ ταῖς ἐπιβολαῖς ὀξέως δύνασθαι χρῆσθαι, ἑκάστων πρὸς ἁπλᾶ στοιχειώματα καὶ φωνὰς συν-αγομένων. οὐ γὰρ οἷόν τε τὸ πύκνωμα τῆς συνεχοῦς τῶν ὅλων περιοδείας εἰδέναι μὴ δυνάμενον διὰ βραχεῶν φωνῶν ἅπαν ἐμπεριλαβεῖν ἐν αὑτῷ τὸ καὶ κατὰ μέρος ἂν ἐξακριβωθέν.
因此,人们固然必须不断走向那些具体细节,但在记忆中只须保持这样的程度:由此既能获得对事物的最关键把握,并且只要最根本的纲要被妥善领会和记住,一切细节上的精微知识便都能被发现;因为即便对于大成者而言,这一切精微知识中最关键之点,也是能够迅速运用直观把握,将每件事物归约到简单的基元与术语之中。因为若不能用简短的语言将哪怕可以精研的一切细节全部囊括于自身之中,便不可能理解对整体进行连贯周详考察的严密脉络。
“Ὅθεν δὴ πᾶσι χρησίμης οὔσης τοῖς ᾠκειωμένοις φυσιολογίᾳ τῆς τοιαύτης ὁδοῦ, παρεγγυῶν τὸ συνεχὲς ἐνέργημα ἐν φυσιολογίᾳ καὶ τοιούτῳ μάλιστα ἐγγαληνίζων τῷ βίῳ ἐποίησά σοι καὶ τοιαύτην τινὰ ἐπιτομὴν καὶ στοιχείωσιν τῶν ὅλων δοξῶν. “Πρῶτον μὲν οὖν τὰ ὑποτεταγμένα τοῖς φθόγγοις, ὦ Ἡρόδοτε, δεῖ εἰληφέναι, ὅπως ἂν τὰ δοξαζόμενα ἢ ζητούμενα ἢ ἀπορούμενα ἔχωμεν εἰς ταῦτα ἀνάγοντες ἐπικρίνειν, καὶ μὴ ἄκριτα πάντα ἡμῖν 〈ἴῃ〉 εἰς ἄπειρον ἀποδεικνύουσιν2 ἢ κενοὺς φθόγγους ἔχωμεν.
因此,既然这样一条道路对所有熟悉自然哲学的人都大有裨益,而在提倡自然哲学的持续践行、尤在此种生活中得享宁静的同时,我也为你编纂了这样一部关于全部学说的提要和基础纲要。 首先,赫罗多托斯啊,必须把握字词之下所从属的根本意义,以便我们能够将推测之物、探求之物或疑难之物归引于此并加以判定,免得我们因陷入无休止的论证而使一切悬而未决,或者空执没有实际内容的字词。
ἀνάγκη γὰρ τὸ πρῶτον ἐννόημα καθʼ ἕκαστον φθόγγον βλέπεσθαι καὶ μηθὲν ἀποδείξεως προσδεῖσθαι, εἴπερ ἕξομεν τὸ ζητούμενον ἢ ἀπορούμενον καὶ δοξαζόμενον ἐφʼ ὃ ἀνάξομεν. “Ἔτι τε τὰς αἰσθήσεις δεῖ πάντως τηρεῖν καὶ ἁπλῶς τὰς παρούσας ἐπιβολὰς εἴτε διανοίας εἴθʼ ὅτου δήποτε τῶν κριτηρίων, ὁμοίως δὲ καὶ τὰ ὑπάρχοντα παθη, ὅπως ἂν καὶ τὸ προσμένον καὶ τὸ ἄδηλον ἔχωμεν οἷς σημειωσόμεθα. “Ταῦτα δεῖ διαλαβόντας συνορᾶν ἤδη περὶ τῶν ἀδήλων· πρῶτον μὲν ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μὴ ὄντος. πᾶν γὰρ ἐκ παντὸς ἐγίνετʼ ἂν σπερμάτων γε οὐθὲν προσδεόμενον.
因为如果我们想要拥有探求之物、疑难之物和推测之物所要归引的标准,就必须直接看清对应于每个字词的最初概念,而无需任何证明。此外,必须全方位坚守各种感觉,并坚守直截了当的当下直观把握——不论是理智的直观把握,还是任何标准的直观把握——同样也要坚守现存的情感,以便我们拥有借以推断尚待证实之物和不可见之物的依据。 在厘清这些之后,现在就必须综合考察关于不可见之物的情况。首先,无物产生于不存在。因为若是那样,一切事物都将产生于一切事物,根本不需要任何种子。
καὶ εἰ ἐφθείρετο δὲ τὸ ἀφανιζόμενον εἰς τὸ μὴ ὄν, πάντα ἂν ἀπωλώλει τὰ πράγματα, οὐκ ὄντων εἰς ἃ διελύετο. καὶ μὴν καὶ τὸ πᾶν ἀεὶ τοιοῦτον ἦν οἷον νῦν ἐστι, καὶ ἀεὶ τοιοῦτον ἔσται. οὐθὲν γάρ ἐστιν εἰς ὃ μεταβαλεῖ. παρὰ γὰρ τὸ πᾶν οὐθέν ἐστιν, ὃ ἂν εἰσελθὸν εἰς αὐτὸ τὴν μεταβολὴν ποιήσαιτο. “Ἀλλὰ μὴν καὶ [τοῦτο καὶ ἐν τῇ Μεγάλῃ ἐπιτομῇ φησι κατʼ ἀρχὴν καὶ ἐν τῇ ά Περὶ φύσεως] τὸ πᾶν ἐστι σώματα καὶ κενόν· σώματα μὲν γὰρ ὡς ἔστιν, αὐτὴ ἡ αἴσθησις ἐπὶ πάντων μαρτυρεῖ, καθʼ ἣν ἀναγκαῖον τὸ ἄδηλον τῷ λογισμῷ τεκμαίρεσθαι·
而如果消亡之物是灭绝入于不存在,那么一切事物早就灭绝了,因为没有它们所分解归入的东西。再者,宇宙整体一直就是如今这般的,并且永远都是这般。因为没有任何东西是它所要转变成为的;在宇宙整体之外没有任何东西,能够进入它之中而引起改变。 此外——〔这也是他在《大提要》的开头和《论自然》第一卷中所说的〕——宇宙整体是由物体和虚空构成的。因为物体的存在,在所有情况下感觉本身都予以证实,按照感觉,必须用理性去推断不可见之物;
εἰ δὲ μὴ ἦν ὃ κενὸν καὶ χώραν καὶ ἀναφῆ φύσιν ὀνομάζομεν, οὐκ ἂν εἶχε τὰ σώματα ὅπου ἦν οὐδὲ διʼ οὗ ἐκινεῖτο, καθάπερ φαίνεται κινούμενα. παρὰ δὲ ταῦτα οὐθὲν οὐδʼ ἐπινοηθῆναι δύναται οὔτε περιληπτῶς οὔτε ἀναλόγως τοῖς περιληπτοῖς ὡς καθʼ ὅλας φύσεις λαμβανόμενα καὶ μὴ ὡς τὰ τούτων συμπτώματα ἢ συμβεβηκότα λεγόμενα3. “Καὶ μὴν καὶ τῶν [τοῦτο καὶ ἐν τῇ πρώτῃ Περὶ φύσεως καὶ τῇ ιδʼ καὶ ιεʼ καὶ τῇ Μεγάλῃ ἐπιτομῇ] σωμάτων τὰ μέν ἐστι συγκρίσεις, τὰ δʼ ἐξ ὧν αἱ συγκρίσεις πεποίηνται·
而如果不存在我们称为虚空、空间和无阻触之本性的东西,物体便没有地方可以存在,也没有它们赖以运动的场所,正如它们显现出在运动那样。除此之外,无论以综合的方式,还是通过对可综合把握之物的类比,都绝不能设想出任何东西,只要它们是被当作独立完整的本性来理解,而不是作为这些的附加性质或偶性来述说的。 再者,在物体中——〔这也是在《论自然》第一卷、第十四卷、第十五卷和《大提要》中所述〕——有些是复合体,有些则是构成复合体的成分。
- 10.1.35Τοῖς μὴ δυναμένοις... αὐτὸς παρεσκεύασα
句首的与格短语“Τοῖς μὴ δυναμένοις...”作主句动词“παρεσκεύασα”(主语为强调代词“αὐτός”)的利益与格,被前置以突出主题。句子的核心主干为“我亲自为那些不能……的人准备了一部提要”。
- 10.1.37καὶ μὴ ἄκριτα πάντα ἡμῖν 〈ἴῃ〉 εἰς ἄπειρον ἀποδεικνύουσιν
在补入的动词“〈ἴῃ〉”的支配下,“ἡμῖν ... ἀποδεικνύουσιν”为带有一致分词的与格结构,表示“对我们这些进行无休止论证的人而言,一切都将悬而不决地进行下去”。与格“ἡμῖν”表示基准或利害关系者。
- 10.1.40ὡς καθʼ ὅλας φύσεις λαμβανόμενα καὶ μὴ ὡς τὰ τούτων συμπτώματα ἢ συμβεβηκότα λεγόμενα
中性复数分词“λαμβανόμενα”和“λεγόμενα”在意义上与前文单数主语“οὐθέν”松散呼应,概括性地修饰除了物体与虚空之外可能被设想的任何事物,构成方式条件状语:“作为独立完整的本性被理解,而不是作为这些的附加性质或偶性来述说”。
