← 第欧根尼·拉尔修

哲人言行录

§10.1.30-10.1.34

哲学的划分与作为真理标准的规范学

本段概述了伊壁鸠鲁哲学的三个组成部分(规范学、自然学、伦理学)及其相应著作,随后记述了其对辩证法的摒弃,并详述了真理的标准(感觉、前概念与情感)的认识论依据。

← 上一节下一节 →

τὸ μὲν οὖν κανονικὸν ἐφόδους ἐπὶ τὴν πραγματείαν ἔχει, καὶ ἔστιν ἐν ἑνὶ τῷ ἐπιγραφομένῳ Κανών· τὸ δὲ φυσικὸν τὴν περὶ φύσεως θεωρίαν πᾶσαν, καὶ ἔστιν ἐν ταῖς Περὶ φύσεως βίβλοις ἑπτὰ καὶ τριάκοντα καὶ ταῖς ἐπιστολαῖς κατὰ στοιχεῖον· τὸ δὲ ἠθικὸν τὰ περὶ αἱρέσεως καὶ φυγῆς· ἔστι δὲ καὶ ἐν ταῖς Περὶ βίων βίβλοις καὶ ἐπιστολαῖς καὶ τῷ Περὶ τέλους. εἰώθασι μέντοι τὸ κανονικὸν ὁμοῦ τῷ φυσικῷ τάττειν· καλοῦσι δʼ αὐτὸ περὶ κριτηρίου καὶ ἀρχῆς, καὶ στοιχειωτικόν· τὸ δὲ φυσικὸν περὶ γενέσεως καὶ φθορᾶς, καὶ περὶ φύσεως· τὸ δὲ ἠθικὸν περὶ αἱρετῶν καὶ φευκτῶν καὶ περὶ βίων καὶ τέλους.

规范学包含通往全书的入门途径,收录在题为《规范》的单卷著作中;自然学包含关于自然的全部考察,收录在三十七卷《论自然》以及入门书信中;伦理学包含关于选择与弃绝的内容,收录在各卷《论生活方式》、书信以及《论目的》中。然而,他们习惯于将规范学与自然学归为一类;他们将前者称为“论标准与本原”和“基础教程”;将自然学称为“论生成与消灭”和“论自然”;将伦理学称为“论应选与应弃之物”以及“论生活方式与目的”。

Τὴν διαλεκτικὴν ὡς παρέλκουσαν ἀποδοκιμάζουσιν· ἀρκεῖν γὰρ τοὺς φυσικοὺς χωρεῖν κατὰ τοὺς τῶν πραγμάτων φθόγγους1. ἐν τοίνυν τῷ Κανόνι λέγων ἐστὶν ὁ Ἐπίκουρος κριτήρια τῆς ἀληθείας εἶναι τὰς αἰσθήσεις καὶ προλήψεις καὶ τὰ πάθη, οἱ δʼ Ἐπικούρειοι καὶ τὰς φανταστικὰς ἐπιβολὰς τῆς διανοίας. λέγει δὲ καὶ ἐν τῇ πρὸς Ἡρόδοτον ἐπιτομῇ καὶ ἐν ταῖς Κυρίαις δόξαις. πᾶσα γάρ, φησίν, αἴσθησις ἄλογός ἐστι καὶ μνήμης οὐδεμιᾶς δεκτική· οὔτε γὰρ ὑφʼ αὑτῆς οὔτε ὑφʼ ἑτέρου κινηθεῖσα δύναταί τι προσθεῖναι ἢ ἀφελεῖν· οὐδὲ ἔστι τὸ δυνάμενον αὐτὰς διελέγξαι.

他们拒绝辩证法,认为它是多余的;因为他们主张,自然哲学家按照事物的本然称谓前行便已足够。因此,在《规范》中,伊壁鸠鲁阐明真理的标准是感觉、前概念(预见)和情感,而后来的伊壁鸠鲁学派还将思想的直观把握也包含在内。他在《致赫罗多托斯提要》和《主要教理》中也这样说: “因为每一种感觉,”他说,“都是无理性的,且不容受任何记忆;因为它既不由自身也不由他物所动而能够添加或减少任何东西;也没有什么能够反驳感觉。

οὔτε γὰρ ἡ ὁμογένεια αἴσθησις τὴν ὁμογενῆ διὰ τὴν ἰσοσθένειαν, οὔθʼ ἡ ἀνομογένεια τὴν ἀνομογένειαν, οὐ γὰρ τῶν αὐτῶν εἰσι κριτικαί· οὔτε μὴν λόγος, πᾶς γὰρ λόγος ἀπὸ τῶν αἰσθήσεων ἤρτηται. οὔθʼ ἡ ἑτέρα τὴν ἑτέραν, πάσαις γὰρ προσέχομεν. καὶ τὸ τὰ ἐπαισθήματα δʼ ὑφεστάναι πιστοῦται τὴν τῶν αἰσθήσεων ἀλήθειαν2. ὑφέστηκε δὲ τό τε ὁρᾶν ἡμᾶς καὶ ἀκούειν, ὥσπερ τὸ ἀλγεῖν· ὅθεν καὶ περὶ τῶν ἀδήλων ἀπὸ τῶν φαινομένων χρὴ σημειοῦσθαι. καὶ γὰρ καὶ ἐπίνοιαι πᾶσαι ἀπὸ τῶν αἰσθήσεων γεγόνασι κατά τε περίπτωσιν καὶ ἀναλογίαν καὶ ὁμοιότητα καὶ σύνθεσιν, συμβαλλομένου τι καὶ τοῦ λογισμοῦ. τά τε τῶν μαινομένων φαντάσματα καὶ 〈τὰ〉 κατʼ ὄναρ ἀληθῆ, κινεῖ γάρ· τὸ δὲ μὴ ὂν οὐ κινεῖ.

因为同类的感觉由于势均力敌而不能反驳同类的感觉,不同类的感觉也不能反驳不同类的感觉,因为它们裁决的不是相同的对象;理性当然也不能反驳,因为一切理性都依赖于感觉;一种感觉也不能反驳另一种感觉,因为我们对所有的感觉都同等注意。此外,知觉之物实在存在这一事实证实了感觉的真实性。我们看与听的实在存在,正如感受痛苦一样;因此必须根据显现的现象来推断不可见之物。因为实际上一切思想概念都是通过直接遭遇、类比、相似和组合而由感觉产生的,推理也在其中做出了一些贡献。发狂者和梦中的幻象也是真实的,因为它们引起了运动;而不存在之物是不会引起运动的。”

Τὴν δὲ πρόληψιν λέγουσιν οἱονεὶ κατάληψιν ἢ δόξαν ὀρθὴν ἢ ἔννοιαν ἢ καθολικὴν νόησιν ἐναποκειμένην, τουτέστι μνήμην τοῦ πολλάκις ἔξωθεν φανέντος, οἷον τὸ Τοιοῦτόν ἐστιν ἄνθρωπος· ἅμα γὰρ τῷ ῥηθῆναι ἄνθρωπος εὐθὺς κατὰ πρόληψιν καὶ ὁ τύπος αὐτοῦ νοεῖται προηγουμένων τῶν αἰσθήσεων. παντὶ οὖν ὀνόματι τὸ πρώτως ὑποτεταγμένον ἐναργές ἐστι· καὶ οὐκ ἂν ἐζητήσαμεν τὸ ζητούμενον, εἰ μὴ πρότερον ἐγνώκειμεν αὐτό· οἷον Τὸ πόρρω ἑστὼς ἵππος ἐστὶν ἢ βοῦς· δεῖ γὰρ κατὰ πρόληψιν ἐγνωκέναι ποτὲ ἵππου καὶ βοὸς μορφήν· οὐδʼ ἂν ὠνομάσαμέν τι μὴ πρότερον αὐτοῦ κατὰ πρόληψιν τὸν τύπον μαθόντες. ἐναργεῖς οὖν εἰσιν αἱ προλήψεις· καὶ τὸ δοξαστὸν ἀπὸ προτέρου τινὸς ἐναργοῦς ἤρτηται, ἐφʼ ὃ ἀναφέροντες λέγομεν, οἷον Πόθεν ἴσμεν εἰ τοῦτό ἐστιν ἄνθρωπος;

他们把前概念称为一种把握,或正确的意见,或概念,或内藏的普遍理解,即对多次从外部显现之物的记忆,例如“人就是这样的东西”。因为在“人”这个词说出的同时,由于感觉的在先指引,按照前概念,人的形态立刻就被构想出来了。因此,对于每一个名称,首先从属于它的东西都是明晰的;若不是事先认识它,我们就不可能去探求所探求之物,例如:“远处站立的是马还是牛?”因为必须事先按照前概念认识马和牛的形态;若不曾事先按照前概念得知其形态,我们也绝无法给任何事物命名。因此,前概念是明晰的;而可被推测之物则依赖于在先的某种明晰之物,我们将它与此对照而说,例如:“我们从何得知这是否是一个人?”

τὴν δὲ δόξαν καὶ ὑπόληψιν λέγουσιν, ἀληθῆ τέ φασι καὶ ψευδῆ· ἂν μὲν γὰρ ἐπιμαρτυρῆται ἢ μὴ ἀντιμαρτυρῆται, ἀληθῆ εἶναι· ἐὰν δὲ μὴ ἐπιμαρτυρῆται ἢ ἀντιμαρτυρῆται, ψευδῆ τυγχάνειν. ὅθεν 〈τὸ〉 προσμένον εἰσήχθη3· οἷον τὸ προσμεῖναι καὶ ἐγγὺς γενέσθαι τῷ πύργῳ καὶ μαθεῖν ὁποῖος ἐγγὺς φαίνεται. Πάθη δὲ λέγουσιν εἶναι δύο, ἡδονὴν καὶ ἀλγηδόνα, ἱστάμενα περὶ πᾶν ζῷον, καὶ τὴν μὲν οἰκεῖον, τὴν δὲ ἀλλότριον· διʼ ὧν κρίνεσθαι τὰς αἱρέσεις καὶ φυγάς. τῶν τε ζητήσεων εἶναι τὰς μὲν περὶ τῶν πραγμάτων, τὰς δὲ περὶ ψιλὴν τὴν φωνήν. καὶ ταῦτα δὲ περὶ τῆς διαιρέσεως καὶ τοῦ κριτηρίου στοιχειωδῶς. Ἀνιτέον δὲ ἐπὶ τὴν ἐπιστολήν. “Ἐπίκουρος Ἡροδότῳ χαίρειν.

他们也把意见称为猜想,并认为它有真有假:如果得到印证或未遭反证,就是真的;如果未得印证或遭到反证,就是假的。因此引入了“等待”的概念;例如等待并靠近塔楼,以弄清它靠近时看起来是怎样的。 他们说情感有两种,即快乐与痛苦,存在于每一种动物之中,其一适己,其二违己;通过它们来裁决选择与弃绝。在探究中,有些是关于事物的,有些则是关于纯粹字词的。关于哲学区分与标准的概要论述就到这里。 现在当转向书信。 “伊壁鸠鲁向赫罗多托斯致意。

语法注3 条
  1. 10.1.31ἀρκεῖν γὰρ τοὺς φυσικοὺς χωρεῖν κατὰ τοὺς τῶν πραγμάτων φθόγγους

    间接引语中的“宾格+不定式”结构。非人称动词 ἀρκεῖ 的不定式 ἀρκεῖν 充当谓语,其主语为后接的不定式短语 χωρεῖν κατὰ...,而 τοὺς φυσικούς 则是该不定式的逻辑主语(宾格),意为“自然哲学家按照事物的本然称呼前行便已足够”。

  2. 10.1.32καὶ τὸ τὰ ἐπαισθήματα δʼ ὑφεστάναι πιστοῦται τὴν τῶν αἰσθήσεων ἀλήθειαν

    冠词+不定式短语 τὸ... ὑφεστάναι(“……实在存在这一事实”)作为及物动词 πιστοῦται(“证实/确立”)的主语,τὰ ἐπαισθήματα 是不定式 ὑφεστάναι 的宾格逻辑主语,τὴν τῶν αἰσθήσεων ἀλήθειαν(“感觉的真实性”)为宾语。

  3. 10.1.34ὅθεν 〈τὸ〉 προσμένον εἰσήχθη

    〈τὸ〉 προσμένον 是动词 προσμένω(等待、等候)的中性现在分词名词化,用作伊壁鸠鲁派认识论术语“等待”(即在获得近距离进一步检验或确证之前悬置判断的状态)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.30-10.1.34