← 第欧根尼·拉尔修

哲人言行录

§10.1.24-10.1.29

弟子著作与伊壁鸠鲁主要著作目录

列出了梅特罗多洛与赫尔玛科斯的著作目录及早期学派继承人和弟子的名字,记述了伊壁鸠鲁的极其多产及其主要著作清单,并引出代表其学说的三封书信与哲学的三分法。

← 上一节下一节 →

Βιβλία δέ ἐστι τοῦ Μητροδώρου τάδε· Πρὸς τοὺς ἰατροὺς τρία. Περὶ αἰσθήσεων. Πρὸς Τιμοκράτην. Περὶ μεγαλοψυχίας. Περὶ τῆς Ἐπικούρου ἀρρωστίας. Πρὸς τοὺς διαλεκτικούς. Πρὸς τοὺς σοφιστὰς ἐννέα. Περὶ τῆς ἐπὶ σοφίαν πορείας. Περὶ τῆς μεταβολῆς. Περὶ πλούτου. Πρὸς Δημόκριτον. Περὶ εὐγενείας. Ἦν καὶ Πολύαινος Ἀθηνοδώρου Λαμψακηνός, ἐπιεικὴς καὶ φιλικός, ὡς οἱ περὶ Φιλόδημόν φασι. καὶ ὁ διαδεξάμενος αὐτὸν Ἕρμαρχος Ἀγεμόρτου Μυτιληναῖος, ἀνὴρ πατρὸς μὲν πένητος, τὰς δʼ ἀρχὰς προσέχων ῥητορικοῖς. Φέρεται καὶ τούτου βιβλία κάλλιστα τάδε·

梅特罗多洛的著作如下: 《反驳医师》三卷。 《论感觉》。 《反驳蒂莫克拉特斯》。 《论大度》。 《论伊壁鸠鲁的疾病》。 《反驳辩证家》。 《反驳诡辩家》九卷。 《论通往智慧之路》。 《论变化》。 《论财富》。 《反驳德谟克利特》。 《论出身显贵》。 还有兰普萨库斯的阿忒诺多洛之子波吕艾诺斯,如菲洛德谟一派所言,是个温和亲切的人。继承他的还有米蒂利尼的阿格摩托斯之子赫尔玛科斯,他出身于一个贫困的父亲,起初致力于修辞学。 流传的他的极佳著作有如下这些:

Ἐπιστολικὰ περὶ Ἐμπεδοκλέους εἴκοσι καὶ δύο. Περὶ τῶν μαθημάτων. Πρὸς Πλάτωνα. Πρὸς Ἀριστοτέλην. Ἐτελεύτα δὲ παραλύσει, γενόμενος ἱκανὸς ἀνήρ. Λεοντεύς τε Λαμψακηνὸς ὁμοίως καὶ ἡ τούτου γυνὴ Θεμίστα, πρὸς ἣν καὶ γέγραφεν ὁ Ἐπίκουρος· ἔτι τε Κολώτης καὶ Ἰδομενεύς, καὶ αὐτοὶ Λαμψακηνοί. καὶ οὗτοι μὲν ἐλλόγιμοι, ὧν ἦν καὶ Πολύστρατος ὁ διαδεξάμενος Ἕρμαρχον· ὃν διεδέξατο Διονύσιος· ὃν Βασιλείδης. καὶ Ἀπολλόδωρος δʼ ὁ Κηποτύραννος γέγονεν ἐλλόγιμος, ὃς ὑπὲρ τετρακόσια συνέγραψε βιβλία· δύο τε Πτολεμαῖοι Ἀλεξανδρεῖς, ὅ τε μέλας καὶ ὁ λευκός. Ζήνων τε ὁ Σιδώνιος, ἀκροατὴς Ἀπολλοδώρου, πολυγράφος ἀνήρ·

《关于恩培多克勒的书信集》二十二卷。 《论诸学科》。 《反驳柏拉图》。 《反驳亚里士多德》。 他因瘫痪而去世,生前是个极有才能的人。 同样还有兰普萨库斯的莱昂透斯,以及伊壁鸠鲁也曾致信的其妻塞米斯塔;此外还有科罗忒斯和伊多墨纽斯,他们也是兰普萨库斯人。这些人都是杰出之士,其中还有继承了赫尔玛科斯的波吕斯特拉托斯;继承他的是狄奥尼修斯;继承此人的是巴西莱德斯。被称为“花园暴君”的阿波罗多洛也颇负盛名,他著有四百多卷书;还有亚历山大里亚的两位托勒密,即“黑托勒密”和“白托勒密”;阿波罗多洛的听讲者、著述极富的西顿的芝诺;

καὶ Δημήτριος ὁ ἐπικληθεὶς Λάκων· Διογένης τε ὁ Ταρσεὺς ὁ τὰς ἐπιλέκτους σχολὰς συγγράψας· καὶ Ὠρίων καὶ ἄλλοι οὓς οἱ γνήσιοι Ἐπικούρειοι σοφιστὰς ἀποκαλοῦσιν. Ἦσαν δὲ καὶ ἄλλοι Ἐπίκουροι τρεῖς· ὅ τε Λεοντέως υἱὸς καὶ Θεμίστας· ἕτερος Μάγνης· τέταρτος ὁπλομάχος. Γέγονε δὲ πολυγραφώτατος ὁ Ἐπίκουρος, πάντας ὑπερβαλλόμενος πλήθει βιβλίων· κύλινδροι μὲν γὰρ πρὸς τοὺς τριακοσίους εἰσί. γέγραπται δὲ μαρτύριον ἔξωθεν ἐν αὐτοῖς οὐδέν, ἀλλʼ αὐτοῦ εἰσιν Ἐπικούρου φωναί. ἐζήλου δὲ αὐτὸν Χρύσιππος ἐν πολυγραφίᾳ, καθά φησι καὶ Καρνεάδης παράσιτον αὐτὸν τῶν βιβλίων ἀποκαλῶν· εἰ γάρ τι γράψαι ὁ Ἐπίκουρος, φιλονεικεῖ τοσοῦτον γράψαι ὁ Χρύσιππος1.

以及绰号为“拉康”的德米特里;著有《精选讲录》的塔尔苏斯的狄奥根尼;还有俄里翁,以及被正统伊壁鸠鲁派称为诡辩家的其他人。 此外还有其他三位名叫伊壁鸠鲁的人:莱昂透斯与塞米斯塔之子;另一位是马格内西亚人;第四位是剑术师。 伊壁鸠鲁极能著述,在书籍数量上超越了所有人;因为卷轴总数多达三百卷左右。在这些书里完全没有引用外部的引证,而全都是伊壁鸠鲁自己的话语。克律西波斯在多产方面同他竞争,正如卡尔涅阿德斯称他为“书籍的寄生虫”时所说的那样;因为伊壁鸠鲁若写了什么,克律西波斯便争强好胜地要写下同样多的内容。

καὶ διὰ τοῦτο καὶ πολλάκις ταὐτὰ γέγραφε καὶ τὸ ἐπελθόν, καὶ ἀδιόρθωτα εἴακε τῷ ἐπείγεσθαι2· καὶ τὰ μαρτύρια τοσαῦτά ἐστιν ὡς ἐκείνων μόνων γέμειν τὰ βιβλία, καθάπερ καὶ παρὰ Ζήνωνι ἔστιν εὑρεῖν καὶ παρὰ Ἀριστοτέλει. καὶ τὰ συγγράμματα μὲν Ἐπικούρῳ τοσαῦτα καὶ τηλικαῦτα, ὧν τὰ βέλτιστά ἐστι τάδε· Περὶ φύσεως ἑπτὰ καὶ τριάκοντα. Περὶ ἀτόμων καὶ κενοῦ. Περὶ ἔρωτος. Ἐπιτομὴ τῶν πρὸς τοὺς φυσικούς. Πρὸς τοὺς Μεγαρικούς. Διαπορίαι. Κύριαι δόξαι. Περὶ αἱρέσεων καὶ φυγῶν. Περὶ τέλους. Περὶ κριτηρίου ἢ Κανών. Χαιρέδημος. Περὶ θεῶν. Περὶ ὁσιότητος.

正因如此,他也屡次重复写同样的内容,想到什么就写什么,因急促从事而未加校正;他的引证如此繁多,以至于书中唯独充斥着那些引文,正如在芝诺和亚里士多德那里所能发现的一样。伊壁鸠鲁的著作如此繁多且宏大,其中最佳者如下: 《论自然》三十七卷。 《论原子与虚空》。 《论爱》。 《反驳自然哲学家著作提要》。 《反驳墨伽拉派》。 《疑难集》。 《主要教理》。 《论选择与弃绝》。 《论目的》。 《论标准,或规范》。 《凯瑞德谟》。 《论诸神》。 《论虔敬》。

Ἡγησιάναξ. Περὶ βίων δʼ. Περὶ δικαιοπραγίας. Νεοκλῆς πρὸς Θεμίσταν. Συμπόσιον. Εὐρύλοχος πρὸς Μητρόδωρον. Περὶ τοῦ ὁρᾶν. Περὶ τῆς ἐν τῇ ἀτόμῳ γωνίας. Περὶ ἁφῆς. Περὶ εἱμαρμένης. Περὶ παθῶν δόξαι πρὸς Τιμοκράτην. Προγνωστικόν. Προτρεπτικός. Περὶ εἰδώλων. Περὶ φαντασίας. Ἀριστόβουλος. Περὶ μουσικῆς. Περὶ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν. Περὶ δώρων καὶ χάριτος. Πολυμήδης. Τιμοκράτης γʼ. Μητρόδωρος εʼ. Ἀντίδωρος β′. Περὶ νόσων δόξαι πρὸς Μίθρην. Καλλιστόλας. Περὶ βασιλείας. Ἀναξιμένης. Ἐπιστολαί. Ἃ δὲ αὐτῷ δοκεῖ ἐν αὐτοῖς, ἐκθέσθαι πειράσομαι τρεῖς ἐπιστολὰς αὐτοῦ παραθέμενος, ἐν αἷς πᾶσαν τὴν ἑαυτοῦ φιλοσοφίαν ἐπιτέτμηται·

《赫革西亚纳克斯》。 《论生活方式》四卷。 《论正当行为》。 《涅奥克勒致塞米斯塔》。 《会饮》。 《欧律洛科斯致梅特罗多洛》。 《论视觉》。 《论原子中的角》。 《论触觉》。 《论命运》。 《论激情的教理,反驳蒂莫克拉特斯》。 《预断书》。 《劝勉篇》。 《论影像》。 《论表象》。 《阿里斯托布洛》。 《论音乐》。 《论正义与其他美德》。 《论礼物与感恩》。 《波吕墨德斯》。 《蒂莫克拉特斯》三卷。 《梅特罗多洛》五卷。 《安提多洛》二卷。 《论疾病的教理,反驳米特雷斯》。 《卡利斯托拉》。 《论王权》。 《阿那克西美尼》。 《书信集》。 至于他在这些著作中的见解,我将尝试通过引录他的三封书信来予以阐述,在这些书信中他概括了自己的全部哲学;

θήσομεν δὲ καὶ τὰς Κυρίας αὐτοῦ δόξας καὶ εἴ τι ἔδοξεν ἐκλογῆς ἀξίως ἀνεφθέγχθαι, ὥστε σὲ πανταχόθεν καταμαθεῖν τὸν ἄνδρα κἂν κρίνειν εἰδέναι3. Τὴν μὲν οὖν πρώτην ἐπιστολὴν γράφει πρὸς Ἡρόδοτον 〈ἥτις ἐστὶ περὶ τῶν φυσικῶν· τὴν δὲ δευτέραν πρὸς Πυθοκλέα〉, ἥτις ἐστὶ περὶ μεταρσίων· τὴν τρίτην πρὸς Μενοικέα, ἔστι δʼ ἐν αὐτῇ τὰ περὶ βίων. ἀρκτέον δὴ ἀπὸ τῆς πρώτης, ὀλίγα προειπόντα περὶ τῆς διαιρέσεως τῆς κατʼ αὐτὸν φιλοσοφίας. Διαιρεῖται τοίνυν εἰς τρία, τό τε κανονικὸν καὶ φυσικὸν καὶ ἠθικόν.

我们还将附上他的《主要教理》,以及凡被认为值得选录的格言,以便你能从各个方面全面了解此人并懂得如何做出评判。 第一封信是他写给赫罗多托斯的,〈内容关于自然学;第二封信是给皮托克勒的,〉内容关于天象;第三封信是给墨诺伊纽斯的,其中包含关于生活方式的内容。在对依照他的哲学所做的区分做简要预述之后,我们当从第一封信开始。 哲学因而被分为三个部分:规范学、自然学和伦理学。

语法注3 条
  1. 10.1.26εἰ γάρ τι γράψαι ὁ Ἐπίκουρος, φιλονεικεῖ τοσοῦτον γράψαι ὁ Χρύσιππος

    条件从句(εἰ 加稀求式 γράψαι)与主句(现在时直陈式 φιλονεικεῖ)的搭配。稀求式表示过去反复发生的普遍条件(“每当伊壁鸠鲁写了什么”),而主句使用生动的现在时直陈式来鲜明描绘克律西波斯争强好胜的持续状态。

  2. 10.1.27ἀδιόρθωτα εἴακε τῷ ἐπείγεσθαι

    τῷ ἐπείγεσθαι 为带冠词的中性单数与格现在时不定式,充当原因与格(“由于急促”)。谓语形容词 ἀδιόρθωτα 与 εἴακε(ἐάω 的完成时)连用,作宾语补足语,意为“任其未加校正”。

  3. 10.1.29κἂν κρίνειν εἰδέναι

    κἂν 是 καὶ ἄν 的混声(crasis)。从属于结果从句连词 ὥστε 的不定式 εἰδέναι 搭配了潜能小词 ἄν,从而赋予不定式以潜在/假设色彩(“以便你也能懂得如何评判”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.24-10.1.29