- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.18-10.1.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-30
伊壁鸠鲁在遗嘱中规定了财产收益的用途(包括家族祭仪、生日纪念会、对梅特罗多洛子女的抚养与嫁妆)、书籍的遗赠及奴隶的释放。随后引述了他临终前致伊多墨纽斯的信,并叙述了其著名门徒梅特罗多洛的家世、品行与生平。
“Ἐκ δὲ τῶν γινομένων προσόδων τῶν δεδομένων ἀφʼ ἡμῶν Ἀμυνομάχῳ καὶ Τιμοκράτει κατὰ τὸ δυνατὸν μεριζέσθωσαν μεθʼ Ἑρμάρχου σκοπούμενοι εἴς τε τὰ ἐναγίσματα τῷ τε πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς, καὶ ἡμῖν εἰς τὴν εἰθισμένην ἄγεσθαι γενέθλιον ἡμέραν ἑκάστου ἔτους τῇ προτέρᾳ δεκάτῃ τοῦ Γαμηλιῶνος, ὥσπερ καὶ εἰς τὴν γινομένην σύνοδον ἑκάστου μηνὸς ταῖς εἰκάσι τῶν συμφιλοσοφούντων ἡμῖν εἰς τὴν ἡμῶν τε καὶ Μητροδώρου 〈μνήμην〉 κατατεταγμένην. συντελείτωσαν δὲ καὶ τὴν τῶν ἀδελφῶν ἡμέραν τοῦ Ποσειδεῶνος· συντελείτωσαν δὲ καὶ τὴν Πολυαίνου τοῦ Μεταγειτνιῶνος καθάπερ καὶ ἡμεῖς.
“从我们赠与阿米诺马科斯和蒂莫克拉特斯的财产所产生的收益中,他们应在与赫尔玛科斯商议后,尽可能进行分配,以供奉父亲、母亲和兄弟们,并用于我们在每年伽墨利翁月下旬第十日(即二十日)依例举行的生日纪念,以及每月二十日由与我们一同研习哲学的人所举行的聚会——这聚会是为纪念我们和梅特罗多洛而设立的。他们也应当在波塞代翁月举行纪念我兄弟们的节日,并在梅塔盖特尼翁月像我们生前那样举行纪念波吕艾诺斯的节日。
“Ἐπιμελείσθωσαν δὲ καὶ Ἀμυνόμαχος καὶ Τιμοκράτης τοῦ υἱοῦ τοῦ Μητροδώρου Ἐπικούρου καὶ τοῦ υἱοῦ τοῦ Πολυαίνου, φιλοσοφούντων αὐτῶν καὶ συζώντων μεθʼ Ἑρμάρχου. ὡσαύτως δὲ τῆς θυγατρὸς τῆς Μητροδώρου τὴν ἐπιμέλειαν ποιείσθωσαν, καὶ εἰς ἡλικίαν ἐλθοῦσαν ἐκδότωσαν ᾧ ἂν Ἕρμαρχος ἕληται τῶν φιλοσοφούντων μετʼ αὐτοῦ, οὔσης αὐτῆς εὐτάκτου καὶ πειθαρχούσης Ἑρμάρχῳ. διδότωσαν δʼ Ἀμυνόμαχος καὶ Τιμοκράτης ἐκ τῶν ὑπαρχουσῶν ἡμῖν προσόδων εἰς τροφὴν τούτοις, ὅ τι ἂν αὐτοῖς κατʼ ἐνιαυτὸν ἐπιδέχεσθαι δοκῇ σκοπουμένοις μεθʼ Ἑρμάρχου.
“阿米诺马科斯和蒂莫克拉特斯还要照料梅特罗多洛之子伊壁鸠鲁和波吕艾诺斯之子,只要他们与赫尔玛科斯共同研习哲学并生活在一起。同样,他们也要照料梅特罗多洛的女儿,待她成年之后,只要她举止端庄并顺从赫尔玛科斯,便将她许配给赫尔玛科斯从与他一同研习哲学的人中选定的人。阿米诺马科斯和蒂莫克拉特斯应当从我们现有的收益中,向他们提供生活费用,数额由他们每年与赫尔玛科斯商议后认为可行者为准。
“Ποιείσθωσαν δὲ μεθʼ ἑαυτῶν καὶ Ἕρμαρχον κύριον τῶν προσόδων, ἵνα μετὰ τοῦ συγκαταγεγηρακότος ἡμῖν ἐν φιλοσοφίᾳ καὶ καταλελειμμένου ἡγεμόνος τῶν συμφιλοσοφούντων ἡμῖν ἕκαστα γίνηται. τὴν δὲ προῖκα τῷ θήλει παιδίῳ, ἐπειδὰν εἰς ἡλικίαν ἔλθῃ, μερισάτωσαν Ἀμυνόμαχος καὶ Τιμοκράτης ὅσον ἂν ἐπιδέχηται ἀπὸ τῶν ὑπαρχόντων ἀφαιροῦντες μετὰ τῆς Ἑρμάρχου γνώμης. ἐπιμελείσθωσαν δὲ καὶ Νικάνορος, καθάπερ καὶ ἡμεῖς, ἵνʼ ὅσοι τῶν συμφιλοσοφούντων ἡμῖν χρείαν ἐν τοῖς ἰδίοις παρεσχημένοι καὶ τὴν πᾶσαν οἰκειότητα ἐνδεδειγμένοι συγκαταγηράσκειν μεθʼ ἡμῶν προείλοντο ἐν φιλοσοφίᾳ, μηδενὸς τῶν ἀναγκαίων ἐνδεεῖς καθεστήκωσιν παρὰ τὴν ἡμετέραν δύναμιν.
“他们还应让赫尔玛科斯与他们共同掌控收益,以便万事都能与这位在哲学中与我们共度衰年、并被留下作为我们同道之领袖的人一同进行。至于女孩子,待她成年时,阿米诺马科斯和蒂莫克拉特斯应经赫尔玛科斯同意,在现有财产中扣除合理数额作为嫁妆分配给她。他们还要像我们生前那样照料尼卡诺尔,以使我们那些在私事上提供过帮助、表现出无比亲睦、并选择在哲学中与我们共度衰年的哲学同道们,在我们能力所及范围内不匮乏任何必需之物。
“Δοῦναι δὲ τὰ βιβλία τὰ ὑπάρχοντα ἡμῖν πάντα Ἑρμάρχῳ1. “Ἐὰν δέ τι τῶν ἀνθρωπίνων περὶ Ἕρμαρχον γένηται πρὸ τοῦ τὰ Μητροδώρου παιδία εἰς ἡλικίαν ἐλθεῖν, δοῦναι Ἀμυνόμαχον καὶ Τιμοκράτην, ὅπως ἂν εὐτακτούντων αὐτῶν ἕκαστα γίνηται τῶν ἀναγκαίων, κατὰ τὸ δυνατὸν ἀπὸ τῶν καταλελειμμένων ὑφʼ ἡμῶν προσόδων. καὶ τῶν λοιπῶν ἁπάντων ὡς συντετάχαμεν ἐπιμελείσθωσαν, ὅπως ἂν κατὰ τὸ ἐνδεχόμενον ἕκαστα γίγνηται. ἀφίημι δὲ τῶν παίδων ἐλεύθερον Μῦν, Νικίαν, Λύκωνα· ἀφίημι δὲ καὶ Φαίδριον ἐλευθερίᾳ.
“我们所有的一切书籍均遗赠给赫尔玛科斯。 “如果梅特罗多洛的孩子成年之前,赫尔玛科斯身上发生了凡人之事(即去世),只要孩子们举止规矩,阿米诺马科斯和蒂莫克拉特斯就应尽力从我们留下的收益中提供他们的一切生活所需。对于其余一切事务,他们也当依我们所吩咐的去照料,以便万事都能尽可能妥善落实。我的奴仆之中,我释放米斯、尼基亚斯和吕孔为自由人;我也释放斐德里翁重获自由。”
Ἤδη δὲ τελευτῶν γράφει πρὸς Ἰδομενέα τήνδε ἐπιστολήν· “Τὴν μακαρίαν ἄγοντες καὶ ἅμα τελευταίαν ἡμέραν τοῦ βίου ἐγράφομεν ὑμῖν ταυτί. στραγγουρία τε παρηκολουθήκει καὶ δυσεντερικὰ πάθη ὑπερβολὴν οὐκ ἀπολείποντα τοῦ ἐν ἑαυτοῖς μεγέθους2. ἀντιπαρετάττετο δὲ πᾶσι τούτοις τὸ κατὰ ψυχὴν χαῖρον ἐπὶ τῇ τῶν γεγονότων ἡμῖν διαλογισμῶν μνήμῃ. σὺ δʼ ἀξίως τῆς ἐκ μειρακίου παραστάσεως πρὸς ἐμὲ καὶ φιλοσοφίαν ἐπιμελοῦ τῶν παίδων Μητροδώρου. Καὶ διέθετο μὲν ὧδε. Μαθητὰς δὲ ἔσχε πολλοὺς μέν, σφόδρα δὲ ἐλλογίμους Μητρόδωρον Ἀθηναίου ἢ Τιμοκρατους καὶ Σάνδης Λαμψακηνόν· ὃς ἀφʼ οὗ τὸν ἄνδρα ἔγνω, οὐκ ἀπέστη ἀπʼ αὐτοῦ πλὴν ἓξ μηνῶν εἰς τὴν οἰκείαν, ἔπειτʼ ἐπανῆλθε.
临终之际,他致信伊多墨纽斯道: “在这度过幸福同时亦是生命最后一日的时刻,我给你写下这封信。排尿艰难与痢疾之症如影随形,其剧烈程度已达其自身极限。但与所有这些痛苦相抗衡的,是灵魂中因回忆我们以往的沉思探讨而生的欢欣。请你以自少年时期对我和对哲学所抱持的真挚情谊,照料梅特罗多洛的孩子们。” 他的遗嘱便是如此。 他门徒众多,但最为著名的是兰普萨库斯的梅特罗多洛,他是阿忒奈奥斯(或蒂莫克拉特斯)与桑德之子;此人自结识伊壁鸠鲁后,除有六个月回乡之外,从未离开过他,随后又返回了身边。
γέγονε δὲ ἀγαθὸς πάντα, καθὰ καὶ Ἐπίκουρος ἐν προηγουμέναις γραφαῖς μαρτυρεῖ καὶ ἐν τῷ τρίτῳ Τιμοκράτους. τοιοῦτος δʼ ὢν καὶ τὴν ἀδελφὴν Βατίδα ἐξέδοτο Ἰδομενεῖ, καὶ Λεόντιον τὴν Ἀττικὴν ἑταίραν ἀναλαβὼν εἶχε παλλακήν. ἦν δὲ καὶ ἀκατάπληκτος πρός τε τὰς ὀχλήσεις καὶ τὸν θάνατον, ὡς Ἐπίκουρος ἐν τῷ πρώτῳ Μητροδώρῳ φησί. φασὶ δὲ καὶ πρὸ ἑπτὰ ἐτῶν αὐτοῦ τελευτῆσαι πεντηκοστὸν τρίτον ἔτος ἄγοντα, καὶ αὐτὸς Ἐπίκουρος ἐν ταῖς προειρημέναις διαθήκαις, ὡς προαπεληλυθότος αὐτοῦ δηλονότι, ἐπισκήπτει περὶ τῆς ἐπιμελείας αὐτοῦ τῶν παίδων. ἔσχε δὲ καὶ τὸν προειρημένον εἰκαῖόν τινα ἀδελφὸν τοῦ Μητροδώρου Τιμοκράτην.
他在各方面都极为优秀,伊壁鸠鲁在之前的著述中以及《论蒂莫克拉特斯》第三卷中都对此有所证实。像他这样的人,还将妹妹巴蒂斯许配给伊多墨纽斯,并收留阿提卡名妓莱昂提翁作妾。正如伊壁鸠鲁在《梅特罗多洛传》第一卷中所说,他面对困扰和死亡时也毫不畏惧。人们说他比伊壁鸠鲁早死七年,享年五十三岁;伊壁鸠鲁本人在上述遗嘱中也嘱托照看他的孩子,显然是因为他早已离世。他还有一个前文提及的弟弟蒂莫克拉特斯,是个轻浮鲁莽之人。
- 10.1.21Δοῦναι δὲ τὰ βιβλία τὰ ὑπάρχοντα ἡμῖν πάντα Ἑρμάρχῳ
不定式 δοῦναι 在此独立使用,具有命令语气的功能(祈使不定式)。这是希腊法令、公文及遗嘱中的标准程式用语,其效力等同于前文出现的第三人称命令式动词(如 μεριζέσθωσαν、ἐπιμελείσθωσαν 等)。
- 10.1.22ὑπερβολὴν οὐκ ἀπολείποντα τοῦ ἐν ἑαυτοῖς μεγέθους
分词 ἀπολείποντα 为中性复数主格,修饰前面的疾病主语(στραγγουρία ... καὶ δυσεντερικὰ πάθη)。习语表达“ὑπερβολὴν οὐκ ἀπολείπειν +属格”意为“对于……不留任何超越的余地”,即“达到了顶点/极限”,属格 τοῦ ἐν ἑαυτοῖς μεγέθους 表示“其自身所能达到的最大剧烈程度”。
