← 第欧根尼·拉尔修

哲人言行录

§10.1.143-10.1.148

主要教说第十二至第二十八:自然哲学与快乐的界限

在《主要教说》第12至28条中,伊壁鸠鲁阐明了自然哲学和感觉标准的可靠性对心灵宁静的必要性,界定了快感、欲望与财富的自然界限,并强调了理智省察与友谊在实现至福生活中的崇高作用。

← 上一节下一节 →

[XII.] Οὐκ ἦν τὸ φοβούμενον λύειν ὑπὲρ τῶν κυριωτάτων μὴ κατειδότα τίς ἡ τοῦ σύμπαντος φύσις, ἀλλʼ ὑποπτευόμενόν τι1 τῶν κατὰ τοὺς μύθους· ὥστε οὐκ ἦν ἄνευ φυσιολογίας ἀκεραίους τὰς ἡδονὰς ἀπολαμβάνειν. [XIII.] Οὐθὲν ὄφελος ἦν τὴν κατʼ ἀνθρώπους ἀσφάλειαν κατασκευάζεσθαι τῶν ἄνωθεν ὑπόπτων καθεστώτων καὶ τῶν ὑπὸ γῆς καὶ ἁπλῶς τῶν ἐν τῷ ἀπείρῳ. [XIV.] Τῆς ἀσφαλείας τῆς ἐξ ἀνθρώπων γενομένης μέχρι τινὸς δυνάμει τε ἐξερειστικὴ καὶ εὐπορίᾳ εἰλικρινεστάτη γίνεται ἡ ἐκ τῆς ἡσυχίας καὶ ἐκχωρήσεως τῶν πολλῶν ἀσφάλεια.

[十二]对于未能深知全宇宙的本性为何、反而对神话中的事情有所疑惧的人来说,要消除关于最根本事物的恐惧是不可能的;因此,若无自然哲学,便不可能获得纯全的快感。 [十三]当天上的事情、地下的事情,以及简言之无限领域中的事情仍处于令人猜疑的状态时,建立防范世人的安全便毫无益处。 [十四]即使防范世人的安全在某种程度上得以确立,但凭借排拒之权能与充裕之自足,源于清静与远离大众的安全才是最纯粹的。

[XV.] Ὁ τῆς φύσεως πλοῦτος καὶ ὥρισται καὶ εὐπόριστός ἐστιν· ὁ δὲ τῶν κενῶν δοξῶν εἰς ἄπειρον ἐκπίπτει. [XVI.] Βραχέα σοφῷ τύχη παρεμπίπτει, τὰ δὲ μέγιστα καὶ κυριώτατα ὁ λογισμὸς διῴκηκε καὶ κατὰ τὸν συνεχῆ χρόνον τοῦ βίου διοικεῖ καὶ διοικήσει. [XVII.] Ὁ δίκαιος ἀταρακτότατος, ὁ δʼ ἄδικος πλείστης ταραχῆς γέμων. [XVIII.] Οὐκ ἐπαύξεται ἐν τῇ σαρκὶ ἡ ἡδονή, ἐπειδὰν ἅπαξ τὸ κατʼ ἔνδειαν ἀλγοῦν ἐξαιρεθῇ, ἀλλὰ μόνον ποικίλλεται. τῆς δὲ διανοίας τὸ πέρας τὸ κατὰ τὴν ἡδονὴν ἀπεγέννησεν ἥ τε τούτων αὐτῶν ἐκλόγησις2 καὶ τῶν ὁμογενῶν τούτοις, ὅσα τοὺς μεγίστους φόβους παρεσκεύαζε τῇ διανοίᾳ.

[十五]本性的财富既有限度又易于获得;而虚妄意见的财富则坠入无限。 [十六]机遇在极少数事上侵扰智者,而最重大、最根本的事物,理性已经统理,并在生命的连续岁月中统理着,而且将要统理下去。 [十七]正义者最无动摇,非正义者则充满最大的混乱。 [十八]一旦匮乏之痛被消除,肉体中的快感便不再增加,而只是变得多样。而心灵在快感方面的限度,乃是由对这些事物本身及其同类事物的理性省察所产生的——凡是这些曾给心灵带来最大恐惧之物。

[XIX.] Ὁ ἄπειρος χρόνος ἴσην ἔχει τὴν ἡδονὴν καὶ ὁ πεπερασμένος, ἐάν τις αὐτῆς τὰ πέρατα καταμετρήσῃ τῷ λογισμῷ. [XX.] Ἡ μὲν σὰρξ ἀπέλαβε τὰ πέρατα τῆς ἡδονῆς ἄπειρα, καὶ ἄπειρος αὐτὴν χρόνος παρεσκεύασεν. ἡ δὲ διάνοια τοῦ τῆς σαρκὸς τέλους καὶ πέρατος λαβοῦσα τὸν ἐπιλογισμὸν καὶ τοὺς ὑπὲρ τοῦ αἰῶνος φόβους ἐκλύσασα τὸν παντελῆ βίον παρεσκεύασεν, καὶ οὐθὲν ἔτι τοῦ ἀπείρου χρόνου προσεδεήθη· 〈οὐ〉 μὴν ἀλλʼ οὔτε ἔφυγε τὴν ἡδονήν, οὐθʼ ἡνίκα τὴν ἐξαγωγὴν ἐκ τοῦ ζῆν τὰ πράγματα παρεσκεύαζεν, ὡς ἐλλείπουσά τι τοῦ ἀρίστου βίου κατέστρεφεν.

[十九]如果一个人用理性衡量快感的限度,无限的时间与有限的时间所含有的快感是相等的。 [二十]肉体把快感的限度当作是无限的,而无限的时间为它提供了这种限度。但心灵获得了关于肉体的终点与限度的沉思,消除了关于永恒的恐惧,准备了完满的生活,再也无须无限的时间;不仅如此,它既不逃避快感,而且当时局为之安排离开生命之时,它亦未曾像有所缺失于最善生活那样结束。

[XXI.] Ὁ τὰ πέρατα τοῦ βίου κατειδὼς οἶδεν, ὡς εὐπόριστόν ἐστι τὸ 〈τὸ〉 ἀλγοῦν κατʼ ἔνδειαν ἐξαιροῦν καὶ τὸ τὸν ὅλον βίον παντελῆ καθιστάν· ὥστʼ οὐδὲν προσδεῖται πραγμάτων ἀγῶνας κεκτημένων. [XXII.] Τὸ ὑφεστηκὸς δεῖ τέλος ἐπιλογίζεσθαι καὶ πᾶσαν τὴν ἐνάργειαν, ἐφʼ ἣν τὰ δοξαζόμενα ἀνάγομεν· εἰ δὲ μή, πάντα ἀκρισίας καὶ ταραχῆς ἔσται μεστά. [XXIII.] Εἰ μάχῃ πάσαις ταῖς αἰσθήσεσιν, οὐχ ἕξεις οὐδʼ ἃς ἂν φῇς αὐτῶν διεψεῦσθαι πρὸς τί ποιούμενος τὴν ἀναγωγὴν κρίνῃς3.

[二十一]深知生命限度的人知道,消除匮乏之痛并使整个生命趋于完满之物是多么容易获得;因此他完全不需要伴随斗争的事物。 [二十二]必须沉思既定的终极目的和一切明证,我们将所持的意见回溯于此;否则,一切都将充满无决断与混乱。 [二十三]如果你与所有的感觉抗争,你甚至将没有任何基准作为对照,来判断你所断定为受骗的那些感觉。

[XXIV.] Εἴ τινʼ ἐκβαλεῖς ἁπλῶς αἴσθησιν καὶ μὴ διαιρήσεις τὸ δοξαζόμενον κατὰ τὸ προσμένον καὶ τὸ παρὸν ἤδη κατὰ τὴν αἴσθησιν καὶ τὰ πάθη καὶ πᾶσαν φανταστικὴν ἐπιβολὴν τῆς διανοίας, συνταράξεις καὶ τὰς λοιπὰς αἰσθήσεις τῇ ματαίῳ δόξῃ, ὥστε τὸ κριτήριον ἅπαν ἐκβαλεῖς. εἰ δὲ βεβαιώσεις καὶ τὸ προσμένον ἅπαν ἐν ταῖς δοξαστικαῖς ἐννοίαις καὶ τὸ μὴ τὴν ἐπιμαρτύρησιν4, οὐκ ἐκλείψεις τὸ διεψευσμένον· ὡς τετηρηκὼς ἔσῃ πᾶσαν ἀμφισβήτησιν κατὰ πᾶσαν κρίσιν τοῦ ὀρθῶς ἢ μὴ ὀρθῶς.

[二十四]如果你断然摒弃任何感觉,而不根据感觉、感受以及心灵的每一次表象投射中尚待证实之物与现已在场之物来辨明所意想的事物,你就会用虚妄的意见扰乱其余的感觉,以致你将摒弃整个评判标准。而如果你在意见性的观念中肯定一切尚待证实之物和未获证认之物,你就无法摆脱错误;因为在对正确与否的每一次判定中,你都保留了一切可争议性。

[XXV.] Εἰ μὴ παρὰ πάντα καιρὸν ἐπανοίσεις ἕκαστον τῶν πραττομένων ἐπὶ τὸ τέλος τῆς φύσεως, ἀλλὰ προκαταστρέψεις εἴ τε φυγὴν εἴ τε δίωξιν ποιούμενος εἰς ἄλλο τι, οὐκ ἔσονταί σοι τοῖς λόγοις αἱ πράξεις ἀκόλουθοι. [XXVI.] Τῶν ἐπιθυμιῶν ὅσαι μὴ ἐπʼ ἀλγοῦν ἐπανάγουσιν ἐὰν μὴ συμπληρωθῶσιν, οὐκ εἰσὶν ἀναγκαῖαι ἀλλʼ εὐδιάχυτον τὴν ὄρεξιν ἔχουσιν, ὅταν δυσπόριστοι ἢ βλάβης ἀπεργαστικαὶ δόξωσιν εἶναι. [XXVII.] Ὧν ἡ σοφία παρασκευάζεται εἰς τὴν τοῦ ὅλου βίου μακαριότητα, πολὺ μέγιστόν ἐστιν ἡ τῆς φιλίας κτῆσις. [XXVIII.] Ἡ αὐτὴ γνώμη θαρρεῖν τε ἐποίησεν ὑπὲρ τοῦ μηθὲν αἰώνιον εἶναι δεινὸν μηδὲ πολυχρόνιον, καὶ τὴν ἐν αὐτοῖς τοῖς ὡρισμένοις ἀσφάλειαν φιλίαις μάλιστα κατεῖδε συντελουμένην.

[二十五]如果你不在每个时刻都将所行的每一件事回溯到本性的终极目的,而在采取逃避或追求时预先转向别的事物,你的行为就不能与你的言论相符。 [二十六]在欲望中,凡未获满足便不会引向痛苦的,都不是必然的,而是具有容易消散的追求倾向,只要它们显得难于获取或会造成损害。 [二十七]在智慧为整个生命的至福所筹备的诸事物中,友谊的获得是远为最重大的。 [二十八]使我们确信没有任何可怕之物是永恒的或长期的同一种见识,也洞察到在这些受限的界限内的安全,尤其是借着友谊才得以完全实现的。

语法注4 条
  1. 10.1.143μὴ κατειδότα ... ὑποπτευόμενόν τι

    在非人称句式 οὐκ ἦν ... λύειν 中,分词采用宾格,作为不定式 λύειν 的逻辑主语(“某人”)。它没有用与格依存于 ἦν,而是以宾格形式与不定式的主语保持一致。

  2. 10.1.144τῆς δὲ διανοίας τὸ πέρας τὸ κατὰ τὴν ἡδονὴν ἀπεγέννησεν ἥ τε τούτων αὐτῶν ἐκλόγησις

    语序倒装(hyperbaton):宾语短语 τῆς διανοίας τὸ πέρας τὸ κατὰ τὴν ἡδονήν(心灵在快感方面的限度)置于句首,而主语 ἥ τε τούτων αὐτῶν ἐκλόγησις... 则后置于动词 ἀπεγέννησεν 之后。

  3. 10.1.146οὐδʼ ἃς ἂν φῇς αὐτῶν διεψεῦσθαι πρὸς τί ποιούμενος τὴν ἀναγωγὴν κρίνῃς

    由 οὐχ ἕξεις 统辖的复合句结构,结合了带有间接陈述的关系从句(ἃς ἂν φῇς αὐτῶν διεψεῦσθαι,“你断定其中受骗的那些感觉”)与间接审议疑问从句(πρὸς τί ποιούμενος τὴν ἀναγωγὴν κρίνῃς,“参照什么来加以判定”)。

  4. 10.1.147τὸ μὴ τὴν ἐπιμαρτύρησιν

    省略了分词(如 ἔχον)的实体化短语。与前文的 τὸ προσμένον(尚待证实之物)并列,作 βεβαιώσεις 的宾语,意为“未获证认之物/缺乏见证确证之物”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.143-10.1.148