- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.149-10.1.154
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-01
本节阐述基于本性与必然性的欲望三分法及其性质,以及建立在相互契约、有用性与共同体安全之上的伊壁鸠鲁学派正义论与法律观。
[XXIX.] Τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ 〈καὶ ἀναγκαῖαι· αἱ δὲ φυσικαὶ〉 καὶ οὐκ ἀναγκαῖαι· αἱ δὲ οὔτε φυσικαὶ οὔτʼ ἀναγκαῖαι ἀλλὰ παρὰ κενὴν δόξαν γινόμεναι. [φυσικὰς καὶ ἀναγκαίας ἡγεῖται ὁ Ἐπίκουρος τὰς ἀλγηδόνος ἀπολυούσας, ὡς ποτὸν ἐπὶ δίψους· φυσικὰς δὲ οὐκ ἀναγκαίας δὲ τὰς ποικιλλούσας μόνον τὴν ἡδονήν, μὴ ὑπεξαιρουμένας δὲ τὸ ἄλγημα, ὡς πολυτελῆ σιτία· οὔτε δὲ φυσικὰς οὔτʼ ἀναγκαίας, ὡς στεφάνους καὶ ἀνδριάντων ἀναθέσεις.] [XXX.] Ἐν αἷς τῶν φυσικῶν ἐπιθυμιῶν, μὴ ἐπʼ ἀλγοῦν δὲ ἐπαναγουσῶν ἐὰν μὴ συντελεσθῶσιν, ὑπάρχει ἡ σπουδὴ σύντονος, παρὰ κενὴν δόξαν αὗται γίνονται καὶ οὐ παρὰ τὴν ἑαυτῶν φύσιν οὐ διαχέονται ἀλλὰ παρὰ τὴν τοῦ ἀνθρώπου κενοδοξίαν1.
[二十九]在欲望中,有些是既自然又必然的,有些是自然但非必然的,有些则是既非自然亦非必然,而是因虚妄意见而产生的。[伊壁鸠鲁认为,解除痛苦的是既自然又必然的,如口渴时的饮料;仅使快感多样化而不消除痛苦的,是自然但非必然的,如奢华的食物;至于既非自然亦非必然的,如花冠和树立雕像。][三十]在自然欲望中,凡未获满足便不会引向痛苦,却存有强烈热切追求的,这些欲望都是因虚妄意见而产生的;它们之所以未被驱散,并非由于自身本性,而是由于人的虚妄意见。
[XXXI.] Τὸ τῆς φύσεως δίκαιόν ἐστι σύμβολον τοῦ συμφέροντος εἰς τὸ μὴ βλάπτειν ἀλλήλους μηδὲ βλάπτεσθαι. [XXXII.] Ὅσα τῶν ζῴων μὴ ἠδύνατο συνθήκας ποιεῖσθαι τὰς ὑπὲρ τοῦ μὴ βλάπτειν ἄλλα μηδὲ βλάπτεσθαι, πρὸς ταῦτα οὐθὲν ἦν δίκαιον οὐδὲ ἄδικον. ὡσαύτως δὲ καὶ τῶν ἐθνῶν ὅσα μὴ ἠδύνατο ἢ μὴ ἐβούλετο τὰς συνθήκας ποιεῖσθαι τὰς ὑπὲρ τοῦ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι. [XXXIII.] Οὐκ ἦν τι καθʼ ἑαυτὸ δικαιοσύνη, ἀλλʼ ἐν ταῖς μετʼ ἀλλήλων συστροφαῖς καθʼ ὁπηλίκους δή ποτε ἀεὶ τόπους συνθήκη τις ὑπὲρ τοῦ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι.
[三十一]本性的正义乃是关于互不侵害亦不受侵害的有用性的约据。 [三十二]凡不能订立互不侵害亦不受侵害之契约的动物,对它们而言既无正义亦无非正义。同样,凡不能或不愿订立互不侵害亦不受侵害之契约的民族亦是如此。 [三十三]正义从来不是什么孤立自存之物,而总是在彼此的交往结合中,在无论何等地域,关于互不侵害亦不受侵害的某种契约。
[XXXIV.] Ἡ ἀδικία οὐ καθʼ ἑαυτὴν κακόν, ἀλλʼ ἐν τῷ κατὰ τὴν ὑποψίαν φόβῳ, εἰ μὴ λήσει τοὺς ὑπὲρ τῶν τοιούτων ἐφεστηκότας κολαστάς. [XXXV.] Οὐκ ἔστι τὸν λάθρᾳ τι κινοῦντα ὧν συνέθεντο πρὸς ἀλλήλους εἰς τὸ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι, πιστεύειν ὅτι λήσει, κἂν μυριάκις ἐπὶ τοῦ παρόντος λανθάνῃ. μέχρι γὰρ καταστροφῆς ἄδηλον εἰ καὶ λήσει. [XXXVI.] Κατὰ μὲν 〈τὸ〉 κοινὸν πᾶσι τὸ δίκαιον τὸ αὐτό, συμφέρον γάρ τι ἦν ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ· κατὰ δὲ τὸ ἴδιον χώρας καὶ ὅσων δή ποτε αἰτιῶν οὐ πᾶσι συνέπεται τὸ αὐτὸ δίκαιον εἶναι.
[三十四]非正义本身并不是恶,而是在于因疑惧而产生的恐惧之中,即恐惧不能逃脱负责惩处此类行为的惩罚者。 [三十五]暗中破坏彼此关于互不侵害亦不受侵害之协议的人,不可能确信自己将逃脱惩罚,即便目前他已一万次未被发觉。因为直到生命的终点,他究竟能否逃脱仍然是不可知的。 [三十六]就普遍而言,正义对所有人都是相同的,因为它是彼此交往中的某种有用之物;但就地域特质及无论何种原因而言,并不必然归结为同一种事物对所有人都是正义的。
[XXXVII.] Τὸ μὲν ἐπιμαρτυρούμενον ὅτι συμφέρει ἐν ταῖς χρείαις τῆς πρὸς ἀλλήλους κοινωνίας τῶν νομισθέντων εἶναι δικαίων, ἔχει τὸν τοῦ δικαίου χαρακτῆρα, ἐάν τε τὸ αὐτὸ πᾶσι γένηται ἐάν τε μὴ τὸ αὐτό. ἐάν δὲ νόμον θῆταί τις, μὴ ἀποβαίνῃ δὲ κατὰ τὸ συμφέρον τῆς πρὸς ἀλλήλους κοινωνίας, οὐκέτι τοῦτο τὴν τοῦ δικαίου φύσιν ἔχει. κἂν μεταπίπτῃ τὸ κατὰ τὸ δίκαιον συμφέρον, χρόνον δέ τινα εἰς τὴν πρόληψιν ἐναρμόττῃ2, οὐδὲν ἧττον ἐκεῖνον τὸν χρόνον ἦν δίκαιον τοῖς μὴ φωναῖς κεναῖς ἑαυτοὺς συνταράττουσιν, ἀλλʼ ἁπλῶς εἰς τὰ πράγματα βλέπουσιν.
[三十七]在被视为正义的事物中,凡在彼此交往的需求中被证实为有用的,就具有正义的品格,不论它对所有人而言是否相同。但如果有人制定了法律,而其结果并不符合彼此交往的有用性,这便不再具有正义的本性。即使合乎正义的有用性发生了转变,只要在一个时期内仍与前把握相协调,那么对于那些不用空洞言词扰乱自己、而是单纯审视事实的人来说,在那段时期内它丝毫不减其为正义。
[XXXVIII.] Ἔνθα μὴ καινῶν γενομένων τῶν περιεστώτων πραγμάτων ἀνεφάνη μὴ ἁρμόττοντα εἰς τὴν πρόληψιν τὰ νομισθέντα δίκαια ἐπʼ αὐτῶν τῶν ἔργων, οὐκ ἦν ταῦτα δίκαια. ἔνθα δὲ καινῶν γενομένων τῶν πραγμάτων οὐκ ἔτι συνέφερε τὰ αὐτὰ δίκαια κείμενα, ἐνταῦθα δὲ τότε μὲν ἦν δίκαια, ὅτε συνέφερεν εἰς τὴν πρὸς ἀλλήλους κοινωνίαν τῶν συμπολιτευομένων· ὕστερον δʼ οὐκ ἦν ἔτι δίκαια, ὅτε μὴ συνέφερεν.
[三十八]在周围环境未发生改变、而被视为正义的事物在实际行动中显明与前把握不相协调的地方,这些事物便不是正义的。然而在周围环境发生了改变、而原先既定正义之物不再有用处的地方,当它们对城邦同胞彼此之间的交往有用时,在那时它们是正义的;后来当它们不再有用时,便不再是正义的了。
[XXXIX.] Ὁ τὸ μὴ θαρροῦν ἀπὸ τῶν ἔξωθεν ἄριστα συστησάμενος3 οὗτος τὰ μὲν δυνατὰ ὁμόφυλα κατεσκευάσατο· τὰ δὲ μὴ δυνατὰ οὐκ ἀλλόφυλά γε· ὅσα δὲ μηδὲ τοῦτο δυνατὸς ἦν, ἀνεπίμεικτος ἐγένετο, καὶ ἐξωρίσαθʼ ὅσα τούτων λυσιτελῆ πράττειν. [XL.] Ὅσοι τὴν δύναμιν ἔσχον τοῦ τὸ θαρρεῖν μάλιστα ἐκ τῶν ὁμορούντων παρασκευάσασθαι, οὕτω καὶ ἐβίωσαν μετʼ ἀλλήλων ἥδιστα τὸ βεβαιότατον πίστωμα ἔχοντες, καὶ πληρεστάτην οἰκειότητα ἀπολαβόντες οὐκ ὠδύραντο ὡς πρὸς ἔλεον τὴν τοῦ τελευτήσαντος προκαταστροφήν.
[三十九]凡能最好地消除来自外部事物之不安的人,在可能的情况下,使事物成为同类;在不可能的情况下,至少不使之成为异类;至于凡连这一点也做不到的事物,他便不与其相混杂,并只要有利就将其排斥在外。 [四十]凡有能力主要从周围邻人中筹备安全感的人,都以这种方式彼此极愉快地生活在一起,拥有最坚固的信诺;而且由于获得了最完满的亲近,他们并没有把先死者的早逝当作可怜的对象而悲泣哀号。
- 10.1.149οὐ παρὰ τὴν ἑαυτῶν φύσιν οὐ διαχέονται ἀλλὰ παρὰ τὴν τοῦ ἀνθρώπου κενοδοξίαν
此处的结构结合了双重否定(οὐ ... οὐ διαχέονται)与对比句(οὐ παρὰ ... ἀλλὰ παρὰ ...)。句意为:“它们之所以未被消解(οὐ διαχέονται),不是由于它们自身的本性(οὐ παρὰ τὴν ἑαυτῶν φύσιν),而是由于人的虚荣妄见(ἀλλὰ παρὰ ...)”。介词 παρά 在此接宾格表示原因。
- 10.1.152εἰς τὴν πρόληψιν ἐναρμόττῃ
伊壁鸠鲁认识论的核心术语 πρόληψις(“前把握”)在此被运用于法律与正义学说中。它指关于正义与相互利益在心灵中预先形成的普遍观念或根本标准,用于检验既定法律与契约是否与之相协调(ἐναρμόττειν)。
- 10.1.154Ὁ τὸ μὴ θαρροῦν ἀπὸ τῶν ἔξωθεν ἄριστα συστησάμενος
带有定冠词的中性现在分词 τὸ μὴ θαρροῦν 用作抽象名词,表示“缺乏确信”、“不安”或“易受侵害的脆弱状态”。中动相动词 συστήσασθαι 意为“整顿”、“组织”、“筹措”,整句指“对来自外部事物的不安状态做出最善应对与筹备的人”。
