- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.138-10.1.142
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-01
作者重申了德性是为了快感而被选择的伊壁鸠鲁学派立场,并以此作为全书的终结,开始列举《主要教说》,引录了涉及神明、死亡、快与苦的界限、德性与快感的关系、权势名声以及自然哲学之功用的第一至第十一则教说。
Διὰ δὲ τὴν ἡδονὴν καὶ τὰς ἀρετὰς αἱρεῖσθαι1, οὐ διʼ αὑτάς, ὥσπερ τὴν ἰατρικὴν διὰ τὴν ὑγίειαν, καθά φησι καὶ Διογένης ἐν τῇ εἰκοστῇ τῶν Ἐπιλέκτων, ὃς καὶ διαγωγὴν λέγει τὴν ἀγωγήν. ὁ δʼ Ἐπίκουρος καὶ ἀχώριστόν φησι τῆς ἡδονῆς τὴν ἀρετὴν μόνην· τὰ δʼ ἄλλα χωρίζεσθαι, οἷον βρωτά. Καὶ φέρε οὖν δὴ νῦν τὸν κολοφῶνα, ὡς ἂν εἴποι τις, ἐπιθῶμεν τοῦ παντὸς συγγράμματος καὶ τοῦ βίου τοῦ φιλοσόφου, τὰς Κυρίας αὐτοῦ δόξας παραθέμενοι καὶ ταύταις τὸ πᾶν σύγγραμμα κατακλείσαντες, τέλει χρησάμενοι τῇ τῆς εὐδαιμονίας ἀρχῇ.
德性也是为了快感而被选择的,并非为了其自身,正如医术是为了健康而被选择的一样;正如狄奥根尼在《精选集》第二十卷中所说的那样,他也将教养称为“生活方式”。但伊壁鸠鲁说,唯有德性与快感是不可分离的,而其他事物则是可分离的,例如食物。 那么来吧,正如人们所说,让我们现在为整部著作以及这位哲学家的生平画上圆满的句号,列出他的《主要教说》,并以此结束整部著作,将幸福的开端用作我们的终结。
[I.] Τὸ μακάριον καὶ ἄφθαρτον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει, ὥστε οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται· ἐν ἀσθενεῖ γὰρ πᾶν τὸ τοιοῦτον. [ἐν ἄλλοις δέ φησι τοὺς θεοὺς λόγῳ θεωρητούς, οὓς μὲν κατʼ ἀριθμὸν ὑφεστῶτας, οὓς δὲ καθʼ ὁμοείδειαν ἐκ τῆς συνεχοῦς ἐπιρρύσεως τῶν ὁμοίων εἰδώλων ἐπὶ τὸ αὐτὸ ἀποτετελεσμένωι ἀνθρωποειδῶς2.] [II.] Ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ· τὸ δʼ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς. [III.] Ὅρος τοῦ μεγέθους τῶν ἡδονῶν ἡ παντὸς τοῦ ἀλγοῦντος ὑπεξαίρεσις. ὅπου δʼ ἂν τὸ ἡδόμενον ἐνῇ, καθʼ ὃν ἂν χρόνον ᾖ, οὐκ ἔστι τὸ ἀλγοῦν ἢ τὸ λυπούμενον ἢ τὸ συναμφότερον.
[一]至福且不朽者自身既无烦恼,亦不给他人带来烦恼,因此它既不受怒气也不受恩惠所支配;因为凡此类情状皆存在于软弱之中。[他在其他著作中说,神明是由理智所观照的,有些依数量而存在,有些则依形态的同构性,由指向同一目标呈人形完成的类似影像的持续流入而生成。][二]死亡对于我们毫无干系;因为分解了的存在没有感觉,而没有感觉的存在对我们毫无干系。 [三]快感大小的界限乃是一切致痛之物的去除。凡有感受到快乐者在场之处,在其存在的全部时间内,便没有致痛之物,没有悲伤之物,亦没有两者兼具者。
[IV.] Οὐ χρονίζει τὸ ἀλγοῦν συνεχῶς ἐν τῇ σαρκί, ἀλλὰ τὸ μὲν ἄκρον τὸν ἐλάχιστον χρόνον πάρεστι, τὸ δὲ μόνον ὑπερτεῖνον τὸ ἡδόμενον κατὰ σάρκα οὐ πολλὰς ἡμέρας συμμένει. αἱ δὲ πολυχρόνιοι τῶν ἀρρωστιῶν πλεονάζον ἔχουσι τὸ ἡδόμενον ἐν τῇ σαρκὶ ἤ περ τὸ ἀλγοῦν. [V.] Οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως, 〈οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίωσ〉 ἄνευ τοῦ ἡδέως. ὅτῳ δὲ τοῦτο μὴ ὑπάρχει ἐξ οὗ ζῆν φρονίμως, καὶ καλῶς καὶ δικαίως ὑπάρχει3, οὐκ ἔστι τοῦτον ἡδέως ζῆν.
[四]致痛之物不会在肉体中持续长久;相反,极度的痛苦只存在最短的时间,而仅仅超出肉体中快乐状态的痛苦也不会持续许多天。长期的疾病在肉体中所含有的快乐要多于致痛的痛苦。 [五]若不明智、崇高、正义地生活,便不可能快乐地生活;若不快乐地生活,亦不可能明智、崇高、正义地生活。凡不具备能够从中明智、崇高且正义地生活之条件者,便不可能快乐地生活。
[VI.] Ἕνεκα τοῦ θαρρεῖν ἐξ ἀνθρώπων, ἦν κατὰ φύσιν [ἀρχῆς καὶ βασιλείας] ἀγαθόν4, ἐξ ὧν ἄν ποτε τοῦθʼ οἷός τʼ ᾖ παρασκευάζεσθαι. [VII.] Ἔνδοξοι καὶ περίβλεπτοί τινες ἐβουλήθησαν γενέσθαι, τὴν ἐξ ἀνθρώπων ἀσφάλειαν οὕτω νομίζοντες περιποιήσεσθαι. ὥστʼ εἰ μὲν ἀσφαλὴς ὁ τῶν τοιούτων βίος, ἀπέλαβον τὸ τῆς φύσεως ἀγαθόν· εἰ δὲ μὴ ἀσφαλής, οὐκ ἔχουσιν οὗ ἕνεκα ἐξ ἀρχῆς κατὰ τὸ τῆς φύσεως οἰκεῖον ὠρέχθησαν. [VIII.] Οὐδεμία ἡδονὴ καθʼ ἑαυτὸ κακόν· ἀλλὰ τὰ τινῶν ἡδονῶν ποιητικὰ πολλαπλασίους ἐπιφέρει τὰς ὀχλήσεις τῶν ἡδονῶν.
[六]为了从世人那里获得心安,无论借助何种手段凡能够提供此种心安者,原本都是一种合乎本性的善。 [七]某些人期望变得闻名而显赫,以为由此能从世人那里获得安全。因此,如果这样的人的生活是安全的,他们便获得了本性的善;但如果不安全,他们便不曾拥有最初按照本性的亲和性所渴望获得的东西。 [八]没有任何快感就其自身而言是恶;但某些快感的制造者所带来的骚扰,要比快感本身多出数倍。
[IX.] Εἰ κατεπυκνοῦτο πᾶσα ἡδονή, καὶ χρόνῳ καὶ περὶ ὅλον τὸ ἄθροισμα ὑπῆρχεν ἢ τὰ κυριώτατα μέρη τῆς φύσεως, οὐκ ἄν ποτε διέφερον ἀλλήλων αἱ ἡδοναί. [X.] Εἰ τὰ ποιητικὰ τῶν περὶ τοὺς ἀσώτους ἡδονῶν ἔλυε τοὺς φόβους τῆς διανοίας τούς τε περὶ μετεώρων καὶ θανάτου καὶ ἀλγηδόνων, ἔτι τε τὸ πέρας τῶν ἐπιθυμιῶν ἐδίδασκεν, οὐκ ἄν ποτε εἴχομεν ὅ τι ἐμεμψάμεθα αὐτοῖς5, πανταχόθεν εἰσπληρουμένοις τῶν ἡδονῶν καὶ οὐδαμόθεν οὔτε τὸ ἀλγοῦν οὔτε τὸ λυπούμενον ἔχουσιν, ὅ περ ἐστὶ τὸ κακόν. [XI.] Εἰ μηθὲν ἡμᾶς αἱ τῶν μετεώρων ὑποψίαι ἠνώχλουν καὶ αἱ περὶ θανάτου, μή ποτε πρὸς ἡμᾶς ᾖ τι, ἔτι τε τὸ μὴ κατανοεῖν τοὺς ὅρους τῶν ἀλγηδόνων καὶ τῶν ἐπιθυμιῶν, οὐκ ἂν προσεδεόμεθα φυσιολογίας.
[九]如果每一种快感都被浓缩,无论在时间上,还是在整个复合体或本性最主导的部分周围皆是如此,那么快感彼此之间就绝不会有任何区别。 [十]如果放荡之人的快感制造者能够消解心灵对天象、死亡和痛苦的恐惧,并且还能教导欲望的界限,那么只要他们四面八方都被快感所充溢,而从无任何致痛与悲哀之物——这正是恶的所在——我们就绝不会有任何可以责备他们的地方。 [十一]如果我们对天象的疑惧、对死亡或许与我们有关的疑惧,以及未能理解痛苦和欲望的界限,丝毫没有困扰我们,我们便完全不需要自然哲学。
- 10.1.138Διὰ δὲ τὴν ἡδονὴν καὶ τὰς ἀρετὰς αἱρεῖσθαι
承接前节对学说的概述,为无明显引导动词(如 φασίν 或 λέγουσιν)的宾格加不定式间接引语结构。主语为 τὰς ἀρετάς,不定式 αἱρεῖσθαι 具有被动态含义(“被选择”)。
- 10.1.139ἀποτετελεσμένωι ἀνθρωποειδῶς
手抄本有 ἀποτετελεσμένους(与 θεούς 一致的宾格复数)或 ἀποτετελεσμένων 等异文。此处底本保留与格单数 ἀποτετελεσμένωι,与 ἐπὶ τὸ αὐτό 所蕴含的中性概念相应,表示影像持续汇入并以人形凝结为同一整体。
- 10.1.140ὅτῳ δὲ τοῦτο μὴ ὑπάρχει ἐξ οὗ ζῆν φρονίμως, καὶ καλῶς καὶ δικαίως ὑπάρχει
关系代词 ὅτῳ 为对应非人称句 οὐκ ἔστι τοῦτον ἡδέως ζῆν 的基准与格。先行词 τοῦτο 受关系从句 ἐξ οὗ(“依此”)修饰。后半部分的 ὑπάρχει 为重述结构,意即“凡使得明智、崇高且正义地生活之条件对其不复存在者”。
- 10.1.141ἦν κατὰ φύσιν ... ἀγαθόν
未完成过去时 ἦν 并非记述过去的事件,而是表达固有本质或普遍真理的“哲学性未完成过去时”(即“本性上原是[且仍是]善”)。其后由表示手段的不定关系从句 ἐξ ὧν ἄν ποτε... 修饰。
- 10.1.142οὐκ ἄν ποτε εἴχομεν ὅ τι ἐμεμψάμεθα αὐτοῖς
非真实条件句的后承分句(ἄν 搭配未完成过去时 εἴχομεν)内嵌入了由关系代词加不定过去时直陈式(ὅ τι ἐμεμψάμεθα)构成的从句,承袭了过去审议结构的用法,意为“我们绝不会有任何可责备他们的地方”。
