← 第欧根尼·拉尔修

哲人言行录

§10.1.133-10.1.137

智者的境界与同居勒尼学派的快感论分歧

伊壁鸠鲁阐述智者的优越性以结束致美诺透斯信,随后第欧根尼·拉尔修阐明了伊壁鸠鲁与居勒尼学派在静态快感及灵魂痛苦问题上的分歧。

← 上一节下一节 →

“Ἐπεὶ τίνα νομίζεις εἶναι κρείττονα τοῦ καὶ περὶ θεῶν ὅσια δοξάζοντος1 καὶ περὶ θανάτου διὰ παντὸς ἀφόβως ἔχοντος καὶ τὸ τῆς φύσεως ἐπιλελογισμένου τέλος, καὶ τὸ μὲν τῶν ἀγαθῶν πέρας ὡς ἔστιν εὐσυμπλήρωτόν τε καὶ εὐπόριστον διαλαμβάνοντος, τὸ δὲ τῶν κακῶν ὡς ἢ χρόνους ἢ πόνους ἔχει βραχεῖς, τὴν δὲ ὑπό τινων δεσπότιν εἰσαγομένην πάντων διαγελῶντος 〈εἱμαρμένην καὶ μᾶλλον ἃ μὲν κατʼ ἀνάγκην γίγνεσθαι λέγοντοσ〉, ἃ δὲ ἀπὸ τύχης, ἃ δὲ παρʼ ἡμᾶς διὰ τὸ τὴν μὲν ἀνάγκην ἀνυπεύθυνον εἶναι, τὴν δὲ τύχην ἄστατον ὁρᾶν, τὸ δὲ παρʼ ἡμᾶς ἀδέσποτον, ᾧ καὶ τὸ μεμπτὸν καὶ τὸ ἐναντίον παρακολουθεῖν πέφυκεν

“因为在你看还有谁能胜过这样的人:他既对神明抱有虔敬之念,又对死亡始终毫无恐惧,并且已推究出自然的终极目的;他理解善的界限是容易完满且容易获得的,而恶的界限要么时间短暂,要么痛苦轻微;他嘲弄被某些人引入作为万物之女主人的命运,宁可断言有些事情出于必然,有些出于偶然,有些出于我们自身——因为必然是不可追责的,偶然被他看作是不定的,而出于我们自身的事物是不受主宰的,谴责及其反面[赞赏]自然随之而来

(ἐπεὶ κρεῖττον ἦν2 τῷ περὶ θεῶν μύθῳ κατακολουθεῖν ἢ τῇ τῶν φυσικῶν εἱμαρμένῃ δουλεύειν· ὁ μὲν γὰρ ἐλπίδα παραιτήσεως ὑπογράφει θεῶν διὰ τιμῆς, ἡ δὲ ἀπαραίτητον ἔχει τὴν ἀνάγκην), τὴν δὲ τύχην οὔτε θεόν, ὡς οἱ πολλοὶ νομίζουσιν, ὑπολαμβάνοντος (οὐθὲν γὰρ ἀτάκτως θεῷ πράττεται) οὔτε ἀβέβαιον αἰτίαν (〈οὐκ〉 οἴεται μὲν γὰρ ἀγαθὸν ἢ κακὸν ἐκ ταύτης πρὸς τὸ μακαρίως ζῆν ἀνθρώποις δίδοσθαι, ἀρχὰς μέντοι μεγάλων ἀγαθῶν ἢ κακῶν ὑπὸ ταύτης χορηγεῖσθαι),

(因为顺从关于诸神的神话,也胜过受制于自然哲学家的命运;神话还勾勒出通过敬拜而获得诸神宽恕的希望,命运却具有不可规避的必然性);他既不把偶然当作神明——如大众所认为的那样(因为神明决不会无秩序地行事)——也不把它当作不可靠的原因(因为他不认为关乎至福生活的善或恶是由偶然赐给人类的,但他认为极大的善或恶的开端乃是由偶然所供给的);

κρεῖττον εἶναι νομίζοντος εὐλογίστως ἀτυχεῖν ἢ ἀλογίστως εὐτυχεῖν· βέλτιον γὰρ ἐν ταῖς πράξεσι τὸ καλῶς κριθὲν μὴ ὀρθωθῆναι διὰ ταύτην. “Ταῦτα οὖν καὶ τὰ τούτοις συγγενῆ μελέτα πρὸς σεαυτὸν ἡμέρας καὶ νυκτὸς πρός τε τὸν ὅμοιον σεαυτῷ, καὶ οὐδέποτε οὔθʼ ὕπαρ οὔτʼ ὄναρ διαταραχθήσῃ, ζήσεις δὲ ὡς θεὸς ἐν ἀνθρώποις. οὐθὲν γὰρ ἔοικε θνητῷ ζῴῳ ζῶν ἄνθρωπος ἐν ἀθανάτοις ἀγαθοῖς. Μαντικὴν δʼ ἅπασαν ἐν ἄλλοις ἀναιρεῖ, ὡς καὶ ἐν τῇ μικρᾷ ἐπιτομῇ. καί φησι· μαντικὴ οὖσα ἀνύπαρκτος, εἰ δὲ καὶ ὑπαρκτή, οὐδὲν πρὸς ἡμᾶς ἡγητέα γινόμενα3. Τοσαῦτα καὶ περὶ τῶν βιωτικῶν· καὶ ἐπὶ πλείω διείλεκται ἀλλαχόθι.

并且他认为合理智而不幸,胜过无理智而走运;因为在行动中,依照良好判断所作的决定因偶然未能成功,反而更为可取。 “因此,要昼夜不息地同你自己以及同与你志趣相投之人操练这些事及其相类的事,你便绝不会在醒时或梦中遭受扰乱,而将在世人间如神明般生活。因为一个生活在不朽之善中的人,丝毫不同于必死的造物。” 他在其他著作中废除了一切占卜术,在《简明要略》中亦然。他说道: “占卜术既不存在;即便存在,所发生的事情对我们而言也应当视作无干。” 关于生活方面的论述就到此为止;他在别处作了更详尽的讨论。

Διαφέρεται δὲ πρὸς τοὺς Κυρηναϊκοὺς περὶ τῆς ἡδονῆς· οἱ μὲν γὰρ τὴν καταστηματικὴν οὐκ ἐγκρίνουσι, μόνην δὲ τὴν ἐν κινήσει· ὁ δὲ ἀμφοτέραν * * ψυχῆς καὶ σώματος, ὥς φησιν ἐν τῷ Περὶ αἱρέσεως καὶ φυγῆς καὶ ἐν τῷ Περὶ τέλους καὶ ἐν τῷ πρώτῳ Περὶ βίων καὶ ἐν τῇ πρὸς τοὺς ἐν Μυτιλήνῃ φιλοσόφους ἐπιστολῇ. ὁμοίως δὲ καὶ Διογένης ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἐπιλέκτων καὶ Μητρόδωρος ἐν τῷ Τιμοκράτει λέγουσιν οὕτω· νοουμένης δὲ ἡδονῆς τῆς τε κατὰ κίνησιν καὶ τῆς καταστηματικῆς. ὁ δʼ Ἐπίκουρος ἐν τῷ Περὶ αἱρέσεων οὕτω λέγει· ἡ μὲν γὰρ ἀταραξία καὶ ἀπονία καταστηματικαί εἰσιν ἡδοναί· ἡ δὲ χαρὰ καὶ ἡ εὐφροσύνη κατὰ κίνησιν ἐνεργείᾳ βλέπονται.

他在快感问题上与居勒尼学派存在分歧:居勒尼派不承认静态的快感,而只承认动态的快感;他却承认灵魂与肉体中兼有这两种快感,正如他在《论抉择与回避》、《论目的》、《论生活方式》第一卷以及《致米提利尼哲学家书》中所说的那样。同样,狄奥根尼在《精选集》第十七卷中,梅特罗多洛在《论提摩克拉底》中也是这样说的:“快感既被理解为动态的,也被理解为静态的。”伊壁鸠鲁自己在《论诸抉择》中这样说道: “因为灵魂的宁静与肉体的无痛乃是静态的快感;而喜悦与欢乐则在活动中被看作是动态的。”

Ἔτι πρὸς τοὺς Κυρηναϊκούς· οἱ μὲν γὰρ χείρους τὰς σωματικὰς ἀλγηδόνας τῶν ψυχικῶν4, κολάζεσθαι γοῦν τοὺς ἁμαρτάνοντας σώματι· ὁ δὲ τὰς ψυχικάς. τὴν γοῦν σάρκα τὸ παρὸν μόνον χειμάζειν, τὴν δὲ ψυχὴν καὶ τὸ παρελθὸν καὶ τὸ παρὸν καὶ τὸ μέλλον. οὕτως οὖν καὶ μείζονας ἡδονὰς εἶναι τὰς τῆς ψυχῆς. ἀποδείξει δὲ χρῆται τοῦ τέλος εἶναι τὴν ἡδονὴν τῷ τὰ ζῷα ἅμα τῷ γεννηθῆναι τῇ μὲν εὐαρεστεῖσθαι, τῷ δὲ πόνῳ προσκρούειν φυσικῶς καὶ χωρὶς λόγου. αὐτοπαθῶς οὖν φεύγομεν τὴν ἀλγηδόνα· ἵνα καὶ ὁ Ἡρακλῆς καταβιβρωσκόμενος ὑπὸ τοῦ χιτῶνος βοᾷ "δάκνων ἰύζων· ἀμφὶ δʼ ἔστενον πέτραι Λοκρῶν τʼ ὄρειοι πρῶνες Εὐβοίας τʼ ἄκραι."

此外,针对居勒尼学派:居勒尼派认为肉体的痛苦甚于灵魂的痛苦——至少犯过者受罚是在肉体上——而他则认为灵魂的痛苦更甚;因为肉体仅在当下遭受风暴袭扰,而灵魂则承受过去、现在与未来的风暴。因此,灵魂的快感也同样更为巨大。他证明快感是终极目的的根据是:生命体一旦诞生,便自然而然且无需推理地对快感感到欣慰,而对痛苦予以抵触。因此,我们是依直接感受来躲避痛苦的;以至于赫拉克勒斯被长袍噬咬时也叫喊道: “咬牙尖叫,周围的岩石、洛克里斯人的山岭与欧埃亚的岬角都发出了哀鸣。”

语法注4 条
  1. 10.1.133Ἐπεὶ τίνα νομίζεις εἶναι κρείττονα τοῦ καὶ περὶ θεῶν ὅσια δοξάζοντος...

    以开头的修辞性疑问句 Ἐπεὶ τίνα νομίζεις εἶναι κρείττονα(“因为在你看还有谁能胜过……”)为核心,由比较属格 τοῦ 所统领的一系列分词(δοξάζοντος、ἔχοντος、ἐπιλελογισμένου、διαλαμβάνοντος、διαγελῶντος,以及 §134 的 ὑπολαμβάνοντος 与 §135 的 νομίζοντος)构成并列长句,一直延续至 §135。其间穿插的从属小句和插入语皆为各分词的具体补充说明。

  2. 10.1.134ἐπεὶ κρεῖττον ἦν

    未加语气词 ἄν 的直陈式未完成过去时 ἦν 与表示适宜、恰当的形容词(κρεῖττον)连用,构成表达非事实或反事实的惯用结构(“顺从……本是更好的”)。

  3. 10.1.135μαντικὴ οὖσα ἀνύπαρκτος, εἰ δὲ καὶ ὑπαρκτή, οὐδὲν πρὸς ἡμᾶς ἡγητέα γινόμενα

    该引文的句法高度省略:前半句 μαντικὴ οὖσα ἀνύπαρκτος 为松散的主格分词独立结构(“占卜术既不存在”),后半句的动词性形容词中性复数 ἡγητέα 与 γινόμενα 构成主谓判断(“所发生的事态应被视为与我们无干”)。

  4. 10.1.137οἱ μὲν γὰρ χείρους τὰς σωματικὰς ἀλγηδόνας τῶν ψυχικῶν

    在宾语 τὰς σωματικὰς ἀλγηδόνας 与其宾补 χείρους 之间,承前省略了表示判断的动词(如 νομίζουσι);后半句 ὁ δὲ τὰς ψυχικάς 亦对称地省略了 [χείρους νομίζει]。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.133-10.1.137