- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.128-10.1.132
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-01
伊壁鸠鲁将快感阐定为至福生活的开端与终极目的,指出肉体无痛苦与灵魂无纷扰才是真正的快感。他强调通过简朴饮食达到自足的重要性,并得出结论:作为一切德性源泉的明智,才是实现真正愉悦生活的根本。
τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώματος ὑγίειαν καὶ τὴν τῆς ψυχῆς ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ μακαρίως ζῆν ἐστι τέλος. τούτου γὰρ χάριν πάντα πράττομεν, ὅπως μήτε ἀλγῶμεν μήτε ταρβῶμεν· ὅταν δʼ ἅπαξ τοῦτο περὶ ἡμᾶς γένηται, λύεται πᾶς ὁ τῆς ψυχῆς χειμών, οὐκ ἔχοντος τοῦ ζῴου βαδίζειν ὡς πρὸς ἐνδέον τι1 καὶ ζητεῖν ἕτερον ᾧ τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀγαθὸν συμπληρωθήσεται. τότε γὰρ ἡδονῆς χρείαν ἔχομεν, ὅταν ἐκ τοῦ μὴ παρεῖναι τὴν ἡδονὴν ἀλγῶμεν· ὅταν δὲ μὴ ἀλγῶμεν, οὐκέτι τῆς ἡδονῆς δεόμεθα. καὶ διὰ τοῦτο τὴν ἡδονὴν ἀρχὴν καὶ τέλος λέγομεν εἶναι τοῦ μακαρίως ζῆν·
因为对这些事物的准确审视懂得将一切抉择与回避都归结于肉体的健康与灵魂的宁静,既然这就是至福生活的终极目的。我们所做的一切确实都是为了这一目的,即让我们既不受痛苦,也不感到恐惧;而一旦我们身上达到了这种状态,灵魂的一切风暴便告消解,生命体再无须像走向某种匮乏之物那样前行,也无须寻找能使灵魂与肉体的善得以圆满的别样事物。因为正是当快感不在场而使我们感到痛苦时,我们才需要快感;而当我们不感到痛苦时,我们便不再需要快感。正因如此,我们才说快感是至福生活的开端与终极目的;
ταύτην γὰρ ἀγαθὸν πρῶτον καὶ συγγενικὸν ἔγνωμεν, καὶ ἀπὸ ταύτης καταρχόμεθα πάσης αἱρέσεως καὶ φυγῆς καὶ ἐπὶ ταύτην καταντῶμεν ὡς κανόνι τῷ πάθει πᾶν ἀγαθὸν κρίνοντες. καὶ ἐπεὶ πρῶτον ἀγαθὸν τοῦτο καὶ σύμφυτον, διὰ τοῦτο καὶ οὐ πᾶσαν ἡδονὴν αἱρούμεθα, ἀλλʼ ἔστιν ὅτε πολλὰς ἡδονὰς ὑπερβαίνομεν, ὅταν πλεῖον ἡμῖν τὸ δυσχερὲς ἐκ τούτων ἕπηται· καὶ πολλὰς ἀλγηδόνας ἡδονῶν κρείττους νομίζομεν, ἐπειδὰν μείζων ἡμῖν ἡδονὴ παρακολουθῇ πολὺν χρόνον ὑπομείνασι τὰς ἀλγηδόνας. πᾶσα οὖν ἡδονὴ διὰ τὸ φύσιν ἔχειν οἰκείαν ἀγαθόν, οὐ πᾶσα μέντοι 〈γʼ〉 αἱρετή· καθά περ καὶ ἀλγηδὼν πᾶσα κακόν, οὐ πᾶσα δὲ ἀεὶ φευκτὴ πεφυκυῖα.
因为我们认识到快感是首要的、与生俱来的善,我们以此作为一切抉择与回避的出发点,并以感受为准绳来判定一切善,最终归结于快感。而且正因为快感是首要且生来固有的善,所以我们绝非选取任何快感,而是在某些时候略过许多快感,只要由此会给我们带来更大的不适;我们也认为许多痛苦优于快感,每当我们在长久耐受这些痛苦之后有更大的快感相随。因此,每一种快感因其具有契合的本性固然都是善,却绝非每一种快感都值得选取;正如每一种痛苦虽然都是恶,却绝非每一种痛苦在本质上都必须加以躲避。
τῇ μέντοι συμμετρήσει καὶ συμφερόντων καὶ ἀσυμφόρων βλέψει ταῦτα πάντα κρίνειν καθήκει· χρώμεθα γὰρ τῷ μὲν ἀγαθῷ κατά τινας χρόνους ὡς κακῷ, τῷ δὲ κακῷ τἄμπαλιν ὡς ἀγαθῷ. καὶ τὴν αὐτάρκειαν δὲ ἀγαθὸν μέγα νομίζομεν, οὐχ ἵνα πάντως τοῖς ὀλίγοις χρώμεθα, ἀλλʼ ὅπως ἐὰν μὴ ἔχωμεν τὰ πολλά, τοῖς ὀλίγοις ἀρκώμεθα, πεπεισμένοι γνησίως ὅτι ἥδιστα πολυτελείας ἀπολαύουσιν οἱ ἥκιστα ταύτης δεόμενοι, καὶ ὅτι τὸ μὲν φυσικὸν πᾶν εὐπόριστόν ἐστι, τὸ δὲ κενὸν δυσπόριστον. οἱ γὰρ λιτοὶ χυλοὶ ἴσην πολυτελεῖ διαίτῃ τὴν ἡδονὴν ἐπιφέρουσιν, ὅταν ἅπαξ τὸ ἀλγοῦν κατʼ ἔνδειαν ἐξαιρεθῇ·
然而,应当通过权衡以及对利害的考察来评判这一切;因为在某些时候,我们将善当作恶来对待,反过来又将恶当作善来对待。我们还将自足视为一种极大的善,这并非为了让我们一味只使用微薄之物,而是为了在不拥有丰厚之物时,能够满足于微薄之物,因为我们由衷确信:最不需要奢华的人,最能惬意地享受奢华;凡是合乎自然的一切都是容易获得的,而虚妄的一切则是难以获得的。因为简朴的羹汤,一旦因匮乏而引起的痛苦被消除,所带来的快感便丝毫不亚于奢华的饮食;
καὶ μᾶζα καὶ ὕδωρ τὴν ἀκροτάτην ἀποδίδωσιν ἡδονήν2, ἐπειδὰν ἐνδέων τις αὐτὰ προσενέγκηται. τὸ συνεθίζειν οὖν ἐν ταῖς ἁπλαῖς καὶ οὐ πολυτελέσι διαίταις καὶ ὑγιείας ἐστὶ συμπληρωτικὸν καὶ πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρήσεις ἄοκνον ποιεῖ τὸν ἄνθρωπον καὶ τοῖς πολυτελέσιν ἐκ διαλειμμάτων προσερχομένους κρεῖττον ἡμᾶς διατίθησι3 καὶ πρὸς τὴν τύχην ἀφόβους παρασκευάζει. “Ὅταν οὖν λέγωμεν ἡδονὴν τέλος ὑπάρχειν, οὐ τὰς τῶν ἀσώτων ἡδονὰς καὶ τὰς ἐν ἀπολαύσει κειμένας λέγομεν, ὥς τινες ἀγνοοῦντες καὶ οὐχ ὁμολογοῦντες ἢ κακῶς ἐκδεχόμενοι νομίζουσιν, ἀλλὰ τὸ μήτε ἀλγεῖν κατὰ σῶμα μήτε ταράττεσθαι κατὰ ψυχήν.
而当匮乏之人吃下大麦饼与水时,它们能提供极顶的快感。因此,习惯于简朴而不奢华的饮食,不仅能补充健康,而且使人在应付生活的必需用途时不致退缩,并在我们间隔地享用奢华之物时使我们处于更佳的境地,还能让我们面对命运时毫无畏惧。 “因此,当我们说快感是终极目的时,我们指的并不是放荡之徒的快感或沉湎于感官享乐的快感——正如某些无知、持异议或恶意曲解的人所认为的那样——而是指肉体上毫无痛苦,灵魂中不受扰乱。
οὐ γὰρ πότοι καὶ κῶμοι συνείροντες οὐδʼ ἀπολαύσεις παίδων καὶ γυναικῶν οὐδʼ ἰχθύων καὶ τῶν ἄλλων, ὅσα φέρει πολυτελὴς τράπεζα, τὸν ἡδὺν γεννᾷ βίον, ἀλλὰ νήφων λογισμὸς καὶ τὰς αἰτίας ἐξερευνῶν πάσης αἱρέσεως καὶ φυγῆς καὶ τὰς δόξας ἐξελαύνων ἐξ ὧν πλεῖστος τὰς ψυχὰς καταλαμβάνει θόρυβος. τούτων δὲ πάντων ἀρχὴ καὶ τὸ μέγιστον ἀγαθὸν φρόνησις· διὸ καὶ φιλοσοφίας τιμιώτερον ὑπάρχει φρόνησις, ἐξ ἧς αἱ λοιπαὶ πᾶσαι πεφύκασιν ἀρεταί, διδάσκουσα4 ὡς οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως, οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως ἄνευ τοῦ ἡδέως· συμπεφύκασι γὰρ αἱ ἀρεταὶ τῷ ζῆν ἡδέως, καὶ τὸ ζῆν ἡδέως τούτων ἐστὶν ἀχώριστον.
因为并不是接连不断的酒宴和狂欢,也不是对少年和妇女的享乐,也不是鱼类以及奢华餐桌所陈列的其他美味能产生愉悦的生活,而是清醒的理智——它探究一切抉择与回避的原因,驱逐那些使极大骚乱侵占灵魂的虚妄观念。这一切的开端和最大的善乃是明智;因此明智甚至是比哲学更可贵的事物,所有其余的德性都由它自然生发出来,它教导人们:若不明智、优美而公正地生活,便不可能生活得愉悦;若不生活得愉悦,也不可能明智、优美而公正地生活。因为诸德性与愉悦地生活是共生的,而愉悦地生活与诸德性乃是不可分离的。
- 10.1.128οὐκ ἔχοντος τοῦ ζῴου βαδίζειν ὡς πρὸς ἐνδέον τι
属格独立结构,由名词 τοῦ ζῴου 与分词 ἔχοντος 构成。动词 ἔχω 搭配不定式 βαδίζειν,在与否定词 οὐκ 连用时表示“无须/无法……”。此处表明一旦痛苦和恐惧消失,生命体便无须再为了寻找填补匮乏之物而奔波。
- 10.1.130ἴσην πολυτελεῖ διαίτῃ τὴν ἡδονήν
简缩比较(comparatio compendiaria)。与格 πολυτελεῖ διαίτῃ(向着奢华饮食)本应与“奢华饮食所带来的快感”(τῇ ἐκ πολυτελοῦς διαίτης ἡδονῇ)相比,此处直接以饮食本身代替其带来的快感,与形容词 ἴσην 搭配成简省结构。
- 10.1.131τοῖς πολυτελέσιν ἐκ διαλειμμάτων προσερχομένους κρεῖττον ἡμᾶς διατίθησι
现在分词宾格 προσερχομένους 与代词宾格 ἡμᾶς 一致,作其修饰成分,意为“当我们隔一段时间接触奢华之物时”。κρεῖττον 为中性单数作副词性谓词补充,修饰 διατίθησι(使我们处于更好的状态)。
- 10.1.132ἐξ ἧς αἱ λοιπαὶ πᾶσαι πεφύκασιν ἀρεταί, διδάσκουσα
分词 διδάσκουσα(阴性单数主格)的语法呼应。它并未与插入的关系从句主语(复数 ἀρεταί)一致,而是越过从句呼应主句的主语(亦即关系代词 ἧς 的先行词)φρόνησις(明智,阴性单数)。
