← 第欧根尼·拉尔修

哲人言行录

§10.1.123-10.1.127

正确的神明观、死之无涉与欲望分类

伊壁鸠鲁向梅诺伊纽斯阐明了神是不朽至福者的正确神明观,论证了死亡因感觉剥夺而与我们毫无干系,并提出了欲望的分类法。

← 上一节下一节 →

“Ἃ δέ σοι συνεχῶς παρήγγελλον, ταῦτα καὶ πρᾶττε καὶ μελέτα, στοιχεῖα τοῦ καλῶς ζῆν ταῦτʼ εἶναι διαλαμβάνων. πρῶτον μὲν τὸν θεὸν ζῷον ἄφθαρτον καὶ μακάριον νομίζων, ὡς ἡ κοινὴ τοῦ θεοῦ νόησις ὑπεγράφη, μηθὲν μήτε τῆς ἀφθαρσίας ἀλλότριον μήτε τῆς μακαριότητος ἀνοίκειον αὐτῷ πρόσαπτε· πᾶν δὲ τὸ φυλάττειν αὐτοῦ δυνάμενον τὴν μετʼ ἀφθαρσίας μακαριότητα περὶ αὐτοῦ δόξαζε. θεοὶ μὲν γάρ εἰσιν. ἐναργὴς δέ ἐστιν αὐτῶν ἡ γνῶσις· οἵους δʼ αὐτοὺς 〈οἱ〉 πολλοὶ νομίζουσιν, οὐκ εἰσίν· οὐ γὰρ φυλάττουσιν αὐτοὺς οἵους νοοῦσιν. ἀσεβὴς δὲ οὐχ ὁ τοὺς τῶν πολλῶν θεοὺς ἀναιρῶν, ἀλλʼ ὁ τὰς τῶν πολλῶν δόξας θεοῖς προσάπτων.

“凡是我常常向你嘱咐的事情,你都要付诸实行并加以操练,应当明白这些正是过美好生活的基本要素。首先,要认定神是不朽且至福的生命体,正如关于神的普遍观念所勾勒的那样;切勿将任何与不朽格格不入或与至福不相称的东西加诸于神;凡是能够保全神的不朽及其至福的事物,你关于神都要深信不疑。因为神确实存在,对他们的认识是清晰明了的;但他们并不是众人所认为的那样,因为众人并没有按照自己所构想的真实模样来维护神。不敬神的人并不是废弃众人的神明的人,而是将众人的俗见加诸神明的人。

οὐ γὰρ προλήψεις εἰσίν, ἀλλʼ ὑπολήψεις ψευδεῖς αἱ τῶν πολλῶν ὑπὲρ θεῶν ἀποφάσεις· ἔνθεν αἱ μέγισται βλάβαι τε τοῖς κακοῖς ἐκ θεῶν ἐπάγονται καὶ ὠφέλειαι τοῖς ἀγαθοῖς.1 ταῖς γὰρ ἰδίαις οἰκειούμενοι διὰ παντὸς ἀρεταῖς τοὺς ὁμοίους ἀποδέχονται, πᾶν τὸ μὴ τοιοῦτον ὡς ἀλλότριον νομίζοντες. “Συνέθιζε δὲ ἐν τῷ νομίζειν μηδὲν πρὸς ἡμᾶς εἶναι τὸν θάνατον· ἐπεὶ πᾶν ἀγαθὸν καὶ κακὸν ἐν αἰσθήσει· στέρησις δέ ἐστιν αἰσθήσεως ὁ θάνατος. ὅθεν γνῶσις ὀρθὴ τοῦ μηθὲν εἶναι πρὸς ἡμᾶς τὸν θάνατον ἀπολαυστὸν ποιεῖ τὸ τῆς ζωῆς θνητόν, οὐκ ἄπειρον προστιθεῖσα χρόνον ἀλλὰ τὸν τῆς ἀθανασίας ἀφελομένη πόθον.

因为众人关于神明的断言不是前概念,而是虚妄的揣测;由此产生出最大的祸害由诸神降于恶人,最大的福祉由诸神赐予善人的看法。因为他们始终与自身所具有的德性相契合,只接纳与自己相似者,而将一切不属于此类的看作异己。 “要习惯于认为死对我们来说毫无关系,因为一切善恶全在于感觉,而死乃是感觉的剥夺。因此,对于‘死对我们毫无关系’的正确认识,使生活的必死性变得可以享受,这不是通过增添无限的时间,而是通过消除对不朽的渴望来实现的。

οὐθὲν γάρ ἐστιν ἐν τῷ ζῆν δεινὸν τῷ κατειληφότι γνησίως τὸ μηθὲν ὑπάρχειν ἐν τῷ μὴ ζῆν δεινόν. ὥστε μάταιος ὁ λέγων δεδιέναι τὸν θάνατον οὐχ ὅτι λυπήσει παρών, ἀλλʼ ὅτι λυπεῖ μέλλων. ὃ γὰρ παρὸν οὐκ ἐνοχλεῖ, προσδοκώμενον κενῶς λυπεῖ. τὸ φρικωδέστατον οὖν τῶν κακῶν ὁ θάνατος οὐθὲν πρὸς ἡμᾶς, ἐπειδή περ ὅταν μὲν ἡμεῖς ὦμεν, ὁ θάνατος οὐ πάρεστιν· ὅταν δʼ ὁ θάνατος παρῇ, τόθʼ ἡμεῖς οὐκ ἐσμέν. οὔτε οὖν πρὸς τοὺς ζῶντάς ἐστιν οὔτε πρὸς τοὺς τετελευτηκότας, ἐπειδήπερ περὶ οὓς μὲν οὐκ ἔστιν, οἱ δʼ οὐκέτι εἰσίν. ἀλλʼ οἱ πολλοὶ τὸν θάνατον ὁτὲ μὲν ὡς μέγιστον τῶν κακῶν φεύγουσιν, ὁτὲ δὲ ὡς ἀνάπαυσιν τῶν ἐν τῷ ζῆν 〈κακῶν αἱροῦνται.

因为对于真正领悟到在不活着的状态中毫无可怕之处的人来说,在活着之中也毫无可怕可言。因此,那个说自己畏惧死亡并非因为死在场时会带来痛苦,而是因为死将要来临时令人痛苦的人,是愚蠢的。因为在场时不构成骚扰的事物,仅仅在被期待时只会带来虚妄的痛苦。因此,死作为恶中最令人战栗者,对我们毫无关系,因为只要我们存在,死就不在场;而当死在场时,我们便不再存在。所以死既与生者无关,也与死者无关,因为对于前者而言死并不存在,而后者则已经不复存在。然而大众有时将死视作最大的恶而加以躲避,有时又将其视作摆脱生之祸患的休止而加以选取。

ὁ δὲ σοφὸς οὔτε παραιτεῖται τὸ ζῆν〉 οὔτε φοβεῖται τὸ μὴ ζῆν· οὔτε γὰρ αὐτῷ προσίσταται τὸ ζῆν2 οὔτε δοξάζεται κακὸν εἶναι τὸ μὴ ζῆν. ὥσπερ δὲ τὸ σιτίον οὐ τὸ πλεῖον πάντως ἀλλὰ τὸ ἥδιστον αἱρεῖται, οὕτω καὶ χρόνον οὐ τὸν μήκιστον ἀλλὰ τὸν ἥδιστον καρπίζεται. ὁ δὲ παραγγέλλων τὸν μὲν νέον καλῶς ζῆν, τὸν δὲ γέροντα καλῶς καταστρέφειν εὐήθης ἐστὶν οὐ μόνον διὰ τὸ τῆς ζωῆς ἀσπαστόν, ἀλλὰ καὶ διὰ τὸ τὴν αὐτὴν εἶναι μελέτην τοῦ καλῶς ζῆν καὶ τοῦ καλῶς ἀποθνήσκειν. πολὺ δὲ χεῖρον καὶ ὁ λέγων, καλὸν μὲν μὴ φῦναι, "φύντα δʼ ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι."

智者既不拒绝活着,也不畏惧不活着;因为活着对他而言并不成为重负,而不活着也不被认为是一种恶。正如在食物上人们绝非一味选取较多的,而是选取最可口的,同样在时间上智者所享受的也不是最长久的,而是最愉悦的。那个劝诫年轻人要好好活着、劝诫老年人要好好善终的人是愚钝的,不仅因为生命是令人惬意的,而且因为好好活着与好好死去的修练完全是同一回事。而那个声称‘最好是不出生, 一旦出生,则尽快穿过冥府之门’的人,则要糟糕得多。

εἰ μὲν γὰρ πεποιθὼς τοῦτό φησι, πῶς οὐκ ἀπέρχεται τοῦ ζῆν; ἐν ἑτοίμῳ γὰρ αὐτῷ τοῦτʼ ἔστιν, εἴπερ ἦν βεβουλευμένον αὐτῷ βεβαίως· εἰ δὲ μωκώμενος, μάταιος ἐν τοῖς οὐκ ἐπιδεχομένοις.3 “Μνημονευτέον δὲ ὡς τὸ μέλλον οὔτε ἡμέτερον οὔτε πάντως οὐχ ἡμέτερον, ἵνα μήτε πάντως προσμένωμεν ὡς ἐσόμενον μήτε ἀπελπίζωμεν ὡς πάντως οὐκ ἐσόμενον. “Ἀναλογιστέον δὲ ὡς τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαί, αἱ δὲ κεναί. καὶ τῶν φυσικῶν αἱ μὲν ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ μόνον· τῶν δʼ ἀναγκαίων αἱ μὲν πρὸς εὐδαιμονίαν εἰσὶν ἀναγκαῖαι, αἱ δὲ πρὸς τὴν τοῦ σώματος ἀοχλησίαν, αἱ δὲ πρὸς αὐτὸ τὸ ζῆν.

因为如果他是出于坚信而说出此话,为何还不离开人世?因为假若他确已深思熟虑、决意如此,这对他而言是轻而易举的事;但如果他是出于戏谑,那么在不容戏谑的事情上他就是愚妄的。 “还应当铭记,未来既不完全属于我们,也绝非完全不属于我们,从而我们既不完全期待它必然发生,也不完全绝望地认为它绝不会发生。 “还应当推求出,在欲望中,有些是自然的,有些是虚妄的;在自然的欲望中,有些是必需的,有些则仅仅是自然的;在必需的欲望中,有些是为了幸福而必需的,有些是为了肉体不受骚扰而必需的,有些则是为了活着本身而必需的。

语法注3 条
  1. 10.1.124ἔνθεν αἱ μέγισται βλάβαι τε τοῖς κακοῖς ἐκ θεῶν ἐπάγονται καὶ ὠφέλειαι τοῖς ἀγαθοῖς.

    紧接前文关于众人论断乃是“虚妄揣测(ὑπολήψεις ψευδεῖς)”之说,由副词 ἔνθεν(由此)引导。该句陈述的并非伊壁鸠鲁本人的学说,而是大众错误观念所导致的俗见(即诸神主动降祸于恶人、赐福于善人)。随后的解释从句(ταῖς γὰρ...)亦是在阐述大众这种以己度神的拟人论逻辑。

  2. 10.1.126οὔτε γὰρ αὐτῷ προσίσταται τὸ ζῆν

    动词 προσίσταται 与与格代词 αὐτῷ 连用,意为“活着并不令他感到厌烦/并不构成重负”。它与后半句的 δοξάζεται κακὸν εἶναι τὸ μὴ ζῆν(不活着也不被认为是一种恶)形成对仗,表达了智者对生命既不拒斥亦不盲目执着的超然态度。

  3. 10.1.127μάταιος ἐν τοῖς οὐκ ἐπιδεχομένοις.

    介词短语 ἐν τοῖς οὐκ ἐπιδεχομένοις 中使用中性复数分词作为名词性用法,意为“在不容许(嘲弄、戏谑,即前文 μωκώμενος)的事情上”。它指关乎生死决断的严肃议题,与表语形容词 μάταιος(愚妄的、轻浮的)相呼应。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.123-10.1.127