- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.118-10.1.122
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-01
本节概述了伊壁鸠鲁学派关于智者行为规范、情感界限及实践选择的看法,随后引入《致梅诺伊纽斯书》,敦促年轻人与老年人为了心灵健康与幸福当毫不迟疑地投身于哲学思考。
κἂν στρεβλωθῇ δʼ ὁ σοφός, εἶναι αὐτὸν εὐδαίμονα, μόνον τε χάριν ἕξειν τὸν σοφόν, καὶ ἐπὶ φίλοις καὶ παροῦσι καὶ ἀποῦσιν ὁμοίως διά τε λόγου 〈καὶ διὰ πράξεωσ〉. ὅτε μέντοι στρεβλοῦται, ἔνθα καὶ μύζει καὶ οἰμώζει1. γυναικί τʼ οὐ μιγήσεσθαι τὸν σοφὸν ᾗ οἱ νόμοι ἀπαγορεύουσιν, ὥς φησι Διογένης ἐν τῇ ἐπιτομῇ τῶν Ἐπικούρου ἠθικῶν δογμάτων. οὐδὲ κολάσειν οἰκέτας, ἐλεήσειν μέντοι καὶ συγγνώμην τινὶ ἕξειν τῶν σπουδαίων. ἐρασθήσεσθαι τὸν σοφὸν οὐ δοκεῖ αὐτοῖς· οὐδὲ ταφῆς φροντιεῖν· οὐδὲ θεόπεμπτον εἶναι τὸν ἔρωτα, ὡς Διογένης ἐν τῷ δωδεκάτῳ φησίν. οὐδὲ ῥητορεύσειν καλῶς. συνουσίαν δέ φασιν ὀνῆσαι μὲν οὐδέποτε, ἀγαπητὸν δὲ εἰ μὴ καὶ ἔβλαψε.
而且,智者即使遭受严刑拷打也是幸福的;只有智者才会心怀感激,无论对于在场还是不在场的朋友,都同样通过言辞与行动表达感激。然而当他受到拷打时,在那个时刻他也会呻吟和哀号。智者不会与法律禁止的女子结合,正如第欧根尼在《伊壁鸠鲁伦理学说提要》中所说。他也不会惩罚家奴,反而会怜悯并宽恕尽心尽力者。他们认为智者不会坠入爱河;不会操心埋葬之事;爱情也不是神所降下的,正如第欧根尼在第十二卷中所说。他也不会夸夸其谈地演说。他们声称性交绝无益处,只要没有带来危害就当令人庆幸了。
Καὶ μηδὲ καὶ γαμήσειν καὶ τεκνοποιήσειν τὸν σοφόν, ὡς Ἐπίκουρος ἐν ταῖς Διαπορίαις καὶ ἐν τοῖς Περὶ φύσεως. κατὰ περίστασιν δέ ποτε βίου γαμήσειν. καὶ διατραπήσεσθαί τινας. οὐδὲ μὴν ληρήσειν ἐν μέθῃ φησὶν ὁ Ἐπίκουρος ἐν τῷ Συμποσίῳ. οὐδὲ πολιτεύσεσθαι, ὡς ἐν τῇ πρώτῃ Περὶ βίων· οὐδὲ τυραννεύσειν· οὐδὲ κυνιεῖν, ὡς ἐν τῇ δευτέρᾳ Περὶ βίων· οὐδὲ πτωχεύσειν. ἀλλὰ καὶ πηρωθέντα τὰς ὄψεις μὴ ἐξάξειν αὑτὸν τοῦ βίου,
而且智者原则上既不结婚也不生育子女,正如伊壁鸠鲁在《疑难集》和《论自然》中所说;但在生活的某些特定情况下他也会结婚。某些人也会发生转变。伊壁鸠鲁在《会饮篇》中说,智者在沉醉中绝不会胡言乱语。他也不会参与政治(正如在《论生活方式》第一卷中所说);不会成为僭主;不会像犬儒派那样行事(正如在《论生活方式》第二卷中所说);也不会行乞。此外,即使双目失明,他也不会自绝生命,
ὡς ἐν τῇ αὐτῇ φησι. καὶ λυπηθήσεσθαι δὲ τὸν σοφόν, ὡς ὁ Διογένης ἐν τῇ πέμπτῃ τῶν Ἐπιλέκτων· καὶ δικάσεσθαι· καὶ συγγράμματα καταλείψειν· οὐ πανηγυριεῖν δέ· καὶ κτήσεως προνοήσεσθαι καὶ τοῦ μέλλοντος. φιλαγρήσειν. τύχῃ τʼ ἀντιτάξεσθαι, φίλον τε οὐδένα προήσεσθαι. εὐδοξίας ἐπὶ τοσοῦτον προνοήσεσθαι, ἐφʼ ὅσον μὴ καταφρονήσεσθαι· μᾶλλόν τε εὐφρανθήσεσθαι τῶν ἄλλων ἐν ταῖς θεωρίαις. Εἰκόνας τε ἀναθήσειν. 〈εὖ〉 εἰ ἔχοι, ἀδιαφόρως ἂν σχοίη2. μόνον τε τὸν σοφὸν ὀρθῶς ἂν περί τε μουσικῆς καὶ ποιητικῆς διαλέξεσθαι· ποιήματά τε ἐνεργείᾳ οὐκ ἂν ποιῆσαι. οὐ κινεῖσθαί τε ἕτερον ἑτέρου σοφώτερον3. χρηματιεῖσθαί τε, ἀλλʼ ἀπὸ μόνης σοφίας, ἀπορήσαντα. καὶ μόναρχον ἐν καιρῷ θεραπεύσειν. καὶ ἐπιχαρήσεσθαί τινι ἐπὶ τῷ διορθώματι· καὶ σχολὴν κατασκευάσειν, ἀλλʼ οὐχ ὥστʼ ὀχλαγωγῆσαι· καὶ ἀναγνώσεσθαι ἐν πλήθει, ἀλλʼ οὐχ ἑκόντα· δογματιεῖν τε καὶ οὐκ ἀπορήσειν· καὶ καθʼ ὕπνους δὲ ὅμοιον ἔσεσθαι, καὶ ὑπὲρ φίλου ποτὲ τεθνήξεσθαι. Δοκεῖ δʼ αὐτοῖς ἁμαρτήματα ἄνισα εἶναι. καὶ τὴν ὑγίειαν τισὶ μὲν ἀγαθόν, τισὶ δʼ ἀδιάφορον. τὴν δὲ ἀνδρείαν φύσει μὴ γίνεσθαι, λογισμῷ δὲ τοῦ συμφέροντος· καὶ τὴν φιλίαν διὰ τὰς χρείας· δεῖν μέντοι προκατάρχεσθαι (καὶ γὰρ τὴν γῆν σπείρομεν), συνίστασθαι δὲ αὐτὴν κατὰ κοινωνίαν τοῖς ταῖς ἡδοναῖς ἐκπεπληρωμ 〈ένοις〉.
正如他在同一卷中所说。智者也会感受到悲伤(正如第欧根尼在《选篇》第五卷中所说);他会进行诉讼;他会留下著作;但他不会在公众盛典上演说;他会照料财产并为未来筹划。他会喜爱乡村生活。他会抗击命运,绝不背弃任何朋友。他只会为了不被人轻视而顾及良好声誉;他在观赏盛典时会比其他人享受到更多快乐。 他会敬献雕像。如果境况良好,他也会泰然处之。只有智者能正确地探讨音乐和诗学,但他在实际行动中不会写诗。一个智者不会被认为比另一个智者更聪明。当陷入困境时,他也会赚钱,但仅凭智慧赚钱。在适当的时机他也会侍奉君主。他会因别人的改过迁善而与之同乐;他会开办学园,但绝不以此蛊惑大众;他会在众人面前宣读,但绝非出于自愿;他会确立定论而不会犹豫不决;即使在睡眠中他也始终如一,有时甚至会为了朋友而献出生命。 在他们看来,过失是有轻重之分的。健康对某些人而言是善,对另一些人而言则是无分别的。勇敢不是出于自然,而是出于对利害的计算;友谊是因实际需要而产生;然而人必须先行开启它(因为我们也是这样播种土地的),而且友谊是在被快乐所充满的人们的相互共享中建立起来的。
Τὴν εὐδαιμονίαν διχῆ νοεῖσθαι, τήν τε ἀκροτάτην, οἵα ἐστὶ περὶ τὸν θεόν, ἐπίτασιν οὐκ ἔχουσαν· καὶ τὴν 〈κατὰ τὴν〉 προσθήκην καὶ ἀφαίρεσιν ἡδονῶν. Μετιτέον δʼ ἐπὶ τὴν ἐπιστολήν. “Ἐπίκουρος Μενοικεῖ χαίρειν.
幸福可以从两方面来理解:一种是至高无上的幸福,如同属于神的幸福那样,不具有任何增强的余地;另一种则是随着快乐的增添与减少而变化的幸福。 现在应当转向那封书信了。 “伊壁鸠鲁致梅诺伊克乌斯,问候。
“Μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρων ὑπάρχων κοπιάτω φιλοσοφῶν· οὔτε γὰρ ἄωρος οὐδείς ἐστιν οὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαῖνον. ὁ δὲ λέγων ἢ μήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ἢ παρεληλυθέναι τὴν ὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μήπω παρεῖναι τὴν ὥραν ἢ μηκέτι εἶναι τὴν ὥραν. ὥστε φιλοσοφητέον καὶ νέῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖς διὰ τὴν χάριν τῶν γεγονότων, τῷ δʼ ὅπως νέος ἅμα καὶ παλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων. μελετᾶν οὖν χρὴ τὰ ποιοῦντα τὴν εὐδαιμονίαν, εἴ περ παρούσης μὲν αὐτῆς, πάντα ἔχομεν, ἀπούσης δέ, πάντα πράττομεν4 εἰς τὸ ταύτην ἔχειν.
“年轻时不要耽搁哲学思考,年老时也不要在哲学思考中感到疲惫;因为对于心灵的健康而言,没有任何人是为时过早或为时过晚的。那个说哲学思考的时机尚未到来或已经过去的人,就像是在说追求幸福的时机尚未到来或不再存在一样。因此,年轻人和老年人都应当进行哲学思考:老年人是为了在衰老时因对往事的感激而保有美好事物上的青春,年轻人则是为了因对未来的无惧而兼具年轻与沉稳。所以,必须操练那些能产生幸福的事物,因为当幸福在场时我们便拥有一切,而当它不在时,我们便为拥有它而竭尽全力。
- 10.1.118ὅτε μέντοι στρεβλοῦται, ἔνθα καὶ μύζει καὶ οἰμώζει
在前后一系列表示间接引语的不定式结构中,此句独立使用由 ὅτε 引导的直陈式现在时(στρεβλοῦται, μύζει, οἰμώζει)。ἔνθα 在此作表示时间的相关副词(意为“正是在那时”),以直接陈述的方式插入了一条现实层面的补充:即便智者在受刑时依然幸福,但这并不否定其在肉体剧痛下会发出呻吟哭号的本能反应。
- 10.1.120〈εὖ〉 εἰ ἔχοι, ἀδιαφόρως ἂν σχοίη
由现在潜求语气构成的潜在条件句(εἰ ἔχοι ... ἂν σχοίη)。动词 ἔχω 与副词连用表示“处于……状态”;因此相对于前半句的假设“如果境况良好”,后半句 ἀδιαφόρως ἂν σχοίη 表示“他会保持无动于衷(泰然处之)”的推论。
- 10.1.120οὐ κινεῖσθαί τε ἕτερον ἑτέρου σοφώτερον
抄本所传文本作 κινεῖσθαι,以 ἕτερον 作不定式主语,带比较级宾格表语 σοφώτερον 以及比较属格 ἑτέρου(比另一人更聪明)。在句意上表达了伊壁鸠鲁派的核心教条,即智者与智者之间不存在智慧的高下之别。
- 10.1.122εἴ περ παρούσης μὲν αὐτῆς, πάντα ἔχομεν, ἀπούσης δέ, πάντα πράττομεν
在由连词 εἴ περ(“既然/如果确实”)引导的条件从句内部,用 μὲν ... δέ 并列了两个对比性的独立属格结构(παρούσης μὲν αὐτῆς 与 ἀπούσης δέ,代词 αὐτῆς 指代前文的 εὐδαιμονία)。该结构为前文的主句义务表达 μελετᾶν οὖν χρή(“因此必须操练”)提供了坚实的理由支撑。
