← 第欧根尼·拉尔修

哲人言行录

§10.1.113-10.1.117

天象原因与书信结语及智者论

文中阐述了行星偏差运动、流星及动物气象预兆的多种自然原因,告诫毕托克勒远离神话并将自然研究与幸福目的相结合以结束书信;随后第欧根尼·拉尔修总结了伊壁鸠鲁派关于智者的观点。

← 上一节下一节 →

ἐνδέχεται μὲν καὶ παρὰ τὸ κύκλῳ κινούμενα ἐξ ἀρχῆς οὕτω κατηναγκάσθαι, ὥστε τὰ μὲν κατὰ τὴν αὐτὴν δίνην φέρεσθαι ὁμαλῆ οὖσαν, τὰ δὲ κατά τινʼ ἄλλην τισὶν ἀνωμαλίαις χρωμένην. ἐνδέχεται δὲ καὶ καθʼ οὓς τόπους φέρεται οὗ μὲν παρεκτάσεις ἀέρος εἶναι ὁμαλὰς ἐπὶ τὸ αὐτὸ συνωθούσας κατὰ τὸ ἑξῆς ὁμαλῶς τε ἐκκαούσας, οὗ δὲ ἀνωμαλεῖς οὕτως ὥστε τὰς θεωρουμένας παραλλαγὰς συντελεῖσθαι. τὸ δὲ μίαν αἰτίαν τούτων ἀποδιδόναι, πλεοναχῶς τῶν φαινομένων ἐκκαλουμένων1, μανικὸν καὶ οὐ καθηκόντως πραττόμενον ὑπὸ τῶν τὴν ματαίαν ἀστρολογίαν ἐζηλωκότων καὶ εἰς τὸ κενὸν αἰτίας τινῶν ἀποδιδόντων2, ὅταν τὴν θείαν φύσιν μηδαμῆ λειτουργιῶν ἀπολύωσι.

[某些星辰徘徊而某些均匀运动],既可能因为作圆周运动的星体从一开始就受到如此必然的制约,以致某些星体沿着同一且均匀的涡流运行,而另一些则沿着具有某些不规则性的另一涡流运行。也可能因为在它们所运行的区域中,某些地方空气的延展是均匀的,将它们顺次推挤向同一方向并均匀地燃烧,而另一些地方则是不规则的,以致造成了所观察到的偏差。然而,在现象要求多种解释方式的情况下,却为这些现象指定单一的原因,这是疯狂之举,也是那些热衷于虚妄的占星术并在完全无依凭中为事物指定原因的人所做出的不得体行为,每当他们无论如何都不将神圣的本性从劳役中解脱出来的时候。

τινὰ ἄστρα ὑπολειπόμενά τινων θεωρεῖσθαι συμβαίνει καὶ παρὰ τὸ βραδύτερον συμπεριφέρεσθαι τὸν αὐτὸν κύκλον περιιόντα καὶ παρὰ τὸ τὴν ἐναντίαν κινεῖσθαι ἀντισπώμενα ὑπὸ τῆς αὐτῆς δίνης· καὶ παρὰ τὸ περιφέρεσθαι τὰ μὲν διὰ πλείονος τόπου, τὰ δὲ διʼ ἐλάττονος, τὴν αὐτὴν δίνην περικυκλοῦντα. τὸ δὲ ἁπλῶς ἀποφαίνεσθαι περὶ τούτων καθῆκόν ἐστι τοῖς τερατεύεσθαί τι πρὸς τοὺς πολλοὺς βουλομένοις. “Οἱ λεγόμενοι ἀστέρες ἐκπίπτειν καὶ παρὰ μέρος κατὰ παράτριψιν ἑαυτῶν δύναται συντελεῖσθαι καὶ παρʼ ἔκπτωσιν οὗ ἂν ἡ ἐκπνευμάτωσις γένηται, καθά περ καὶ ἐπὶ τῶν ἀστραπῶν ἐλέγομεν·

某些星辰被观察到落后于其他星辰,既是因为它们在环绕同一圆周时旋转得更为缓慢,也是因为它们受到同一涡流的逆向牵拉而朝相反方向运动;还因为在环绕同一涡流时,某些星辰通过较大的空间旋转,而另一些则通过较小的空间。关于这些事情妄下断言,乃是那些企图向大众炫耀怪异之谈的人的所为。 “所谓的流星,既可能部分地通过自身的相互摩擦而完成,也可能通过在发生气流喷发之处的坠落而完成,正如我们在谈及闪电时所说的那样;

καὶ κατὰ σύνοδον δὲ ἀτόμων πυρὸς ἀποτελεστικῶν, συμφυλίας γενομένης εἰς τὸ τοῦτο τελέσαι, καὶ κίνησιν οὗ ἂν ἡ ὁρμὴ ἐξ ἀρχῆς κατὰ τὴν σύνοδον γένηται· καὶ κατὰ πνεύματος δὲ συλλογὴν ἐν πυκνώμασί τισιν ὁμιχλοειδέσι, καὶ ἐκπύρωσιν τούτου διὰ τὴν κατείλησιν, εἶτʼ ἐπέκρηξιν τῶν περιεχόντων, καὶ ἐφʼ ὃν ἂν τόπον ἡ ὁρμὴ γένηται τῆς φορᾶς, εἰς τοῦτον φερομένου. καὶ ἄλλοι δὲ τρόποι εἰς τὸ τοῦτο τελέσαι ἀμύθητοί εἰσιν. “Αἱ δʼ ἐπισημασίαι αἱ γινόμεναι ἐπί τισι ζῴοις κατὰ συγκύρημα γίνονται τοῦ καιροῦ· οὐ γὰρ τὰ ζῷα ἀνάγκην τινὰ προσφέρεται τοῦ ἀποτελεσθῆναι χειμῶνα, οὐδὲ κάθηταί τις θεία φύσις παρατηροῦσα τὰς τῶν ζῴων τούτων ἐξόδους κἄπειτα τὰς ἐπισημασίας ταύτας ἐπιτελεῖ.

也可能通过产生火的原子的汇聚,发生同类的结合以促成此事,并在汇聚时最初产生冲力的方向上运动;还可能通过风在某些雾状浓缩物中的积聚,并因封闭而着火,继而周围的部分破裂,并向运行冲力所至的那个地方运动。促成此事的其他方式不可胜数。 “在某些动物身上出现的预兆,是随着时节的巧合而发生的。因为动物绝不会带来导致冬季形成的任何必然性,也没有任何神圣的本性坐视这些动物的出没,然后实现这些预兆。

οὐδὲ γὰρ εἰς τὸ τυχὸν ζῷον, κἂν 〈εἰ〉 μικρὸν χαριέστερον εἴη, ἡ τοιαύτη μωρία ἐμπέσοι, μὴ ὅτι εἰς παντελῆ εὐδαιμονίαν κεκτημένον3. Ταῦτα δὴ πάντα, Πυθόκλεις, μνημόνευσον· κατὰ πολύ τε γὰρ τοῦ μύθου ἐκβήσῃ καὶ τὰ ὁμογενῆ τούτοις συνορᾶν δυνήσῃ· μάλιστα δὲ σεαυτὸν ἀπόδος εἰς τὴν τῶν ἀρχῶν καὶ ἀπειρίας καὶ τῶν συγγενῶν τούτοις θεωρίαν, ἔτι τε κριτηρίων καὶ παθῶν, καὶ οὗ ἕνεκεν ταῦτα ἐκλογιζόμεθα· ταῦτα γὰρ μάλιστα συνθεωρούμενα ῥᾳδίως τὰς περὶ τῶν κατὰ μέρος αἰτίας συνορᾶν ποιήσει. οἱ δὲ ταῦτα μὴ καταγαπήσαντες ᾗ μάλιστα οὔτʼ 〈ἂν〉 αὐτὰ ταῦτα καλῶς συνθεωρήσαιεν οὔτε οὗ ἕνεκεν δεῖ θεωρεῖν ταῦτα περιεποιήσαντο.

因为即使是稍微机灵一点的普通动物,也不会陷入这种愚蠢之中,更不用说拥有完全幸福的存在了。 毕托克勒啊,务必将这一切铭记在心;因为你将在很大程度上摆脱神话,并能够洞察与这些事物同类的道理。尤其是要把你自己奉献于对本原、无限以及与此相关事物的沉思,进而研究判定标准与感受,以及我们推求这些事物的目的所在;因为特别是在一并审视这些事物时,它们将使你容易洞察关于个别事物的各种原因。而那些没有最高程度地热爱这些事物的人,既不能很好地一并审视这些事物本身,也没有获得应当审视它们的目的所在。”

ταῦτα αὐτῷ καὶ περὶ τῶν μετεώρων δοκεῖ. Περὶ δὲ τῶν βιωτικῶν καὶ ὅπως χρὴ τὰ μὲν ἡμᾶς αἱρεῖσθαι, τὰ δʼ ἐκφεύγειν, οὑτωσὶ γράφει. πρότερον δὲ διέλθωμεν ἅ τε αὐτῷ δοκεῖ περὶ τοῦ σοφοῦ καὶ τοῖς ἀπʼ αὐτοῦ. Βλάβας ἐξ ἀνθρώπων ἢ διὰ μῖσος ἢ διὰ φθόνον ἢ διὰ καταφρόνησιν γίνεσθαι4, ὧν τὸν σοφὸν λογισμῷ περιγίνεσθαι. ἀλλὰ καὶ τὸν ἅπαξ γενόμενον σοφὸν μηκέτι τὴν ἐναντίαν λαμβάνειν διάθεσιν μηδὲ πλάττειν ἑκόντα· πάθεσι μᾶλλον συσχεθήσεσθαι· οὐκ ἂν ἐμποδίσαι πρὸς τὴν σοφίαν. οὐδὲ μὴν ἐκ πάσης σώματος ἕξεως σοφὸν γενέσθαι ἂν οὐδʼ ἐν παντὶ ἔθνει.

关于天象,他也是这样认为的。 关于日常生活以及我们应当如何选取某些事物而避开另一些事物,他写下了如下内容。但在那之前,让我们先探讨他本人及其门徒关于智者所持的见解。 来自人类的伤害或是由于仇恨,或是由于嫉妒,或是由于轻蔑而产生,智者通过理性克服这些伤害。而且,一旦成为智者的人便不再具有相反的性情,也不会出于自愿去伪装它;尽管他可能更容易受到感受的支配,但并不妨碍他的智慧。确实并非从任何身体素质中,也并非在任何民族中都能产生智者。

语法注4 条
  1. 10.1.113πλεοναχῶς τῶν φαινομένων ἐκκαλουμένων

    属格独立结构,带有让步意味(“尽管现象要求以多种方式加以解释”)。动词 ἐκκαλέω 在此处表示现象向观察者唤起或要求多元的因果解释。

  2. 10.1.113εἰς τὸ κενὸν αἰτίας τινῶν ἀποδιδόντων

    介词短语 εἰς τὸ κενόν 作状语,意为“徒劳地”、“无根据地”或“空虚地”。在句法上修饰 ἀποδιδόντων,表示毫无依据地指派空洞的解释。

  3. 10.1.116μὴ ὅτι εἰς παντελῆ εὐδαιμονίαν κεκτημένον

    习语 μὴ ὅτι(“更不用说……”)后接介词短语 εἰς ... κεκτημένον。它承接前句 εἰς τὸ τυχὸν ζῷον ... ἡ τοιαύτη μωρία ἐμπέσοι,构成了举重明轻的对比:此类愚蠢之事连普通的动物都不会遭遇,更不用说拥有圆满幸福的存在(神)了。

  4. 10.1.117Βλάβας ἐξ ἀνθρώπων ... γίνεσθαι

    承接第欧根尼·拉尔修的过渡叙述(διέλθωμεν ἅ τε αὐτῷ δοκεῖ...),关于智者的伊壁鸠鲁学说摘要以间接引语的不定式结构(γίνεσθαι, περιγίνεσθαι, λαμβάνειν 等)连续展开。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.113-10.1.117