← 第欧根尼·拉尔修

哲人言行录

§10.1.108-10.1.112

大气气象与彗星及天体运行的多重成因

本节以粒子的压缩、冻结、光线的照射与视觉几何特性多元地解释了雪、露、霜、冰、虹及月晕的成因,随后论述了彗星的显现、恒星在原地的旋转以及行星运行的各种机制。

← 上一节下一节 →

καὶ κατὰ τρίψιν δὲ νεφῶν πῆξιν εἰληφότων ἀπόπαλσιν ἂν λαμβάνοι τὸ τῆς χιόνος τοῦτο ἄθροισμα. καὶ κατʼ ἄλλους δὲ τρόπους ἐνδέχεται χιόνα συντελεῖσθαι. “Δρόσος συντελεῖται καὶ κατὰ σύνοδον πρὸς ἄλληλα ἐκ τοῦ ἀέρος τῶν τοιούτων, ἃ τῆς τοιαύτης ὑγρασίας ἀποτελεστικὰ γίνεται· καὶ κατʼ ἀναφορὰν δὲ ἢ ἀπὸ νοτερῶν τόπων ἢ ὕδατα κεκτημένων, ἐν οἵοις τόποις μάλιστα δρόσος συντελεῖται, εἶτα σύνοδον τούτων εἰς τὸ αὐτὸ λαβόντων καὶ ἀποτέλεσιν ὑγρασίας καὶ πάλιν φορὰν ἐπὶ τοὺς κάτω τόπους, καθά περ ὁμοίως καὶ παρʼ ἡμῖν ἐπὶ πλειόνων τοιαῦτά τινα 〈συντελούμενα θεωρεῖται.

并且通过已经冻结的云层的摩擦,这种雪的聚集也会受到弹射。而且以许多其他方式雪也可能得以完成。 “露的形成,既可能通过从空气中具有产生这种湿气作用的粒子彼此汇合;也可能由于从潮湿的场所或蓄水的场所——露最常在这些场所形成——向上输送,随后这些粒子汇聚于同一处并形成湿气,再次向下方区域运行,正如在我们身边类似的情形同样在多数事物中被观察到完成一样。

καὶ〉 πάχνη δὲ συντελεῖται 〈οὐ διαφερόντωσ〉 τῶν δρόσων, τοιούτων τινῶν πῆξίν τινα ποιὰν λαβόντων διὰ περίστασίν τινα ἀέρος ψυχροῦ. “Κρύσταλλος συντελεῖται καὶ κατʼ ἔκθλιψιν μὲν τοῦ περιφεροῦς σχηματισμοῦ ἐκ τοῦ ὕδατος, σύνωσιν δὲ τῶν σκαληνῶν καὶ ὀξυγωνίων τῶν ἐν τῷ ὕδατι ὑπαρχόντων· καὶ κατὰ τὴν ἔξωθεν δὲ τῶν τοιούτων πρόσκρισιν, ἃ συνελασθέντα πῆξιν τῷ ὕδατι παρεσκεύασε, ποσὰ τῶν περιφερῶν ἐκθλίψαντα. “Ἶρις γίνεται κατὰ πρόσλαμψιν ὑπὸ τοῦ ἡλίου πρὸς ἀέρα ὑδατοειδῆ· ἢ κατὰ 〈σύμ〉φυσιν ἰδίαν τοῦ τε φωτὸς καὶ τοῦ ἀέρος, ἣ τὰ τῶν χρωμάτων τούτων ἰδιώματα ποιήσει εἴ τε πάντα εἴ τε μονοειδῶς· ἀφʼ οὗ πάλιν ἀπολάμποντος τὰ ὁμοροῦντα τοῦ ἀέρος χρῶσιν ταύτην λήψεται, οἵαν θεωροῦμεν, κατὰ πρόσλαμψιν πρὸς τὰ μέρη.

而霜的形成与露无异,是由于此类粒子因冷空气的某种环绕而承受了某种特定的冻结。 “冰的形成,既可能通过从水中挤出圆形的形态,并将水中原有的不等边和锐角的形态压紧在一起;也可能通过从外部附加上此类粒子,它们汇聚在一起而使水发生冻结,并挤出了一定数量的圆形粒子。 “虹的产生,是由于太阳朝向水状空气照射;或者是由于光与空气的特殊结合,它将或全部或以单一形态产生这些色彩的特质;当光再次由此反照时,空气中相邻的部分因朝向诸部分的照射而获得我们所观察到的这种色彩。

τὸ δὲ τῆς περιφερείας τοῦτο φάντασμα γίνεται διὰ τὸ τὸ διάστημα πάντοθεν ἴσον ὑπὸ τῆς ὄψεως θεωρεῖσθαι, ἢ σύνωσιν τοιαύτην λαμβανουσῶν τῶν ἐν τῷ ἀέρι ἀτόμων ἢ ἐν τοῖς νέφεσιν ἀπὸ τοῦ ἡλίου ἀποφερομένων περιφέρειάν τινα καθίεσθαι τὴν σύγκρισιν ταύτην1. “Ἅλως περὶ τὴν σελήνην γίνεται καὶ πάντοθεν ἀέρος προσφερομένου πρὸς τὴν σελήνην ἢ τὰ ἀπʼ αὐτῆς ῥεύματα ἀποφερόμενα ὁμαλῶς ἀναστέλλοντος ἐπὶ τοσοῦτον ἐφʼ ὅσον κύκλῳ περιστῆσαι τὸ νεφοειδὲς τοῦτο καὶ μὴ τὸ παράπαν διακρῖναι, ἢ καὶ τὸν πέριξ ἀέρα αὐτῆς ἀναστέλλοντος συμμέτρως πάντοθεν εἰς τὸ περιφερὲς τὸ περὶ αὐτὴν καὶ παχυμερὲς περιστῆσαι.

而这种圆弧的表象之所以产生,或是因为视线观察到各处的距离相等,或是因为空气中的原子、或在云层中从太阳带走的原子受到这样的压缩,使得这一复合物沉降为某种圆周。 “月晕的产生,既可能由于空气从四面八方向月亮输送,或者均匀地阻挡从月亮带出的气流,其程度足以使这团云状物在周围环绕成圆圈而不至于全然消散;也可能由于它从四方适度地阻挡月亮周围的空气,使其环绕成它周围的圆形且厚重的圈层。

ὃ γίνεται κατὰ μέρη τινὰ ἤτοι ἔξωθεν βιασαμένου τινὸς ῥεύματος ἢ τῆς θερμασίας ἐπιτηδείων πόρων ἐπιλαμβανομένης εἰς τὸ τοῦτο ἀπεργάσασθαι. “Κομῆται ἀστέρες γίνονται ἤτοι πυρὸς ἐν τόποις τισὶ διὰ χρόνων τινῶν ἐν τοῖς μετεώροις συστρεφομένου περιστάσεως γινομένης, ἢ ἰδίαν τινὰ κίνησιν διὰ χρόνων τοῦ οὐρανοῦ ἴσχοντος ὑπὲρ ἡμᾶς, ὥστε τὰ τοιαῦτα ἄστρα ἀναφανῆναι, ἢ αὐτὰ ἐν χρόνοις τισὶν ὁρμῆσαι διά τινα περίστασιν καὶ εἰς τοὺς καθʼ ἡμᾶς τόπους ἐλθεῖν καὶ ἐκφανῆ γενέσθαι. τήν τε ἀφάνισιν τούτων γίνεσθαι παρὰ τὰς ἀντικειμένας ταύταις αἰτίας.

这在某些部分之所以发生,或是由于某种气流从外部强行侵入,或是由于热量占据了适宜的孔隙以促成此事。 “彗星的产生,或是由于高空某些处所因环境的包围而在一定时期内火聚集旋转,或是由于天在一定时期内在我们的上方保持某种特殊的运动,从而使这类星辰显现出来,或是由于它们本身在某些时期因某种包围而疾驰,来到我们所在的区域并变得显现。而它们的消失则是由于与这些相反的原因而发生。

τινὰ ἄστρα στρέφεσθαι αὐτοῦ συμβαίνει οὐ μόνον τῷ τὸ μέρος τοῦτο τοῦ κόσμου ἑστάναι, περὶ ὃ τὸ λοιπὸν στρέφεται, καθά περ τινές φασιν, ἀλλὰ καὶ τῷ δίνην ἀέρος ἔγκυκλον αὐτῷ περιεστάναι, ἣ κωλυτικὴ γίνεται τοῦ περιπολεῖν, ὡς καὶ τὰ ἄλλα· ἢ καὶ διὰ τὸ ἑξῆς μὲν αὐτοῖς ὕλην ἐπιτηδείαν μὴ εἶναι, ἐν δὲ τούτῳ τῷ τόπῳ ἐν ᾧ κείμενα θεωρεῖται. καὶ κατʼ ἄλλους δὲ πλείονας τρόπους τοῦτο δυνατὸν συντελεῖσθαι, ἐάν τις δύνηται τὸ σύμφωνον τοῖς φαινομένοις συλλογίζεσθαι. τινὰ τῶν ἄστρων πλανᾶσθαι, εἰ οὕτω ταῖς κινήσεσι χρώμενα συμβαίνει, τινὰ δὲ ὁμαλῶς κινεῖσθαι2,

某些星辰在原地旋转,之所以发生,不仅如某些人所言,是因为宇宙的这部分静止,其余部分围绕它旋转,而且也是因为环绕它的气流漩涡围立于其周围,阻碍了它像其他星辰那样巡行周游;或者是因为对于它们而言,紧邻的区域没有适宜的质料,而唯独在它们被观察到所处的这一处所有。如果有人能够推求出与现象相符者,此事也可以许多其他方式得以完成。至于某些星辰处于徘徊之中——如果它们确实如此进行运动的话——而某些星辰则均匀运动,[也同样可通过多种原因来解释]。

语法注2 条
  1. 10.1.110ἢ σύνωσιν τοιαύτην λαμβανουσῶν τῶν ἐν τῷ ἀέρι ἀτόμων ἢ ἐν τοῖς νέφεσιν ἀπὸ τοῦ ἡλίου ἀποφερομένων περιφέρειάν τινα καθίεσθαι τὴν σύγκρισιν ταύτην

    在 ἤ 之后的部分构成了与前文 διὰ τὸ... 相对等的因果从属成分。λαμβανουσῶν... ἀποφερομένων 为属格独立结构,修饰 τῶν... ἀτόμων;不定词 καθίεσθαι 的逻辑主语为宾格的 τὴν σύγκρισιν ταύτην,意为“随着原子承受此类挤压,该复合物沉降形成某种圆周”。

  2. 10.1.112τινὰ τῶν ἄστρων πλανᾶσθαι, εἰ οὕτω ταῖς κινήσεσι χρώμενα συμβαίνει, τινὰ δὲ ὁμαλῶς κινεῖσθαι

    文末的不定词短语(πλανᾶσθαι ... κινεῖσθαι)在句法上受前文发生的陈述(如 συμβαίνει 或 δυνατὸν συντελεῖσθαι 之意)统辖。条件从句 εἰ οὕτω ταῖς κινήσεσι χρώμενα συμβαίνει(“若它们确实表现出如此这般的运动”)体现了作者对行星的不规则运行与恒星的均匀运行同样予以自然主义多元解释的审慎态度。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.108-10.1.112