- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.prol.6-1.prol.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
介绍了主张哲学外邦起源论者对印度裸体哲人、德鲁伊、迦勒底人、波斯麦琪以及埃及人的教义与风俗习惯的论述,并提及了对希罗多德记载的批驳。
Οἱ δὲ φάσκοντες ἀπὸ βαρβάρων ἄρξαι φιλοσοφίαν καὶ τὸν τρόπον παρʼ ἑκάστοις αὐτῆς ἐκτίθενται· καί φασι τοὺς μὲν Γυμνοσοφιστὰς καὶ Δρυΐδας αἰνιγματωδῶς ἀποφθεγγομένους φιλοσοφῆσαι, σέβειν θεοὺς καὶ μηδὲν κακὸν δρᾶν καὶ ἀνδρείαν ἀσκεῖν. τοὺς γοῦν Γυμνοσοφιστὰς καὶ θανάτου καταφρονεῖν φησι Κλείταρχος ἐν τῇ δωδεκάτῃ· τοὺς δὲ Χαλδαίους περὶ ἀστρονομίαν καὶ πρόρρησιν ἀσχολεῖσθαι· τοὺς δὲ Μάγους περί τε θεραπείας θεῶν διατρίβειν καὶ θυσίας καὶ εὐχάς, ὡς αὐτοὺς μόνους ἀκουομένους1. ἀποφαίνεσθαί τε περί τε οὐσίας θεῶν καὶ γενέσεως, οὓς καὶ πῦρ εἶναι καὶ γῆν καὶ ὕδωρ· τῶν δὲ ξοάνων καταγινώσκειν, καὶ μάλιστα τῶν λεγόντων ἄρρενας εἶναι θεοὺς καὶ θηλείας.
那些断言哲学始于外邦人的人,也阐述了哲学在各民族中的具体形态。他们说,裸体哲人和德鲁伊以谜语般的格言行哲学之事,主张敬畏神明、不行任何恶事并砥砺英勇。无论如何,克莱塔库斯在第十二卷中说,裸体哲人甚至轻视死亡;迦勒底人专心于天文学和预言;而麦琪们则将光阴用于事神、献祭和祈祷,坚信唯有他们蒙神垂听。他们还对诸神的本质与生成作出阐释,认为神明即是火、土和水;他们谴责木雕神像,尤其谴责那些说神明有男女雌雄之分的人。
περί τε δικαιοσύνης λόγους ποιεῖσθαι, καὶ ἀνόσιον ἡγεῖσθαι πυρὶ θάπτειν· καὶ ὅσιον νομίζειν μητρὶ ἢ θυγατρὶ μίγνυσθαι, ὡς ἐν τῷ εἰκοστῷ τρίτῳ φησὶν ὁ Σωτίων· ἀσκεῖν τε μαντικὴν καὶ πρόρρησιν, καὶ θεοὺς αὑτοῖς ἐμφανίζεσθαι λέγοντας. ἀλλὰ καὶ εἰδώλων πλήρη εἶναι τὸν ἀέρα, κατʼ ἀπόρροιαν ὑπʼ ἀναθυμιάσεως εἰσκρινομένων ταῖς ὄψεσι τῶν ὀξυδερκῶν· προκοσμήματά τε καὶ χρυσοφορίας ἀπαγορεύειν. τούτων δὲ ἐσθὴς μὲν λευκή, στιβὰς δὲ εὐνή, καὶ λάχανον τροφή, τυρός τε καὶ ἄρτος εὐτελής, καὶ κάλαμος ἡ βακτηρία, ᾧ κεντοῦντες, φασί, τοῦ τυροῦ ἀνῃροῦντο καὶ ἀπήσθιον.
他们还谈论正义,认为火葬是不敬之举;而认为与母亲或女儿交合是神圣合法的,正如索提翁在第二十三卷中所说;他们行占卜和预言,声称诸神向他们显现。不仅如此,他们还认为空气中充满了幻影,通过蒸发产生的流溢物而渗入目光敏锐者的视野中;他们禁绝佩饰与穿戴黄金。他们的衣裳是白色的,寝床是草荐,食物是蔬菜、干酪和粗粮面包,而手杖则是芦苇,据说他们用芦苇刺挑干酪并吃掉。
Τὴν δὲ γοητικὴν μαγείαν οὐδʼ ἔγνωσαν, φησὶν Ἀριστοτέλης ἐν τῷ Μαγικῷ καὶ Δείνων ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν· ὃς καὶ μεθερμηνευόμενόν φησι τὸν Ζωροάστρην ἀστροθύτην εἶναι· φησὶ δὲ τοῦτο καὶ ὁ Ἑρμόδωρος. Ἀριστοτέλης δʼ ἐν πρώτῳ Περὶ φιλοσοφίας καὶ πρεσβυτέρους εἶναι τῶν Αἰγυπτίων· καὶ δύο κατʼ αὐτοὺς εἶναι ἀρχάς, ἀγαθὸν δαίμονα καὶ κακὸν δαίμονα· καὶ τῷ μὲν ὄνομα εἶναι Ζεὺς καὶ Ὠρομάσδης, τῷ δὲ ᾍδης καὶ Ἀρειμάνιος. φησὶ δὲ τοῦτο καὶ Ἕρμιππος ἐν τῷ πρώτῳ περὶ Μάγων καὶ Εὔδοξος ἐν τῇ Περιόδῳ καὶ Θεόπομπος ἐν τῇ ὀγδόῃ τῶν Φιλιππικῶν·
亚里士多德在《论魔术》中以及代农在《历史》第五卷中说,他们对巫蛊之术甚至一无所知;代农还说,琐罗亚斯德翻译过来就是“祭星者”;赫尔莫多洛也如此说。亚里士多德在《论哲学》第一卷中说,他们甚至比埃及人更为古老;按照他们的学说,存在善灵与恶灵两个本原;一者的名字是宙斯与奥罗马斯德斯,另一者则是哈得斯与阿里马尼奥斯。赫尔米波斯在《论麦琪》第一卷中、欧多克索斯在《环游记》中以及泰奥彭波斯在《腓力史》第八卷中也都这样说;
ὃς καὶ ἀναβιώσεσθαι κατὰ τοὺς Μάγους φησὶ τοὺς ἀνθρώπους καὶ ἀθανάτους ἔσεσθαι, καὶ τὰ ὄντα ταῖς αὐτῶν ἐπικλήσεσι διαμενεῖν. ταῦτα δὲ καὶ Εὔδημος ὁ Ῥόδιος ἱστορεῖ. Ἑκαταῖος δὲ καὶ γενητοὺς τοὺς θεοὺς εἶναι κατʼ αὐτούς. Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τῷ Περὶ παιδείας καὶ τοὺς Γυμνοσοφιστὰς ἀπογόνους εἶναι τῶν Μάγων φησίν· ἔνιοι δὲ καὶ τοὺς Ἰουδαίους ἐκ τούτων εἶναι. πρὸς τούτοις καταγινώσκουσιν Ἡροδότου οἱ τὰ περὶ Μάγων γράψαντες· μὴ γὰρ ἂν εἰς τὸν ἥλιον βέλη Ξέρξην ἀκοντίσαι, μηδʼ εἰς τὴν θάλασσαν πέδας καθεῖναι2, θεοὺς ὑπὸ τῶν Μάγων παραδεδομένους. τὰ μέντοι ἀγάλματα εἰκότως καθαιρεῖν.
泰奥彭波斯还说,按照麦琪的说法,人死后将复生并获得不朽,现存之物通过他们的祈请将永存。罗得岛的欧德谟斯也记载了这些事。赫卡泰奥斯则说,按照他们的说法,诸神也是被生成的。索利的克莱阿尔库斯在《论教育》中说,裸体哲人也是麦琪的后裔;有些人甚至说犹太人也源自他们。此外,记述麦琪诸事的人谴责希罗多德;因为薛西斯绝不可能向太阳射箭,也不可能把镣铐投入大海,毕竟太阳与海洋被麦琪奉为神明。然而他们认为薛西斯捣毁神像乃合情合理。
Τὴν δὲ τῶν Αἰγυπτίων φιλοσοφίαν εἶναι τοιαύτην περί τε θεῶν καὶ ὑπὲρ δικαιοσύνης. φάσκειν τε ἀρχὴν μὲν εἶναι τὴν ὕλην, εἶτα τὰ τέσσαρα στοιχεῖα ἐξ αὐτῆς διακριθῆναι, καὶ ζῷα παντοῖα ἀποτελεσθῆναι. θεοὺς δʼ εἶναι ἥλιον καὶ σελήνην, τὸν μὲν Ὄσιριν, τὴν δʼ Ἶσιν καλουμένην· αἰνίττεσθαί τε αὐτοὺς διά τε κανθάρου καὶ δράκοντος καὶ ἱέρακος καὶ ἄλλων, ὥς φησι Μανέθως ἐν τῇ τῶν Φυσικῶν ἐπιτομῇ καὶ Ἑκαταῖος ἐν τῇ πρώτῃ Περὶ τῆς Αἰγυπτίων φιλοσοφίας. κατασκευάζειν δὲ 〈καὶ〉 ἀγάλματα καὶ τεμένη τῷ μὴ εἰδέναι τὴν τοῦ θεοῦ μορφήν3.
埃及人关于神明和关涉正义的哲学如下:他们声称本原是物质,随后四元素从中分离出来,各种动物得以生成。诸神乃是太阳和月亮,前者被称为奥西里斯,后者被称为伊西斯;他们通过圣甲虫、蛇、鹰以及其他生物来隐喻性地象征诸神,正如曼内托在《自然学纲要》以及赫卡泰奥斯在《论埃及人的哲学》第一卷中所说。他们建造神像和圣所,乃是因为不知晓神的面貌。
- 1.prol.6ὡς αὐτοὺς μόνους ἀκουομένους
连词 ὡς 搭配宾格分词(与不定式从句的主语 τοὺς Μάγους 保持同格),表达主观理由或自诩动机(“自以为/声称唯有他们蒙垂听”)。亦可视为宾格独立结构的用法。
- 1.prol.9μὴ γὰρ ἂν εἰς τὸν ἥλιον βέλη Ξέρξην ἀκοντίσαι, μηδʼ εἰς τὴν θάλασσαν πέδας καθεῖναι
间接引语中 ἄν 搭配不定过去时不定式(ἀκοντίσαι, καθεῖναι),相当于直接引语中的与过去相反的直陈式或潜能希求法(“薛西斯绝不可能向……射箭”)。句首的否定词 μή 反映了由谴责动词(καταγινώσκουσιν)所引出的主观论断。
- 1.prol.10τῷ μὴ εἰδέναι τὴν τοῦ θεοῦ μορφήν
冠词中性与格加不定式(τῷ + 不定式 εἰδέναι)表示原因(“因为不知晓神的形状”)。否定词 μή 是不定式惯常搭配的否定标记。
