- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.prol.1-1.prol.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
文章在列举了将哲学起源归于外邦人的学说及其年代推算之后,主张哲学真正的发端实为希腊人(如穆塞奥斯和利诺斯),并驳斥了将奥菲斯视作哲学家的观点。
Τὸ τῆς φιλοσοφίας ἔργον ἔνιοί φασιν ἀπὸ βαρβάρων ἄρξαι. γεγενῆσθαι γὰρ παρὰ μὲν Πέρσαις Μάγους, παρὰ δὲ Βαβυλωνίοις ἢ Ἀσσυρίοις Χαλδαίους, καὶ Γυμνοσοφιστὰς παρʼ Ἰνδοῖς, παρά τε Κελτοῖς καὶ Γαλάταις τοὺς καλουμένους Δρυΐδας καὶ Σεμνοθέους, καθά φησιν Ἀριστοτέλης ἐν τῷ Μαγικῷ καὶ Σωτίων ἐν τῷ εἰκοστῷ τρίτῳ τῆς Διαδοχῆς. Φοίνικά τε γενέσθαι Μῶχον, καὶ Θρᾷκα Ζάμολξιν, καὶ Λίβυν Ἄτλαντα. Αἰγύπτιοι μὲν γὰρ Νείλου γενέσθαι παῖδα Ἥφαιστον, ὃν ἄρξαι φιλοσοφίας, ἧς τοὺς προεστῶτας ἱερέας εἶναι καὶ προφήτας.
有人说哲学的职分始于外邦人。因为他们认为,在波斯人中有麦琪,在巴比伦人或亚述人中有迦勒底人,在印度人中有裸体哲人,在凯尔特人和加拉太人中则有被称为德鲁伊和神圣者的人,正如亚里士多德在《论魔术》以及索提翁在《传承录》第二十三卷中所说。他们还说,莫科斯是腓尼基人,扎莫尔克西斯是色雷斯人,阿特拉斯是利比亚人。 因为埃及人说,赫淮斯托斯是尼罗河之子,是他开创了哲学,而主持哲学的人乃是祭司和预言家。
ἀπὸ δὲ τούτου εἰς Ἀλέξανδρον τὸν Μακεδόνα ἐτῶν εἶναι μυριάδας τέσσαρας καὶ ὀκτακισχίλια ὀκτακόσια ἑξήκοντα τρία· ἐν οἷς ἡλίου μὲν ἐκλείψεις γενέσθαι τριακοσίας ἑβδομήκοντα τρεῖς, σελήνης δὲ ὀκτακοσίας τριάκοντα δύο. Ἀπὸ δὲ τῶν Μάγων, ὧν ἄρξαι Ζωροάστρην τὸν Πέρσην, Ἑρμόδωρος μὲν ὁ Πλατωνικὸς ἐν τῷ Περὶ μαθημάτων φησὶν εἰς τὴν Τροίας ἅλωσιν ἔτη γεγονέναι πεντακισχίλια· Ξάνθος δὲ ὁ Λυδὸς εἰς τὴν Ξέρξου διάβασιν ἀπὸ τοῦ Ζωροάστρου ἑξακισχίλιά φησι, καὶ μετʼ αὐτὸν γεγονέναι πολλούς τινας Μάγους κατὰ διαδοχήν, Ὀστάνας καὶ Ἀστραμψύχους καὶ Γωβρύας καὶ Παζάτας, μέχρι τῆς τῶν Περσῶν ὑπʼ Ἀλεξάνδρου καταλύσεως.
从他到马其顿的亚历山大,共计有四万八千八百六十三年;在此期间,日食发生过三百七十三次,月食发生过八百三十二次。 而从波斯人琐罗亚斯德所始创的麦琪算起,柏拉图派的赫尔莫多洛在《论学问》中说,到特洛伊陷落共有五千年;而吕底亚的克桑托斯说,从琐罗亚斯德到薛西斯横渡共有六千年,并且在他之后世代相承出现了许多麦琪,如奥斯塔内斯、阿斯特兰普苏科斯、戈布律阿斯和帕扎塔斯,直到波斯人被亚历山大消灭为止。
Λανθάνουσι δʼ αὑτοὺς τὰ τῶν Ἑλλήνων κατορθώματα, ἀφʼ ὧν μὴ ὅτι γε φιλοσοφία, ἀλλὰ καὶ γένος ἀνθρώπων ἦρξε2, βαρβάροις προσάπτοντες1. ἰδοὺ γοῦν παρὰ μὲν Ἀθηναίοις γέγονε Μουσαῖος, παρὰ δὲ Θηβαίοις Λίνος. καὶ τὸν μὲν Εὐμόλπου παῖδά φασι, ποιῆσαι δὲ Θεογονίαν καὶ Σφαῖραν πρῶτον· φάναι τε ἐξ ἑνὸς τὰ πάντα γίνεσθαι καὶ εἰς ταὐτὸν ἀναλύεσθαι. τοῦτον τελευτῆσαι Φαληροῖ, καὶ αὐτῷ ἐπιγεγράφθαι τόδε τὸ ἐλεγεῖον· "Εὐμόλπου φίλον υἱὸν ἔχει τὸ Φαληρικὸν οὖδας, Μουσαῖον, φθιμένου σῶμʼ, ὑπὸ τῷδε τάφῳ." ἀπὸ δὲ τοῦ πατρὸς τοῦ Μουσαίου καὶ Εὐμολπίδαι καλοῦνται παρʼ Ἀθηναίοις.
然而他们将希腊人的功业归于外邦人,是自欺欺人,不自知其过;要知道不仅哲学,甚至人类本身也是从希腊人开始的。你看,在雅典人中出现了穆塞奥斯,在底比斯人中出现了利诺斯。人们说穆塞奥斯是欧摩尔波斯之子,最早作了《神谱》和《天球论》;他说万物皆由一而生,又归解于同一。他死于法勒隆,他的墓上刻有如下的哀歌体诗句: “法勒隆的土地保留着欧摩尔波斯的爱子, 穆塞奥斯,那逝者的遗体,在这座坟墓之下。” 雅典人中的欧摩尔波斯家族也是以穆塞奥斯之父得名的。
Τὸν δὲ Λίνον παῖδα εἶναι Ἑρμοῦ καὶ Μούσης Οὐρανίας· ποιῆσαι δὲ κοσμογονίαν, ἡλίου καὶ σελήνης πορείαν, καὶ ζῴων καὶ καρπῶν γενέσεις. τούτῳ ἀρχὴ τῶν ποιημάτων ἥδε· "ἦν ποτέ τοι χρόνος οὗτος, ἐν ᾧ ἅμα πάντʼ ἐπεφύκει." ὅθεν λαβὼν Ἀναξαγόρας πάντα ἔφη χρήματα γεγονέναι ὁμοῦ, νοῦν δὲ ἐλθόντα αὐτὰ διακοσμῆσαι. τὸν δὲ Λίνον τελευτῆσαι ἐν Εὐβοίᾳ τοξευθέντα ὑπʼ Ἀπόλλωνος, καὶ αὐτῷ ἐπιγεγράφθαι· "ἥδε Λίνον Θηβαῖον ἐδέξατο γαῖα θανόντα, Μούσης Οὐρανίης υἱὸν ἐϋστεφάνου." καὶ ὧδε μὲν ἀφʼ Ἑλλήνων ἦρξε φιλοσοφία, ἧς καὶ αὐτὸ τὸ ὄνομα τὴν βάρβαρον ἀπέστραπται προσηγορίαν.
而利诺斯则是赫耳墨斯与缪斯乌剌尼亚之子;据说他作了《宇宙起源论》、论太阳与月亮的运行、以及论动物和植物的生成。其诗篇的开头如下: “曾经确有这样一个时期,在此期间万物同时生长在一起。” 阿那克萨哥拉即取材于此,说万物曾混杂在一起,而心灵到来并整饬了它们。利诺斯在优卑亚被阿波罗射杀而死,刻在他墓上的诗文是: “这片土地接纳了死去的底比斯人利诺斯, 美丽的冠冕之缪斯乌剌尼亚之子。” 就这样,哲学始于希腊人,而哲学的名称本身也摒弃了外邦的称呼。
Οἱ δὲ τὴν εὕρεσιν διδόντες ἐκείνοις παράγουσι καὶ Ὀρφέα τὸν Θρᾷκα, λέγοντες φιλόσοφον γεγονέναι καὶ εἶναι ἀρχαιότατον. ἐγὼ δέ, εἰ τὸν περὶ θεῶν ἐξαγορεύσαντα τοιαῦτα χρὴ φιλόσοφον καλεῖν οὐκ οἶδα, 〈οὐδὲ〉 τίνα δεῖ προσαγορεύειν τὸν πᾶν τὸ ἀνθρώπειον πάθος ἀφειδοῦντα τοῖς θεοῖς προστρῖψαι3, καὶ τὰ σπανίως ὑπό τινων ἀνθρώπων αἰσχρουργούμενα τῷ τῆς φωνῆς ὀργάνῳ. τοῦτον δὲ ὁ μὲν μῦθος ὑπὸ γυναικῶν ἀπολέσθαι φησί· τὸ δʼ ἐν Δίῳ τῆς Μακεδονίας ἐπίγραμμα, κεραυνωθῆναι αὐτόν, λέγον οὕτως· "Θρήϊκα χρυσολύρην τῇδʼ Ὀρφέα Μοῦσαι ἔθαψαν, ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει."
那些将哲学的发现归于外邦人的人,还引出了色雷斯人奥菲斯,说他是一位哲学家且是最古老的。但在我看来,是否应当把对诸神讲出这等话的人称为哲学家,我并不知道;我也〈不知道〉应当把毫无顾忌地将人类的一切情欲、甚至某些人极少用口舌之官作出的丑恶之行加诸神明的人称作什么。关于他,神话说他是被妇女杀死的;而马其顿狄翁的铭文则说他是被雷击死的,其文如下: “缪斯女神将抚金琴的色雷斯人奥菲斯葬于此地, 高高在上统治的宙斯用冒烟的雷霆击毙了他。”
- 1.prol.3Λανθάνουσι δʼ αὑτοὺς ... βαρβάροις προσάπτοντες
这是 λανθάνω 搭配宾格反身代词(αὑτούς)和补充现在分词(προσάπτοντες)的结构,意为“在把……归于异族人时自欺/未意识到自己的谬误”。
- 1.prol.3ἀφʼ ὧν μὴ ὅτι γε φιλοσοφία, ἀλλὰ καὶ γένος ἀνθρώπων ἦρξε
关系代词短语 ἀφʼ ὧν 先行词为前文的 τῶν Ἑλλήνων(或 τὰ τῶν Ἑλλήνων κατορθώματα)。固定句式「μὴ ὅτι [γε] ... ἀλλὰ καί ...」表示“不仅……甚至……”,此处意为“不仅哲学,甚至人类本身也始于希腊人”。
- 1.prol.5τὸν πᾶν τὸ ἀνθρώπειον πάθος ἀφειδοῦντα τοῖς θεοῖς προστρῖψαι
分词 ἀφειδοῦντα(毫不吝惜地、无顾忌地)支配不定词 προστρῖψαι(涂抹、强加于),与冠词 τὸν 构成限定分词短语,意为“毫无顾忌地将人的一切情欲加诸诸神之人”。后文的 καὶ τὰ σπανίως ... αἰσχρουργούμενα 与 πᾶν τὸ ἀνθρώπειον πάθος 并列,共同作 προστρῖψαι 的直接宾语。
