- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.prol.11-1.prol.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
总结埃及人的自然观与发明之说,记述毕达哥拉斯命名“哲学”以及七贤之人选,继而阐述哲学两大传统(爱奥尼亚学派与意大利学派)的师承谱系,并按独断派与存疑派及著述多寡对哲学家进行分类。
τὸν κόσμον γενητὸν καὶ φθαρτὸν1 καὶ σφαιροειδῆ· τοὺς ἀστέρας πῦρ εἶναι, καὶ τῇ τούτων κράσει τὰ ἐπὶ γῆς γίνεσθαι· σελήνην ἐκλείπειν εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν· τὴν ψυχὴν καὶ ἐπιδιαμένειν καὶ μετεμβαίνειν· ὑετοὺς κατὰ ἀέρος τροπὴν ἀποτελεῖσθαι· τά τε ἄλλα φυσιολογεῖν, ὡς Ἑκαταῖός τε καὶ Ἀρισταγόρας ἱστοροῦσιν. ἔθεσαν δὲ καὶ νόμους ὑπὲρ δικαιοσύνης, οὓς εἰς Ἑρμῆν ἀνήνεγκαν· καὶ τὰ εὔχρηστα τῶν ζῴων θεοὺς ἐδόξασαν. λέγουσι δὲ καὶ ὡς αὐτοὶ γεωμετρίαν τε καὶ ἀστρολογίαν καὶ ἀριθμητικὴν ἀνεῦρον. καὶ τὰ μὲν περὶ τῆς εὑρέσεως ὧδε ἔχει.
他们还主张世界是被生成的、必朽的且为球形;天体乃是火,地上的万物由于它们的调和而生成;月亮因落入大地的阴影而发生月食;灵魂既能长存也能转生;雨水是依空气的变化而形成的;正如赫卡泰奥斯与阿里斯塔戈拉斯所记述的那样,他们还在其他方面探究自然。他们还为了正义而制定法律,并将法律归功于赫耳墨斯;他们还将有用的动物尊奉为神。他们还说几何学、天文学与算术也是他们自己发明的。关于哲学的起源,情况便是如此。
Φιλοσοφίαν δὲ πρῶτος ὠνόμασε Πυθαγόρας καὶ ἑαυτὸν φιλόσοφον, ἐν Σικυῶνι διαλεγόμενος Λέοντι τῷ Σικυωνίων τυράννῳ ἢ Φλιασίων, καθά φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῇ Περὶ τῆς ἄπνου· μηδένα γὰρ εἶναι σοφὸν [ἄνθρωπον] ἀλλʼ ἢ θεόν2. θᾶττον δὲ ἐκαλεῖτο3 σοφία, καὶ σοφὸς ὁ ταύτην ἐπαγγελλόμενος, ὃς εἴη ἂν κατʼ ἀκρότητα ψυχῆς ἀπηκριβωμένος, φιλόσοφος δὲ ὁ σοφίαν ἀσπαζόμενος. οἱ δὲ σοφοὶ καὶ σοφισταὶ ἐκαλοῦντο· καὶ οὐ μόνον, ἀλλὰ καὶ οἱ ποιηταὶ σοφισταί, καθὰ καὶ Κρατῖνος ἐν Ἀρχιλόχοις τοὺς περὶ Ὅμηρον καὶ Ἡσίοδον ἐπαινῶν οὕτως καλεῖ.
毕达哥拉斯最早使用了“哲学”这一名称,并自称为“哲学家”,正如蓬托斯的赫拉克利德在《论假死之妇》中所述,那是在西库昂同西库昂人(或弗利亚斯人)的僭主莱昂交谈之时;因为他认为除神之外无人是智慧的。而在此之前它被称为“智慧”,以此为职业的人被称为“智者”,这样的人当是在灵魂的巅峰上臻于极境者,而爱求智慧的人则是“哲学家”。智者们也被称为“智术师”;而且不仅如此,诗人们也被称为智术师,正如克拉提诺斯在《阿尔基洛霍斯们》中赞颂荷马与赫西俄德之辈时也是如此称呼的。
Σοφοὶ δὲ ἐνομίζοντο οἵδε· Θαλῆς, Σόλων, Περίανδρος, Κλεόβουλος, Χείλων, Βίας, Πιττακός. τούτοις προσαριθμοῦσιν Ἀνάχαρσιν τὸν Σκύθην, Μύσωνα τὸν Χηνέα, Φερεκύδην τὸν Σύριον, Ἐπιμενίδην τὸν Κρῆτα· ἔνιοι δὲ καὶ Πεισίστρατον τὸν τύραννον. καὶ οἱ μὲν σοφοί. Φιλοσοφίας δὲ δύο γεγόνασιν ἀρχαί, ἥ τε ἀπὸ Ἀναξιμάνδρου καὶ ἡ ἀπὸ Πυθαγόρου· τοῦ μὲν Θαλοῦ διακηκοότος, Πυθαγόρου δὲ Φερεκύδης καθηγήσατο. καὶ ἐκαλεῖτο ἡ μὲν Ἰωνική, ὅτι Θαλῆς Ἴων ὤν, Μιλήσιος γάρ, καθηγήσατο Ἀναξιμάνδρου· ἡ δὲ Ἰταλικὴ ἀπὸ Πυθαγόρου, ὅτι τὰ πλεῖστα κατὰ τὴν Ἰταλίαν ἐφιλοσόφησεν.
被视为智者的有以下诸人:泰勒斯、梭伦、佩里安德、克莱奥布卢、基隆、比阿斯、庇塔库斯。人们还将斯基泰人阿纳卡西斯、凯奈的米松、叙罗斯的费雷居德斯、克里特的埃庇米尼得斯列入其中;有些人还将僭主庇西特拉图也列入。以上便是智者们。 哲学有两个始源,即始于阿那克西曼德的派系与始于毕达哥拉斯的派系;前者师从泰勒斯,而费雷居德斯则教导了毕达哥拉斯。前者被称为爱奥尼亚学派,因为泰勒斯是爱奥尼亚人——他是米利都人——并教导了阿那克西曼德;后者因毕达哥拉斯主要在意大利从事哲学活动而被称为意大利学派。
καταλήγει δὲ ἡ μὲν εἰς Κλειτόμαχον καὶ Χρύσιππον καὶ Θεόφραστον [ἡ Ἰωνική]· ἡ δὲ Ἰταλικὴ εἰς Ἐπίκουρον. Θαλοῦ μὲν γὰρ Ἀναξίμανδρος, οὗ Ἀναξιμένης4, οὗ Ἀναξαγόρας, οὗ Ἀρχέλαος, οὗ Σωκράτης ὁ τὴν ἠθικὴν εἰσαγαγών· οὗ οἵ τε ἄλλοι Σωκρατικοὶ καὶ Πλάτων ὁ τὴν ἀρχαίαν Ἀκαδημείαν συστησάμενος· οὗ Σπεύσιππος καὶ Ξενοκράτης, οὗ Πολέμων, οὗ Κράντωρ καὶ Κράτης, οὗ Ἀρκεσίλαος ὁ τὴν μέσην Ἀκαδημείαν εἰσηγησάμενος· οὗ Λακύδης ὁ τὴν νέαν Ἀκαδημείαν φιλοσοφήσας· οὗ Καρνεάδης, οὗ Κλειτόμαχος. καὶ ὧδε μὲν εἰς Κλειτόμαχον.
爱奥尼亚学派终结于克莱托马库斯、克律西波斯和泰奥弗拉斯托斯;意大利学派则终结于伊壁鸠鲁。盖由泰勒斯传承至阿那克西曼德,其弟子为阿那克西美尼,其弟子为阿那克萨戈拉,其弟子为阿尔克拉奥,其弟子为引入伦理学的苏格拉底;苏格拉底的弟子有其他苏格拉底派门人以及建立老学园派的柏拉图;其弟子为斯珀西波斯与克塞诺克拉底,其弟子为波莱蒙,其弟子为克兰托尔与克兰特斯,其弟子为开创中学园派的阿尔克西拉奥;其弟子为阐扬新学园派哲学的拉居得斯,其弟子为卡尔涅阿德斯,其弟子为克莱托马库斯。爱奥尼亚学派至克莱托马库斯便是如此。
Εἰς δὲ Χρύσιππον οὕτω καταλήγει· Σωκράτους Ἀντισθένης, οὗ Διογένης ὁ κύων, οὗ Κράτης ὁ Θηβαῖος, οὗ Ζήνων ὁ Κιτιεύς, οὗ Κλεάνθης, οὗ Χρύσιππος. εἰς δὲ Θεόφραστον οὕτως· Πλάτωνος Ἀριστοτέλης, οὗ Θεόφραστος. καὶ ἡ μὲν Ἰωνικὴ τοῦτον καταλήγει τὸν τρόπον. Ἡ δὲ Ἰταλικὴ οὕτω· Φερεκύδους Πυθαγόρας, οὗ Τηλαύγης ὁ υἱός, οὗ Ξενοφάνης, οὗ Παρμενίδης, οὗ Ζήνων ὁ Ἐλεάτης, οὗ Λεύκιππος, οὗ Δημόκριτος, οὗ πολλοὶ μέν, ἐπʼ ὀνόματος δὲ Ναυσιφάνης [καὶ Ναυκύδης], ὧν Ἐπίκουρος.
至克律西波斯的谱系如下:苏格拉底的弟子为安提斯泰尼,其弟子为犬儒第欧根尼,其弟子为底比斯的克兰特斯,其弟子为基提翁的芝诺,其弟子为克莱安特斯,其弟子为克律西波斯。至泰奥弗拉斯托斯则如下:柏拉图的弟子为亚里士多德,其弟子为泰奥弗拉斯托斯。爱奥尼亚学派便是以这种方式归结的。 意大利学派如下:费雷居德斯的弟子为毕达哥拉斯,其弟子为他的儿子特劳格斯,其弟子为克塞诺芬尼,其弟子为巴门尼德,其弟子为埃利亚的芝诺,其弟子为留基伯,其弟子为德谟克利特,其弟子众多,具名者有瑙西法涅斯,其弟子为伊壁鸠鲁。
Τῶν δὲ φιλοσόφων οἱ μὲν γεγόνασι δογματικοί, οἱ δʼ ἐφεκτικοί· δογματικοὶ μὲν ὅσοι περὶ τῶν πραγμάτων ἀποφαίνονται ὡς καταληπτῶν· ἐφεκτικοὶ δὲ ὅσοι ἐπέχουσι περὶ αὐτῶν ὡς ἀκαταλήπτων5. καὶ οἱ μὲν αὐτῶν κατέλιπον ὑπομνήματα, οἱ δʼ ὅλως οὐ συνέγραψαν, ὥσπερ κατά τινας Σωκράτης, Στίλπων, Φίλιππος, Μενέδημος, Πύρρων, Θεόδωρος, Καρνεάδης, Βρύσων· κατά τινας Πυθαγόρας, Ἀρίστων ὁ Χῖος, πλὴν ἐπιστολῶν ὀλίγων· οἱ δὲ ἀνὰ ἓν σύγγραμμα· Μέλισσος, Παρμενίδης, Ἀναξαγόρας· πολλὰ δὲ Ζήνων, πλείω Ξενοφάνης, πλείω Δημόκριτος, πλείω Ἀριστοτέλης, πλείω Ἐπίκουρος, πλείω Χρύσιππος.
在哲学家之中,有些人成为独断派,有些人则成为存疑派。凡是对事物发表确断意见、认为万物可知的人便是独断派;凡是对事物存疑、认为万物不可知的人便是存疑派。他们之中,有些人留下了著述,有些人则全然未曾撰写,正如依某些人的说法,苏格拉底、斯提尔蓬、腓力、墨涅德谟、皮浪、泰奥多鲁斯、卡尔涅阿德斯、布律松便是如此;依某些人的说法,除少数书信外,毕达哥拉斯与希俄斯的阿里斯同也是如此。另外有些人每人仅撰有一部著作:梅利索、巴门尼德、阿那克萨戈拉;而芝诺著述颇丰,克塞诺芬尼更多,德谟克利特更多,亚里士多德更多,伊壁鸠鲁更多,克律西波斯更多。
- 1.prol.11τὸν κόσμον γενητὸν καὶ φθαρτὸν
承接第10节中的 φάσκειν(声称)所引出的“带不定式的宾格”间接引语结构,此处省略了不定式 εἶναι。后文的 τοὺς ἀστέρας πῦρ εἶναι 及 σελήνην ἐκλείπειν 等亦依此平行并列。
- 1.prol.12ἀλλʼ ἢ θεόν
接在否定词(μηδένα)之后的成语性短语 ἀλλʼ ἤ,意为“除……之外(except)”。全句意为“除神之外无人是智慧的”。
- 1.prol.12θᾶττον δὲ ἐκαλεῖτο
副词 θᾶττον 是 ταχύς 的比较级,在此用作表示时间先后的“从前、在此之前(formerly/πρότερον)”。
- 1.prol.14οὗ Ἀναξιμένης
由关系代词属格(οὗ,“他的”)与专有名词构成的递推链条,上下文中省略了表示师承关系的词(如 ἀκουστής“听讲者、门徒”或 μαθητής),意为“其弟子为……”。
- 1.prol.16ὡς καταληπτῶν ... ὡς ἀκαταλήπτων
连词 ὡς 与中性复数属格形容词连用,表示各派哲学家的主观见解与定性(“视事物为可知者 / 视事物为不可知者”),修饰说明事物(τῶν πραγμάτων)被看待的状态。
