- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.prol.17-1.prol.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
本节叙述了哲学家各派名称的多样来源(地名、师名、作风等),哲学的三分法(自然学、伦理学与辩证法),伦理学派系的师承流派,以及波塔门的折衷学派。
Τῶν δὲ φιλοσόφων οἱ μὲν ἀπο πόλεων προσηγορεύθησαν, ὡς οἱ Ἠλιακοὶ καὶ Μεγαρικοὶ καὶ Ἐρετρικοὶ καὶ Κυρηναϊκοί· οἱ δὲ ἀπὸ τόπων, ὡς οἱ Ἀκαδημαϊκοὶ καὶ Στωϊκοί. καὶ ἀπὸ συμπτωμάτων δέ, ὡς οἱ Περιπατητικοί, καὶ ἀπὸ σκωμμάτων, ὡς οἱ Κυνικοί· οἱ δὲ ἀπὸ διαθέσεων, ὡς οἱ Εὐδαιμονικοί· τινὲς ἀπὸ οἰήσεως, ὡς οἱ Φιλαλήθεις καὶ Ἐλεγκτικοὶ καὶ Ἀναλογητικοί· ἔνιοι δʼ ἀπὸ τῶν διδασκάλων, ὡς οἱ Σωκρατικοὶ καὶ Ἐπικούρειοι, καὶ τὰ ὅμοια. καὶ οἱ μὲν ἀπὸ τῆς περὶ φύσιν πραγματείας φυσικοί· οἱ δʼ ἀπὸ τῆς περὶ τὰ ἤθη σχολῆς ἠθικοί· διαλεκτικοὶ δὲ ὅσοι περὶ τὴν τῶν λόγων τερθρείαν καταγίνονται.
在哲学家之中,有些人以城邦命名,如厄利斯派、墨加拉派、埃雷特里亚派与昔兰尼派;有些人以处所命名,如学园派与斯多亚派;有些人因偶发际遇而得名,如逍遥学派;因嘲谑而得名,如犬儒派;有些人因心向特征而得名,如幸福派;有些人因矜夸而得名,如爱真理派、辩驳派与类推派;还有些人因导师而得名,如苏格拉底派、伊壁鸠鲁派等类。此外,因探究自然而被称作“自然学家”;因致力于伦理规范而被称作“伦理学家”;凡从事论证辩难者皆为“辩证法家”。
Μέρη δὲ φιλοσοφίας τρία, φυσικόν, ἠθικόν, διαλεκτικόν· φυσικὸν μὲν τὸ περὶ κόσμου καὶ τῶν ἐν αὐτῷ· ἠθικὸν δὲ τὸ περὶ βίου καὶ τῶν πρὸς ἡμᾶς· διαλεκτικὸν δὲ τὸ ἀμφοτέρων τοὺς λόγους πρεσβεῦον1. καὶ μέχρι μὲν Ἀρχελάου τὸ φυσικὸν ἦν εἶδος· ἀπὸ δὲ Σωκράτους, ὡς προείρηται, τὸ ἠθικόν· ἀπὸ δὲ Ζήνωνος τοῦ Ἐλεάτου τὸ διαλεκτικόν. τοῦ δὲ ἠθικοῦ γεγόνασιν αἱρέσεις δέκα, Ἀκαδημαϊκή, Κυρηναϊκή, Ἠλιακή, Μεγαρική, Κυνική, Ἐρετρική, Διαλεκτική, Περιπατητική, Στωϊκή, Ἐπικούρειος.
哲学的组成部分有三:自然学、伦理学与辩证法。自然学涉及宇宙及其内的事物;伦理学涉及生活与关乎我们自身的事理;辩证法则是拥护与确立二者的论据。在阿尔克拉奥之前,自然学分支占主导地位;而正如前文所述,自苏格拉底起则是伦理学;自埃利亚的芝诺起则是辩证法。从伦理学分支中产生了十个派别:学园派、昔兰尼派、厄利斯派、墨加拉派、犬儒派、埃雷特里亚派、辩证法派、逍遥派、斯多亚派、伊壁鸠鲁派。
Ἀκαδημαϊκῆς μὲν οὖν τῆς ἀρχαίας προέστη Πλάτων, τῆς μέσης Ἀρκεσίλαος, τῆς νέας Λακύδης· Κυρηναϊκῆς Ἀρίστιππος ὁ Κυρηναῖος, Ἠλιακῆς Φαίδων ὁ Ἠλεῖος, Μεγαρικῆς Εὐκλείδης Μεγαρεύς, Κυνικῆς Ἀντισθένης Ἀθηναῖος, Ἐρετρικῆς Μενέδημος Ἐρετριεύς, Διαλεκτικῆς Κλειτόμαχος Καρχηδόνιος, Περιπατητικῆς Ἀριστοτέλης Σταγειρίτης, Στωϊκῆς Ζήνων Κιτιεύς· ἡ δὲ Ἐπικούρειος ἀπʼ αὐτοῦ κέκληται Ἐπικούρου. Ἱππόβοτος δʼ ἐν τῷ Περὶ αἱρέσεων ἐννέα φησὶν αἱρέσεις καὶ ἀγωγὰς εἶναι· πρώτην Μεγαρικήν, δευτέραν Ἐρετρικήν, τρίτην Κυρηναϊκήν, τετάρτην Ἐπικούρειον, πέμπτην Ἀννικέρειον, ἕκτην Θεοδώρειον, ἑβδόμην Ζηνώνειον τὴν καὶ Στωϊκήν, ὀγδόην Ἀκαδημαϊκὴν τὴν ἀρχαίαν, ἐνάτην Περιπατητικήν·
在学园派中,柏拉图主持老学园派,阿尔克西拉奥主持中学园派,拉居得斯主持新学园派;昔兰尼的阿里斯提波主持昔兰尼派;厄利斯的斐多主持厄利斯派;墨加拉的欧几里得主持墨加拉派;雅典的安提斯泰尼主持犬儒派;埃雷特里亚的梅涅德谟主持埃雷特里亚派;迦太基的克莱托马库斯主持辩证法派;斯塔吉拉的亚里士多德主持逍遥派;基提翁的芝诺主持斯多亚派;伊壁鸠鲁派则是依伊壁鸠鲁本人得名。 然而希波波图斯在《论学派》中说,共有九个学派与宗风:第一是墨加拉派,第二是埃雷特里亚派,第三是昔兰尼派,第四是伊壁鸠鲁派,第五是安尼克里斯派,第六是泰奥多鲁斯派,第七是芝诺派(亦即斯多亚派),第八是老学园派,第九是逍遥派;
οὔτε δὲ Κυνικήν, οὔτε Ἠλιακήν, οὔτε Διαλεκτικήν. τὴν μὲν γὰρ Πυρρώνειον οὐδʼ οἱ πλείους προσποιοῦνται διὰ τὴν ἀσάφειαν· ἔνιοι δὲ κατά τι μὲν αἵρεσιν εἶναί φασιν αὐτήν, κατά τι δὲ οὔ. δοκεῖ δὲ αἵρεσις εἶναι. αἵρεσιν μὲν γὰρ λέγομεν τὴν λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσαν ἢ δοκοῦσαν ἀκολουθεῖν2· καθʼ ὃ εὐλόγως ἂν αἵρεσιν τὴν Σκεπτικὴν καλοῖμεν. εἰ δὲ αἵρεσιν νοοῖμεν πρόσκλισιν δόγμασιν ἀκολουθίαν ἔχουσιν, οὐκέτʼ ἂν προσαγορεύοιτο αἵρεσις· οὐ γὰρ ἔχει δόγματα. αἵδε μὲν ἀρχαὶ καὶ διαδοχαὶ καὶ τοσαῦτα μέρη καὶ τόσαι φιλοσοφίας αἱρέσεις.
他既未列入犬儒派,亦未列入厄利斯派与辩证法派。盖因多数人甚至由于模糊难辨而不将皮浪派归入其列;有些人说它在某种意义上是学派,在另一种意义上则不是。然而它似乎算是一个学派。因为我们把依随或似乎依随某种符合现象之理据的取向称为学派;以此而论,我们理当可以称怀疑派为学派。但若我们把学派理解为对具有内在融贯性的教义体系的偏好,它便不再被称为学派;因为它本无教义。哲学之始源与传承,以及如此多的分支与这许多学派,大略便如上述。
Ἔτι δὲ πρὸ ὀλίγου καὶ ἐκλεκτική τις αἵρεσις εἰσήχθη ὑπὸ Ποτάμωνος τοῦ Ἀλεξανδρέως, ἐκλεξαμένου τὰ ἀρέσκοντα ἐξ ἑκάστης τῶν αἱρέσεων. ἀρέσκει δʼ αὐτῷ, καθά φησιν ἐν τῇ Στοιχειώσει, κριτήρια τῆς ἀληθείας εἶναι· τὸ μὲν ὡς ὑφʼ οὗ γίνεται ἡ κρίσις, τουτέστι τὸ ἡγεμονικόν· τὸ δὲ ὡς διʼ οὗ, οἷον τὴν ἀκριβεστάτην φαντασίαν3. ἀρχάς τε τῶν ὅλων τήν τε ὕλην καὶ τὸ ποιοῦν, ποιότητά τε καὶ τόπον· ἐξ οὗ γὰρ καὶ ὑφʼ οὗ καὶ ποίῳ καὶ ἐν ᾧ. τέλος δὲ εἶναι ἐφʼ ὃ πάντα ἀναφέρεται, ζωὴν κατὰ πᾶσαν ἀρετὴν τελείαν, οὐκ ἄνευ τῶν τοῦ σώματος κατὰ φύσιν καὶ τῶν ἐκτός. Λεκτέον δὲ περὶ αὐτῶν τῶν ἀνδρῶν, καὶ πρῶτόν γε περὶ Θαλοῦ.
此外,不久前由亚历山大的波塔门引入了一种折衷学派,他从各学派中采辑合意之论。正如他在《基础》中所述,他主张存在真理的标准:其一为判定所由之主体,即统觉官能;其二为判定所凭之工具,例如最精确的表象。他还主张万物的始基为质料与动力因、性质与处所;盖因涉及“从何而出”、“由谁造成”、“具何属性”以及“在何处之中”。万物所归趋的终极目的,则是依照一切德性完满的生活,且离不开身体上合乎自然之物与外在事物。 现在当论及诸位哲人自身,首先自泰勒斯谈起。
- 1.prol.18διαλεκτικὸν δὲ τὸ ἀμφοτέρων τοὺς λόγους πρεσβεῦον
动词 πρεσβεύω 原意为“尊奉为长者”或“置于首位”,在此处带宾格短语 ἀμφοτέρων τοὺς λόγους(“二者的论证/论据”,即自然学与伦理学),在语境中意为“拥护”、“维系”或“确立”二者的论证。
- 1.prol.20αἵρεσιν μὲν γὰρ λέγομεν τὴν λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσαν ἢ δοκοῦσαν ἀκολουθεῖν
带定冠词的阴性单数宾格分词短语 τὴν ... ἀκολουθοῦσαν ἢ δοκοῦσαν ἀκολουθεῖν 充当实体化用法,隐含了阴性名词先行词(如 προαίρεσιν“抉择”或 ἀγωγήν“宗风/导向”)。它与补足语 αἵρεσιν 构成受 λέγομεν 支配的双重宾格结构(“我们将……称作学派”)。
- 1.prol.21ἀρέσκει δʼ αὐτῷ... κριτήρια τῆς ἀληθείας εἶναι· τὸ μὲν ὡς ὑφʼ οὗ γίνεται ἡ κρίσις... τὸ δὲ ὡς διʼ οὗ, οἷον τὴν ἀκριβεστάτην φαντασίαν
无人称动词 ἀρέσκει(“……持此主张/认为”)支配不定式从句 κριτήρια... εἶναι,随后的 τὸ μέν... τὸ δέ 充当 κριτήρια 的同位分配成分。后半部分的 οἷον τὴν ἀκριβεστάτην φαντασίαν 与介词短语 ὡς διʼ οὗ 并列,但在格上受整个“宾格加不定式”结构的牵引而呈现宾格。
