- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.1.22-1.1.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
本段概述了泰勒斯的世系与出身、他在几何学与天文学上的成就,以及有关其政治建策与个人生活(婚姻逸事、垄断油坊等)的诸种记载。
Ἦν τοίνυν ὁ Θαλῆς, ὡς μὲν Ἡρόδοτος καὶ Δοῦρις καὶ Δημόκριτός φασι, πατρὸς μὲν Ἐξαμύου, μητρὸς δὲ Κλεοβουλίνης, ἐκ τῶν Θηλιδῶν, οἵ εἰσι Φοίνικες, εὐγενέστατοι τῶν ἀπὸ Κάδμου καὶ Ἀγήνορος. 〈ἦν δὲ τῶν ἑπτὰ σοφῶν〉, καθὰ καὶ Πλάτων φησί· καὶ πρῶτος σοφὸς ὠνομάσθη ἄρχοντος Ἀθήνησι Δαμασίου, καθʼ ὃν καὶ οἱ ἑπτὰ σοφοὶ ἐκλήθησαν, ὥς φησι Δημήτριος ὁ Φαληρεὺς ἐν τῇ τῶν ἀρχόντων Ἀναγραφῇ. ἐπολιτογραφήθη δὲ ἐν Μιλήτῳ, ὅτε ἦλθε σὺν Νείλεῳ ἐκπεσόντι Φοινίκης· ὡς δʼ οἱ πλείους φασίν, ἰθαγενὴς Μιλήσιος ἦν καὶ γένους λαμπροῦ.
泰勒斯其人,据希罗多德、杜里斯与德谟克利特所述,父为埃克萨缪埃斯,母为克莱奥布琳娜,属于泰利代氏族;该氏族为腓尼基人,且在卡德摩斯与阿革诺耳的后裔中最显贵。正如柏拉图所说,〈他亦为七贤之一〉;据法勒隆的德米特里在《执政官名录》中所言,他在达马西亚斯任雅典执政官之年首次被称为智者,七贤之名亦始于该年。当他随被腓尼基驱逐的涅勒乌斯来到米利都时,便入籍该城;但依大多数人的说法,他本是土生土长的米利都人,且出身名门。
Μετὰ δὲ τὰ πολιτικὰ τῆς φυσικῆς ἐγένετο θεωρίας. καὶ κατά τινας μὲν σύγγραμμα κατέλιπεν οὐδέν· ἡ γὰρ εἰς αὐτὸν ἀναφερομένη Ναυτικὴ ἀστρολογία Φώκου λέγεται εἶναι τοῦ Σαμίου. Καλλίμαχος δʼ αὐτὸν οἶδεν εὑρετὴν τῆς ἄρκτου τῆς μικρᾶς, λέγων ἐν τοῖς Ἰάμβοις οὕτως· "καὶ τῆς ἁμάξης ἐλέγετο σταθμήσασθαι τοὺς ἀστερίσκους, ᾗ πλέουσι Φοίνικες." κατά τινας δὲ μόνα δύο συνέγραψε, Περὶ τροπῆς καὶ Ἰσημερίας, τὰ ἄλλʼ ἀκατάληπτα εἶναι δοκιμάσας. δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν, ὥς φησιν Εὔδημος ἐν τῇ περὶ τῶν Ἀστρολογουμένων ἱστορίᾳ· ὅθεν αὐτὸν καὶ Ξενοφάνης καὶ Ἡρόδοτος θαυμάζει. μαρτυρεῖ δʼ αὐτῷ καὶ Ἡράκλειτος καὶ Δημόκριτος.
在投身政治事务之后,他转而专注于对自然的沉思观照。依某些人之见,他未留下任何著述;因为归于他名下的《航海天文学》据传为萨摩斯的福科斯所作。然而卡利马科斯视他为小熊座的发现者,在其《双短长格诗》中如此写道: “且据说他曾测定车辇的 那些微星,腓尼基人据此航行。” 但另有人说,他因断定其余事物不可认知,仅撰写了《论至点》与《论分点》两部著作。依某些人所见,他似乎是首位研究天文学并预言日食与至点的人,正如欧德谟在《天文学史》中所言;因此色诺芬尼与希罗多德皆赞叹他。赫拉克利特与德谟克利特亦为他作证。
Ἔνιοι δὲ καὶ αὐτὸν πρῶτον εἰπεῖν φασιν ἀθανάτους τὰς ψυχάς· ὧν ἐστι Χοιρίλος ὁ ποιητής. πρῶτος δὲ καὶ τὴν ἀπὸ τροπῆς ἐπὶ τροπὴν πάροδον εὗρε, καὶ πρῶτος τὸ τοῦ ἡλίου μέγεθος 〈τοῦ ἡλιακοῦ κύκλου ὥσπερ καὶ τὸ τῆς σελήνης μέγεθος〉 τοῦ σεληναίου ἑπτακοσιοστὸν καὶ εἰκοστὸν μέρος ἀπεφήνατο κατά τινας. πρῶτος δὲ καὶ τὴν ὑστάτην ἡμέραν τοῦ μηνὸς τριακάδα εἶπε. πρῶτος δὲ καὶ περὶ φύσεως διελέχθη, ὥς τινες. Ἀριστοτέλης δὲ καὶ Ἱππίας φασὶν αὐτὸν καὶ τοῖς ἀψύχοις μεταδιδόναι ψυχῆς, τεκμαιρόμενον ἐκ τῆς λίθου τῆς μαγνήτιδος καὶ τοῦ ἠλέκτρου. παρά τε Αἰγυπτίων γεωμετρεῖν μαθόντα φησὶ Παμφίλη πρῶτον καταγράψαι κύκλου τὸ τρίγωνον ὀρθογώνιον1, καὶ θῦσαι βοῦν.
亦有人称是他最先主张灵魂是不朽的,诗人乔里卢斯便是其一。他还是首位发现太阳从一个至点向另一个至点移行的人,依某些人的说法,他首度宣称太阳的大小为〈太阳轨道的、正如月球的大小为〉月球轨道的七百二十分之一。他也是首个将每月的最后一日称作“三十日”的人。依某些人所说,他还是首位探讨自然的人。 亚里士多德与希庇亚说,他甚至将灵魂赋予无生命之物,这是从磁石与琥珀中推知而来的。潘菲拉说,他在从埃及人那里习得几何学后,首度在圆内作出了直角三角形,并献祭了公牛。
οἱ δὲ Πυθαγόραν φασίν, ὧν ἐστιν Ἀπολλόδωρος ὁ λογιστικός. οὗτος προήγαγεν ἐπὶ πλεῖστον, ἅ φησι Καλλίμαχος ἐν τοῖς Ἰάμβοις Εὔφορβον εὑρεῖν τὸν Φρύγα, οἷον σκαληνὰ καὶ τρίγωνα καὶ ὅσα γραμμικῆς ἔχεται θεωρίας. Δοκεῖ δὲ καὶ ἐν τοῖς πολιτικοῖς ἄριστα βεβουλεῦσθαι. Κροίσου γοῦν πέμψαντος πρὸς Μιλησίους ἐπὶ συμμαχίᾳ ἐκώλυσεν· ὅπερ Κύρου κρατήσαντος ἔσωσε τὴν πόλιν. καὶ αὐτὸς δέ φησιν, ὡς Ἡρακλείδης ἱστορεῖ, μονήρη αὑτὸν γεγονέναι καὶ ἰδιαστήν.
然而另有人说这是毕达哥拉斯,计算家阿波罗多洛便是其一。正是此人最大限度地推进了卡利马科斯在《双短长格诗》中所称弗里吉亚人欧福耳玻斯所发现的那些东西,诸如不等边形与三角形,以及一切关涉线画理论者。 泰勒斯似乎在政务上也展现了最为卓越的谋略。至少在克罗索斯遣使前往米利都缔结盟约时,他予以阻止;此举在居鲁士得胜时保全了该城。正如赫拉克利德斯所述,他自己也说自己是一个喜欢独处的隐逸之士。
ἔνιοι δὲ καὶ γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν σχεῖν· οἱ δὲ ἄγαμον μεῖναι, τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θέσθαι. ὅτε καὶ ἐρωτηθέντα διὰ τί οὐ τεκνοποιεῖ, διὰ φιλοτεκνίαν εἰπεῖν. καὶ λέγουσιν ὅτι τῆς μητρὸς ἀναγκαζούσης αὐτὸν γῆμαι, [νὴ Δία], ἔλεγεν, οὐδέπω καιρός. εἶτα, ἐπειδὴ παρήβησεν ἐγκειμένης2, εἰπεῖν, οὐκέτι καιρός. φησὶ δὲ καὶ Ἱερώνυμος ὁ Ῥόδιος ἐν τῷ δευτέρῳ Τῶν σποράδην ὑπομνημάτων, ὅτι βουλόμενος δεῖξαι ῥᾴδιον εἶναι πλουτεῖν, φορᾶς μελλούσης ἐλαιῶν ἔσεσθαι, προνοήσας ἐμισθώσατο τὰ ἐλαιουργεῖα καὶ πάμπλειστα συνεῖλε χρήματα.
有些人说他结了婚并育有一子名库比斯提斯;另有些人则说他终身未娶,收养了姐姐的儿子。据说当有人问他为何不生养孩子时,他回答: “因为爱孩子。” 又有人说,当他的母亲强求他结婚时,他常说: “时机尚未成熟。” 后来,当他青春已过而母亲仍苦苦相劝时,他则说: “时机已然错过。” 罗得岛的希厄罗尼穆斯亦在《杂记》第二卷中提及,他为表明致富易如反掌,在预见橄榄即将丰收之际预先租下了所有的榨油坊,从而积聚了极多的财富。
Ἀρχὴν δὲ τῶν πάντων ὕδωρ ὑπεστήσατο, καὶ τὸν κόσμον ἔμψυχον καὶ δαιμόνων πλήρη. τάς τε ὥρας τοῦ ἐνιαυτοῦ φασιν αὐτὸν εὑρεῖν καὶ εἰς τριακοσίας ἑξήκοντα πέντε ἡμέρας διελεῖν. Οὐδεὶς δὲ αὐτοῦ καθηγήσατο, πλὴν ὅτι εἰς Αἴγυπτον ἐλθὼν τοῖς ἱερεῦσι συνδιέτριψεν. ὁ δὲ Ἱερώνυμος καὶ ἐκμετρῆσαί φησιν αὐτὸν τὰς πυραμίδας ἐκ τῆς σκιᾶς, παρατηρήσαντα ὅτε ἡμῖν ἰσομεγέθης ἐστίν3. συνεβίω δὲ καὶ Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ, καθά φησι Μινύης. Τὰ δὲ περὶ τὸν τρίποδα φανερὰ τὸν εὑρεθέντα ὑπὸ τῶν ἁλιέων καὶ διαπεμφθέντα τοῖς σοφοῖς ὑπὸ τοῦ δήμου τῶν Μιλησίων.
他确立水为万物的始基,并认为宇宙具有灵魂且充满精灵。据说他发现了一年之中的各个季节,并将一年划分为三百六十五日。 无人曾做过他的导师,唯有他前往埃及并与当地祭司共同生活。希厄罗尼穆斯还说,他通过观察人影与人体等长的时刻,借由阴影测量了金字塔。正如米纽埃斯所说,他还曾与米利都的僭主色拉西布洛斯共同生活。 至于渔夫们捞获并由米利都民众分送给诸位智者的三脚鼎之事,则是众所皆知的。
- 1.1.24κύκλου τὸ τρίγωνον ὀρθογώνιον
名词 κύκλου 为属格,表处所或隶属关系(“在圆内”)。τὸ τρίγωνον 为不定词 καταγράψαι 的宾格直接宾语,ὀρθογώνιον 则作述语性宾格补足语(“作三角形为直角三角形”)。在几何学上指“在半圆中内接直角三角形”。
- 1.1.26ἐπειδὴ παρήβησεν ἐγκειμένης
分词 ἐγκειμένης 属于属格独立结构,其逻辑主语为前文的“母亲”(τῆς μητρός),此处被省略。由连词 ἐπειδὴ 与限定动词 παρήβησεν(主语为泰勒斯)构成的时间状语从句嵌在其间,形成了伴随主语转换的嵌套结构。
- 1.1.27παρατηρήσαντα ὅτε ἡμῖν ἰσομεγέθης ἐστίν
不定过去时分词 παρατηρήσαντα 在格上与不定词 ἐκμετρῆσαι 的宾格逻辑主语(泰勒斯)一致。ὅτε 从句中限定动词 ἐστίν 的主语在语境中承前补入“阴影”(ἡ σκιά)。与格 ἡμῖν 依赖于形容词 ἰσομεγέθης,作比较基准的与格(“与我们等长”)。
