第欧根尼·拉尔修

哲人言行录

§1.9.106-1.9.108

肯尼的米森身世与阿纳哈尔西斯的会面

记述七贤之一米森的身世、德尔斐神谕、阿纳哈尔西斯造访正修整犁具的米森之对话、其厌世的逸事及因出身微末而致的误传,以及其格言与寿数。

← 上一节下一节 →

Μύσων Στρύμωνος, ὥς φησι Σωσικράτης Ἕρμιππον παρατιθέμενος, τὸ γένος Χηνεύς, ἀπὸ κώμης τινὸς Οἰταϊκῆς Λακωνικῆς, σὺν τοῖς ἑπτὰ καταριθμεῖται. φασὶ δὲ αὐτὸν καὶ τυράννου πατρὸς εἶναι. λέγεται δὴ πρός τινος Ἀναχάρσιδος πυνθανομένου1 εἴ τις αὐτοῦ σοφώτερος εἴη, τὴν Πυθίαν ἀνελεῖν ἅπερ προείρηται ἐν τῷ Θαλοῦ βίῳ ὑπὲρ Χίλωνος· "Οἰταῖόν τινά φημι Μύσωνʼ ἐνὶ Χηνὶ γενέσθαι σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσι." πολυπραγμονήσαντα δὲ ἐλθεῖν εἰς τὴν κώμην καὶ εὑρεῖν αὐτὸν θέρους ἐχέτλην ἀρότρῳ προσαρμόττοντα, καὶ εἰπεῖν, ἀλλʼ, Μύσων, οὐχ ὥρα νῦν ἀρότρου. καὶ μάλα, εἶπεν, ὥστε ἐπισκευάζειν2.

斯特律蒙之子米森,据引用赫尔米波斯的索西克拉泰斯所述,按出身是辰奈人,来自奥伊塔或拉科尼亚的一处村落,位列七贤之一。人们还说他的父亲曾是僭主。某人曾记述道,当阿纳哈尔西斯询问是否有任何人比他更智慧时,皮提亚给出了先前在泰勒斯传中关于希隆所提到的那条神谕: “我说有一位奥伊塔人,生于辰奈的米森, 比你更具敏锐聪慧的心智。” 于是阿纳哈尔西斯几经打听来到这处村庄,见他在仲夏之时正往犁上安装犁柄,便说道: “可是,米森啊,现在可不是用犁的时节。” 米森说道: “正是如此,(正是)修整犁具的时节。

ἄλλοι δὲ τὸν χρησμὸν οὕτως ἔχειν φασί, Ἠτεῖόν τινά φημι· καὶ ζητοῦσι τί ἐστιν Ἠτεῖος. Παρμενίδης μὲν οὖν δῆμον εἶναι Λακωνικῆς, ὅθεν εἶναι τὸν Μύσωνα. Σωσικράτης δʼ ἐν Διαδοχαῖς, ἀπὸ μὲν πατρὸς Ἠτεῖον εἶναι, ἀπὸ δὲ μητρὸς Χηνέα. Εὐθύφρων δʼ Ἡρακλείδου τοῦ Ποντικοῦ, Κρῆτά φησιν εἶναι· Ἠτείαν γὰρ πόλιν εἶναι Κρήτης. Ἀναξίλαος δʼ Ἀρκάδα. Μέμνηται δʼ αὐτοῦ καὶ Ἱππῶναξ εἰπών· "καὶ Μύσων ὃν Ὡπόλλων ἀνεῖλεν ἀνδρῶν σωφρονέστατον πάντων." Ἀριστόξενος δέ φησιν ἐν τοῖς σποράδην οὐ πόρρω Τίμωνος αὐτὸν καὶ Ἀπημάντου γεγονέναι· μισανθρωπεῖν γάρ.

然而其他人说神谕是这样的: “我说有一位埃特阿人”;人们因而探究这埃特阿人究竟指什么。巴门尼德称这是拉科尼亚的一个德谟(区),米森便是出自那里。索西克拉泰斯在《学派继承录》中则称,从父系论他是埃特阿人,从母系论则是辰奈人。庞托斯的赫拉克利德斯的门徒欧堤弗罗称他是克里特人,因为埃特亚是克里特的一座城邦。阿纳克西劳斯则称他是阿卡迪亚人。 希波纳克斯亦曾提及他,唱道: “还有米森,阿波罗 宣告他为众人中最有节制明智之人。” 阿里斯托克塞诺斯在《杂录》中称,他与梯蒙及阿佩曼托斯不相上下,因为他也是个厌世者。

ὀφθῆναι γοῦν ἐν Λακεδαίμονι μόνον ἐπʼ ἐρημίας γελῶντα· ἄφνω δέ τινος ἐπιστάντος καὶ πυθομένου διὰ τί μηδενὸς παρόντος γελᾷ, φάναι, διʼ αὐτὸ τοῦτο. φησὶ δʼ Ἀριστόξενος ὅτι ἔνθεν καὶ ἄδοξος ἦν, ὅτι μηδὲ πόλεως, ἀλλὰ κώμης, καὶ ταῦτα ἀφανοῦς. ὅθεν διὰ τὴν ἀδοξίαν αὐτοῦ καὶ τὰ αὐτοῦ τινας Πεισιστράτῳ περιθεῖναι τῷ τυράννῳ, χωρὶς Πλάτωνος τοῦ φιλοσόφου3. μέμνηται γὰρ αὐτοῦ καὶ οὗτος ἐν τῷ Πρωταγόρᾳ, ἀντὶ Περιάνδρου θεὶς αὐτόν. Ἔφασκε δὲ μὴ ἐκ τῶν λόγων τὰ πράγματα, ἀλλʼ ἐκ τῶν πραγμάτων τοὺς λόγους ζητεῖν· οὐ γὰρ ἕνεκα τῶν λόγων τὰ πράγματα συντελεῖσθαι, ἀλλʼ ἕνεκα τῶν πραγμάτων τοὺς λόγους. Κατέστρεψε δὲ βιοὺς ἔτη ἑπτὰ καὶ ἐννενήκοντα.

无论如何,人们曾在拉刻代蒙见到他独自在荒僻之地发笑;忽有一人来到跟前问他为何在无人时发笑,他答道: “正因如此。” 阿里斯托克塞诺斯说,他之所以默默无闻,是因为他并非来自名城,而是来自村落,且是偏狭无名之地。因此,由于他的无名,除了哲学家柏拉图之外,有些人便将他的言行归于僭主珀西斯特拉托斯名下。因为柏拉图在《普罗泰戈拉篇》中亦提及了他,将他置于佩里安德的位置。 他常说,人们不应当从言辞中探求事理,而应当从事理中探求言辞;因为并非事理为了言辞而成就,而是言辞为了事理而存在。 他享年九十七岁而终。

语法注3 条
  1. 1.9.106λέγεται δὴ πρός τινος Ἀναχάρσιδος πυνθανομένου

    短语 πρός τινος 作被动动词 λέγεται 的施动者(“据某人所传”),随后的 Ἀναχάρσιδος πυνθανομένου 为表示时间的属格独立结构(“当阿纳哈尔西斯询问时”)。尽管从语法上 πρός τινος 亦可依附于 πυνθανομένου 表“向某人询问”,但询问的对象由下文明确指出为女祭司皮提亚(τὴν Πυθίαν),故 πρός τινος 修饰主句谓语 λέγεται 最为自然妥帖。

  2. 1.9.106ὥστε ἐπισκευάζειν

    这是承接前句“οὐχ ὥρα νῦν ἀρότρου”(现在可不是犁地的时节)的极为简短的省略对话。米森的答语“καὶ μάλα ... ὥστε ἐπισκευάζειν”需补足理解为“καὶ μάλα [ὥρα ἐστίν], ὥστε ἐπισκευάζειν”(“正是[好时节],修整犁具正是时候”),其中 ὥστε 加不定式表达结果或适宜的目的。

  3. 1.9.108καὶ τὰ αὐτοῦ τινας Πεισιστράτῳ περιθεῖναι τῷ τυράννῳ, χωρὶς Πλάτωνος τοῦ φιλοσόφου

    此处为带不定式的宾格句式,τινας 为不定式 περιθεῖναι 的逻辑主语。动词 περιτίθημι 接与格补足语(Πεισιστράτῳ)表示“将……归于/加诸于”。中性复数宾格 τὰ αὐτοῦ 指代米森的言行著作。介词短语 χωρὶς Πλάτωνος 意为“除哲学家柏拉图外”,限定 τινας,表明除了柏拉图以外的某些人将米森的言行张冠李戴到了珀西斯特拉托斯头上。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.9.106-1.9.108