- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.10.109-1.10.111
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
记述克里特贤人埃庇米尼得斯的世系、在洞穴中沉睡五十七年的逸事、净化雅典瘟疫的功绩,以及关于其寿数与著作的记载。
Ἐπιμενίδης, καθά φησι Θεόπομπος καὶ ἄλλοι συχνοί, πατρὸς μὲν ἦν Φαιστίου, οἱ δὲ Δωσιάδα οἱ δὲ Ἀγησάρχου· Κρὴς τὸ γένος ἀπὸ Κνωσοῦ, καθέσει τῆς κόμης τὸ εἶδος παραλλάσσων1. οὗτός ποτε πεμφθεὶς παρὰ τοῦ πατρὸς εἰς ἀγρὸν ἐπὶ πρόβατον, τῆς ὁδοῦ κατὰ μεσημβρίαν ἐκκλίνας ὑπʼ ἄντρῳ τινὶ κατεκοιμήθη ἑπτὰ καὶ πεντήκοντα ἔτη. διαναστὰς δὲ μετὰ ταῦτα ἐζήτει τὸ πρόβατον, νομίζων ἐπʼ ὀλίγον κεκοιμῆσθαι. ὡς δὲ οὐχ εὕρισκε, παρεγένετο εἰς τὸν ἀγρόν, καὶ μετεσκευασμένα πάντα καταλαβὼν καὶ παρʼ ἑτέρῳ τὴν κτῆσιν, πάλιν ἧκεν εἰς ἄστυ διαπορούμενος. κἀκεῖ δὲ εἰς τὴν ἑαυτοῦ εἰσιὼν οἰκίαν περιέτυχε τοῖς πυνθανομένοις τίς εἴη, ἕως τὸν νεώτερον ἀδελφὸν εὑρὼν τότε ἤδη γέροντα ὄντα, πᾶσαν ἔμαθε παρʼ ἐκείνου τὴν ἀλήθειαν.
埃庇米尼得斯,据泰奥庞普斯及许多其他人所述,其父为费斯提奥斯,但也有人说是多西亚达斯,还有人说是阿格撒尔科斯。他按出身是来自克诺索斯的克里特人,以蓄发垂肩的容貌而异于常人。他有一次受父亲派遣前往乡间寻找一只羊,正午时偏离道路,在某处洞穴中睡了五十七年。此后他醒来去寻找那只羊,以为自己只睡了一小会儿。当他没有找到羊时,便来到田庄,发现一切都变了样,产业也归了别人,便满心困惑地回到城里。而在城里走进自己的宅邸时,他碰上了询问他是何人的人,直到找到了当时已是老翁的弟弟,才从弟弟那里得知了全部真相。
γνωσθεὶς δὲ παρὰ τοῖς Ἕλλησι θεοφιλέστατος εἶναι ὑπελήφθη. Τότε καὶ Ἀθηναίοις [τότε] λοιμῷ κατεχομένοις ἔχρησεν ἡ Πυθία καθῆραι τὴν πόλιν· οἱ δὲ πέμπουσι ναῦν τε καὶ Νικίαν τὸν Νικηράτου εἰς Κρήτην, καλοῦντες τὸν Ἐπιμενίδην. καὶ ὃς ἐλθὼν Ὀλυμπιάδι τεσσαρακοστῇ ἕκτῇ ἐκάθηρεν αὐτῶν τὴν πόλιν καὶ ἔπαυσε τὸν λοιμὸν τοῦτον τὸν τρόπον. λαβὼν πρόβατα μέλανά τε καὶ λευκὰ ἤγαγε πρὸς τὸν Ἄρειον πάγον· κἀκεῖθεν εἴασεν ἰέναι οἷ βούλοιντο, προστάξας τοῖς ἀκολούθοις ἔνθα ἂν κατακλίνοι αὐτῶν ἕκαστον3, θύειν τῷ προσήκοντι θεῷ· καὶ οὕτω λῆξαι τὸ κακόν. ὅθεν ἔτι καὶ νῦν ἔστιν εὑρεῖν κατὰ τοὺς δήμους τῶν Ἀθηναίων βωμοὺς ἀνωνύμους, ὑπόμνημα τῆς τότε γενομένης ἐξιλάσεως. οἱ δὲ τὴν αἰτίαν εἰπεῖν τοῦ λοιμοῦ τὸ Κυλώνειον ἄγος σημαίνειν τε τὴν ἀπαλλαγήν· καὶ διὰ τοῦτο ἀποθανεῖν δύο νεανίας, Κρατῖνον καὶ Κτησίβιον, καὶ λυθῆναι τὴν συμφοράν2.
他在希腊人中间闻名之后,被公认为最得神眷爱之人。 当时,雅典人亦遭受瘟疫侵袭,皮提亚降下神谕让他们净化城邦;于是雅典人派遣了一艘船和尼克拉托斯之子尼客阿斯前往克里特召请埃庇米尼得斯。他于第四十六届奥林匹亚节时到来,净化了他们的城邦,并以如下方式止息了瘟疫:他取来黑羊与白羊,引至阿雷奥帕戈斯;从那里任由羊群走向它们愿去的地方,并吩咐随从们,凡是每一只羊卧倒的地方,便就地向适宜的神祇献祭;祸患遂以此止息。因此直到今日,在雅典人的各个德谟(区)中仍能见到无名祭坛,作为当时所举行禳解之事的纪念。但也有人说,是他道出了瘟疫的缘由是基隆之衅,并指明了解除之法;正因如此,克拉提诺斯和克泰西比奥斯两位青年献出生命,灾祸遂得以平息。
Ἀθηναῖοι δὲ τάλαντον ἐψηφίσαντο δοῦναι αὐτῷ καὶ ναῦν τὴν ἐς Κρήτην ἀπάξουσαν αὐτόν. ὁ δὲ τὸ μὲν ἀργύριον οὐ προσήκατο· φιλίαν δὲ καὶ συμμαχίαν ἐποιήσατο Κνωσίων καὶ Ἀθηναίων. Καὶ ἐπανελθὼν ἐπʼ οἴκου μετʼ οὐ πολὺ μετήλλαξεν, ὥς φησι Φλέγων ἐν τῷ Περὶ μακροβίων, βιοὺς ἔτη ἑπτὰ καὶ πεντήκοντα καὶ ἑκατόν· ὡς δὲ Κρῆτες λέγουσιν, ἑνὸς δέοντα τριακόσια· ὡς δὲ Ξενοφάνης ὁ Κολοφώνιος ἀκηκοέναι φησί, τέτταρα πρὸς τοῖς πεντήκοντα καὶ ἑκατόν. Ἐποίησε δὲ Κουρήτων καὶ Κορυβάντων γένεσιν καὶ Θεογονίαν, ἔπη πεντακισχίλια, Ἀργοῦς ναυπηγίαν τε καὶ Ἰάσονος εἰς Κόλχους ἀπόπλουν ἔπη ἑξακισχίλια πεντακόσια.
雅典人投票决定赠予他一塔兰同,并备船载他返回克里特。但他并未接受金钱,而是在克诺索斯人与雅典人之间结成了友好与盟约。 他回到故乡后不久便离世了。正如弗莱贡在《论长寿者》中所述,他活了一百五十七岁;而按克里特人的说法,是差一年满三百年(二百九十九岁);又据科洛丰的色诺芬尼称听闻所及,则是一百五十四岁。 他曾作《库瑞忒斯与科律班忒斯的诞生》及《神谱》,凡五千行;又作《阿耳戈船建造及伊阿宋远航科尔基斯》,凡六千五百行。
- 1.10.109καθέσει τῆς κόμης τὸ εἶδος παραλλάσσων
καθέσει为表示方式或手段的与格(“通过垂下长发”),τὸ εἶδος为表示方面的宾格(“在容貌上”)。整句意为“因留着垂落的长发而在容貌上异于常人”。
- 1.10.110οἱ δὲ τὴν αἰτίαν εἰπεῖν... καὶ λυθῆναι τὴν συμφοράν
在 οἱ δέ 之后省略了陈述动词(如 φασί),支配其后间接引语中的一系列不定式(εἰπεῖν, σημαίνειν, ἀποθανεῖν, λυθῆναι)。此句引入了另一种说法,与前文利用羊群净化的传说相对立,称通过两位青年的牺牲赎清了基隆之衅。
- 1.10.110ἔνθα ἂν κατακλίνοι αὐτῶν ἕκαστον
在间接引语中,从属于过去分词 προστάξας 的从句出现了 ἄν 加祈愿式(κατακλίνοι)。这是直接引语中带有 ἄν 的虚拟式从句(ἔνθα ἂν κατακλίνῃ,“凡是卧下的地方”)在过去时态引导下转化为间接祈愿式(oblique optative)的用法。
