第欧根尼·拉尔修

哲人言行录

§1.8.101-1.8.105

阿纳哈尔西斯的生平、机智言论与书信

本节记述斯基泰人阿纳哈尔西斯的出身、著作、与梭伦结识的契机、归国后的身亡以及悼念他的短诗,继而收录其诸多机智问答、箴言与致克罗伊斯的书信。

← 上一节下一节 →

Ἀνάχαρσις Σκύθης Γνούρου μὲν ἦν υἱός, ἀδελφὸς δὲ Καδουΐδα τοῦ Σκυθῶν βασιλέως, μητρὸς δὲ Ἑλληνίδος· διὸ καὶ δίγλωττος ἦν. οὗτος ἐποίησε τῶν τε παρὰ τοῖς Σκύθαις νομίμων καὶ τῶν παρὰ τοῖς Ἕλλησιν, εἰς εὐτέλειαν βίου καὶ τὰ κατὰ τὸν πόλεμον ἔπη ὀκτακόσια. παρέσχε δὲ καὶ ἀφορμὴν παροιμίας διὰ τὸ παρρησιαστὴς εἶναι, τὴν ἀπὸ Σκυθῶν ῥῆσιν. Λέγει δὲ αὐτὸν Σωσικράτης ἐλθεῖν εἰς Ἀθήνας κατὰ τὴν τεσσαρακοστὴν ἑβδόμην Ὀλυμπιάδα ἐπὶ ἄρχοντος Εὐκράτους. Ἕρμιππος δὲ πρὸς τὴν Σόλωνος οἰκίαν ἀφικόμενον τῶν θεραπόντων τινὶ κελεῦσαι μηνῦσαι1 ὅτι παρείη, πρὸς αὐτὸν Ἀνάχαρσις, καὶ βούλοιτο αὐτὸν θεάσασθαι, ξένος τε, εἰ οἷόν τε, γενέσθαι.

斯基泰人阿纳哈尔西斯是格努罗斯之子,斯基泰王卡杜伊达斯之弟,母亲则是希腊人;因此他通晓两种语言。他曾就斯基泰人的习俗与希腊人的习俗,作有关于简朴生活与战事的八百行诗篇。此外,由于他为人直言不讳,遂有了“斯基泰式的谈吐”这句谚语的由头。 索西克拉泰斯称,他在第四十七届奥林匹亚节、欧克拉泰斯任执政官时来到雅典。赫尔米波斯则述道,他来到梭伦家门前,吩咐一名仆人去通报说:阿纳哈尔西斯已来到门前,希望能拜见他,并在可能的情况下成为他的宾客。

καὶ θεράπων εἰσαγγείλας ἐκελεύσθη ὑπὸ τοῦ Σόλωνος εἰπεῖν αὐτῷ, ὅτιπερ ἐν ταῖς ἰδίαις πατρίσι ξένους ποιοῦνται. ἔνθεν Ἀνάχαρσις ἑλὼν ἔφη2 νῦν αὐτὸν ἐν τῇ πατρίδι εἶναι καὶ προσήκειν αὐτῷ ξένους ποιεῖθαι. δὲ καταπλαγεὶς τὴν ἑτοιμότητα εἰσέφρησεν αὐτὸν καὶ μέγιστον φίλον ἐποιήσατο. Μετὰ χρόνον δὲ παραγενόμενος εἰς τὴν Σκυθίαν καὶ δοκῶν τὰ νόμιμα παραλύειν τῆς πατρίδος πολὺς ὢν ἐν τῷ ἑλληνίζειν, τοξευθεὶς ἐν κυνηγεσίῳ πρὸς τἀδελφοῦ τελευτᾷ, εἰπὼν διὰ μὲν τὸν λόγον ἐκ τῆς Ἑλλάδος σωθῆναι, διὰ δὲ τὸν φθόνον ἐν τῇ οἰκείᾳ ἀπολέσθαι. ἔνιοι δὲ τελετὰς Ἑλληνικὰς ἐπιτελοῦντα διαχρησθῆναι. Καὶ ἔστιν ἡμῶν εἰς αὐτόν·

仆人通报后,梭伦命其转告他说,人们是在各自的祖国结交宾客的。于是阿纳哈尔西斯抓住话柄说道,如今梭伦正处于自己的祖国,因而由他来结纳宾客正是理所应当的。梭伦对其机敏大为折服,便将他迎入府中,奉为至友。 过了些时日,他回到斯基泰,因热衷于效仿希腊风尚而被认为破坏了祖国的法度,在一次围猎中被其兄弟射中而亡。他临终时说道,因理性他得以自希腊安然脱身,却因嫉妒在自己的故土丧命。亦有人称,他是因举行希腊式的秘仪而被处决的。 我们亦有关于他的诗篇如下:

"ἐς Σκυθίην Ἀνάχαρσις ὅτʼ ἤλυθε, πολλὰ πλανηθεὶς πάντας ἔπειθε βιοῦν ἤθεσιν Ἑλλαδικοῖς. τὸν δʼ ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ." Οὗτος τὴν ἄμπελον εἶπε τρεῖς φέρειν βότρυς· τὸν πρῶτον ἡδονῆς· τὸν δεύτερον μέθης· τὸν τρίτον ἀνδίας. θαυμάζειν δὲ ἔφη πῶς παρὰ τοῖς Ἕλλησιν ἀγωνίζονται μὲν οἱ τεχνῖται, κρίνουσι δὲ οἱ μὴ τεχνῖται. ἐρωτηθεὶς πῶς οὐκ ἂν γένοιτό τις φιλοπότης, εἰ πρὸ ὀφθαλμῶν, εἶπεν, ἔχοι τὰς τῶν μεθυόντων ἀσχημοσύνας. θαυμάζειν τε ἔλεγε πῶς οἱ Ἕλληνες νομοθετοῦντες κατὰ τῶν ὑβριζόντων, τοὺς ἀθλητὰς τιμῶσιν ἐπὶ τῷ τύπτειν ἀλλήλους. μαθὼν τέτταρας δακτύλους εἶναι τὸ πάχος τῆς νεώς, τοσοῦτον ἔφη τοῦ θανάτου τοὺς πλέοντας ἀπέχειν.

“阿纳哈尔西斯历经辗转跋涉,归返斯基泰之时, 力劝众人皆循希腊之风规度日。 然其唇间尚存未竟之言, 飞羽之箭已疾速将他掳往不朽诸神身畔。” 此人曾说,葡萄藤结有三串果实:第一串是欢愉,第二串是沉醉,第三串是厌恶。他还说,他深感惊奇,希腊人中由行家竞演,却由非行家进行评判。当被问及怎样才能不成为嗜酒之徒时,他说: “若是将醉酒者的丑态 时刻置于眼前。” 他又说,他深感惊奇,希腊人立法惩治暴行,却为了运动员互相殴打而尊崇他们。在得知船板的厚度只有四指时,他说航海之人距死亡不过如此之近。

Τὸ ἔλαιον μανίας φάρμακον ἔλεγε διὰ τὸ ἀλειφομένους τοὺς ἀθλητὰς ἐπιμαίνεσθαι ἀλλήλοις. πῶς, ἔλεγεν, ἀπαγορεύοντες τὸ ψεύδεσθαι ἐν ταῖς καπηλείαις φανερῶς ψεύδονται; καὶ θαυμάζειν φησὶ πῶς Ἕλληνες ἀρχόμενοι μὲν ἐν μικροῖς πίνουσι, πλησθέντες δὲ ἐν μεγάλοις. ἐπιγράφεται δὲ αὐτοῦ ταῖς εἰκόσι3· γλώσσης, γαστρός, αἰδοίων κρατεῖν. ἐρωτηθεὶς εἰ εἰσὶν ἐν Σκύθαις αὐλοί, εἶπεν, ἀλλʼ οὐδὲ ἄμπελοι. ἐρωτηθεὶς τίνα τῶν πλοίων εἰσὶν ἀσφαλέστερα, ἔφη, τὰ νενεωλκημένα. καὶ τοῦτο ἔφη θαυμασιώτατον ἑωρακέναι παρὰ τοῖς Ἕλλησιν, ὅτι τὸν μὲν καπνὸν ἐν τοῖς ὄρεσι καταλείπουσι, τὰ δὲ ξύλα εἰς τὴν πόλιν κομίζουσιν. ἐρωτηθεὶς πότεροι πλείους εἰσίν, οἱ ζῶντες οἱ νεκροί, ἔφη, τοὺς οὖν πλέοντας ποῦ τίθης; ὀνειδιζόμενος ὑπὸ Ἀττικοῦ ὅτι Σκύθης ἐστίν, ἔφη, ἀλλʼ ἐμοῦ μὲν ὄνειδος πατρίς, σὺ δὲ τῆς πατρίδος.

他称橄榄油为疯狂之药,因为运动员涂油之后便彼此狂暴相向。他说:“人们禁绝欺诈,为何在集市小铺中却公然说谎?”他又说自己深感奇怪,希腊人起初用小杯饮酒,饱足之后却改用大杯。他的画像上题有铭文: “节制口舌、肚腹与下体。” 被问及斯基泰是否有笛(阿乌洛斯)时,他说: “岂止无笛,甚至连葡萄藤亦无。” 被问及何种船只更为安全时,他说: “那些已被拖上陆地的船。” 他还说在希腊人中最惊奇所见之事,莫过于他们把烟雾留在山中,而把木材运入城内(木炭)。当被问及活人与死人何者更多时,他说: “那么,航海之人你置于何处?” 因是斯基泰人而遭一名阿提卡人嘲弄时,他说: “然则于我而言祖国是耻辱,而你却是祖国的耻辱。

ἐρωτηθεὶς τί ἐστιν ἐν ἀνθρώποις ἀγαθόν τε καὶ φαῦλον, ἔφη, γλῶσσα. κρεῖττον ἔλεγεν ἕνα φίλον ἔχειν πολλοῦ ἄξιον πολλοὺς μηδενὸς ἀξίους. τὴν ἀγορὰν ὡρισμένον ἔφη τόπον εἰς τὸ ἀλλήλους ἀπατᾶν καὶ πλεονεκτεῖν. ὑπὸ μειρακίου παρὰ πότον ὑβρισθεὶς ἔφη, μειράκιον, ἐὰν νέος ὢν τὸν οἶνον οὐ φέρῃς, γέρων γενόμενος ὕδωρ οἴσεις. Εὗρε δʼ εἰς τὸν βίον ἄγκυράν τε καὶ κεραμικὸν τροχόν, ὥς τινες. Καὶ ἐπέστειλεν ὧδε· Ἀνάχαρσις ΚροίσῳἘγώ, βασιλεῦ Λυδῶν, ἀφῖγμαι εἰς τὴν τῶν Ἑλλήνων, διδαθησόμενος ἤθη τὰ τούτων καὶ ἐπιτηδεύματα. χρυσοῦ δʼ οὐδὲ δέομαι, ἀλλʼ ἀπόχρη με ἐπανήκειν ἐς Σκύθας ἄνδρα ἀμείνονα. ἥκω γοῦν ἐς Σάρδεις, πρὸ μεγάλου ποιούμενος ἐν γνώμῃ τοι γενέσθαι4.

当被问及人世间何物既善又恶时,他说: “舌头。” 他说,得一极有价值之友,胜过得众多毫无价值之友。他说广场(阿哥拉)乃是为彼此欺瞒谋利而设的特定场所。在酒席上被少年无礼冒犯时,他说: “少年啊,你年轻尚不能胜酒力,老迈之时恐将沦为挑水之人。据某些人说,他为人类生活发明了锚与陶轮。 他又曾写信如下: 阿纳哈尔西斯致克罗伊斯“吕底亚之王啊,我来到希腊人之邦,为受教于彼等之习尚与行藏。我绝不求取黄金,只要能作为更为卓越之人重返斯基泰便已心满意足。总之,我深以结识陛下为重,特此奔赴萨尔狄斯。

语法注4 条
  1. 1.8.101ἀφικόμενον τῶν θεραπόντων τινὶ κελεῦσαι μηνῦσαι

    承接上文省略的言说动词(Ἕρμιππος δὲ [λέγει])而构成的“宾格加不定式”间接引语。宾格分词 ἀφικόμενον 在性数格上指代阿纳哈尔西斯,充当不定式 κελεῦσαι 的逻辑主语。

  2. 1.8.102ἔνθεν ὁ Ἀνάχαρσις ἑλὼν ἔφη

    分词 ἑλών 为 αἱρέω 的不定过去时主动分词,在此处用作辩论中的惯用表达,意为“抓住对方的话柄”或“以此反驳对方”。

  3. 1.8.104ἐπιγράφεται δὲ αὐτοῦ ταῖς εἰκόσι

    αὐτοῦ 是修饰 ταῖς εἰκόσι(与被动动词 ἐπιγράφεται 连用的处所/对象与格)的属格,意为“在他的塑像(肖像)上题写着”。

  4. 1.8.105πρὸ μεγάλου ποιούμενος ἐν γνώμῃ τοι γενέσθαι

    πρὸ μεγάλου ποιεῖσθαι 为惯用短语,意为“极为重视”、“视作头等大事”。其后的不定式短语 ἐν γνώμῃ τινὶ γίγνεσθαι 意为“受到某人赏识/心赏”或“结识某人并得其好评”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.8.101-1.8.105