第欧根尼·拉尔修

哲人言行录

§1.7.98-1.7.100

佩里安德的箴言治术与往来书信

本段记述了佩里安德的箴言、统治实况及“两位佩里安德”之说,并收录了他致诸智者与普罗克勒斯的信函,以及斯拉绪布洛斯传授独裁统治策略的复信。

← 上一节下一节 →

εὐτυχῶν μὲν μέτριος ἴσθι, δυστυχῶν δὲ φρόνιμος· φίλοις εὐτυχοῦσι καὶ ἀτυχοῦσιν αὐτὸς ἴσθι· ἂν ὁμολογήσῃς, διατήρει· λόγων ἀπορρήτων ἐκφορὰν μὴ ποιοῦ· μὴ μόνον τοὺς ἁμαρτάνοντας, ἀλλὰ καὶ τοὺς μέλλοντας κόλαζε. Οὗτος πρῶτος δορυφόρους ἔσχε, καὶ τὴν ἀρχὴν εἰς τυραννίδα μετέστησε· καὶ οὐκ εἴα ἐν ἄστει ζῆν τοὺς βουλομένους, καθά φησιν Ἔφορος καὶ Ἀριστοτέλης, ἤκμαζε δὲ περὶ τὴν τριακοστὴν ὀγδόην Ὀλυμπιάδα, καὶ ἐτυράννησεν ἔτη τετταράκοντα. Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ Παμφίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην.

“顺境时当克制,逆境时当审慎。无论朋友顺遂或受难,皆当始终如一。凡所应允之事,务须坚守。切勿泄露机密之言。不仅要惩罚作恶者,亦当惩处图谋作恶者。” 他是第一个拥有卫队、并将政权转变为僭主政体的人;正如厄福罗斯与亚里士多德所言,他不允许任何人随意居住在城中。他在第三十八届奥林匹亚节前后达到鼎盛,实行了四十年的僭主统治。 但索提翁、赫拉克利德以及潘菲莱在其《备忘录》第五卷中均称,世上有两个佩里安德:一个是僭主,另一个则是智者,且是安布拉基亚人。

τοῦτο καὶ Νεάνθης φησὶν Κυζικηνός, ἀνεψιούς τε εἶναι ἀλλήλοις. καὶ Ἀριστοτέλης μὲν τὸν Κορίνθιόν φησιν εἶναι τὸν σοφόν· Πλάτων δὲ οὔ φησι. Τούτου ἐστί· Μελέτη τὸ πᾶν. ἤθελε δὲ καὶ τὸν Ἰσθμὸν διορύξαι. Φέρεται δὲ αὐτοῦ καὶ ἐπιστολή· Περίανδρος τοῖς σοφοῖςΠολλὰ χάρις τῷ Πυθοῖ Ἀπόλλωνι τοῦ εἰς ἓν ἐλθόντας εὑρεῖν1. ἀξοῦντί τε καὶ ἐς Κόρινθον ταὶ ἐμαὶ ἐπιστολαί. ἐγὼν δὲ ὑμᾶς ἀποδέχομαι, ὡς ἴστε αὐτοί, ὅτι δαμοτικώτατα. πεύθομαι ὡς πέρυτι ἐγένετο ὑμῶν ἁλία παρὰ τὸν Λυδὸν ἐς Σάρδεις. ἤδη ὦν μὴ ὀκνεῖτε καὶ παρʼ ἐμὲ φοιτῆν τὸν Κορίνθου τύραννον. ὑμᾶς γὰρ καὶ ἄσμενοι ὄψονται Κορίνθιοι φοιτεῦντας ἐς οἶκον τὸν Περιάνδρου.

基齐库斯的涅安忒斯亦持此说,并称他们互为堂兄弟。亚里士多德称这位科林斯人才是智者;柏拉图则予以否认。 “熟练乃是一切”这句箴言亦归于他。他还曾希望凿通地峡。 世上还流传着他的一封信: 佩里安德致诸智者“十分感谢皮托的阿波罗神,使我的信件能寻得你们聚集在一处。信件亦当把你们带到科林斯来。至于我,如你们自己所知,将以极其亲民平等的态度接待你们。我获悉,去年你们曾在吕底亚王处、在萨尔狄斯举行过聚会。那么,现在也请不要犹豫来造访我这位科林斯僭主。因为科林斯人亦会欣然见到你们光临佩里安德之府邸。

Περίανδρος ΠροκλεῖἘμὶν μὲν ἀκούσιον τᾶς δάμαρτος τὸ ἄγος· τὺ δὲ ἑκὼν τῷ παιδί με ἄπο θυμοῦ ποιήσαις2 ἀδικεῖς. ὦν παῦσον τὰν ἀπήνειαν τῶ παιδός, ἐγὼν τὺ ἀμυνοῦμαι. καὶ γὰρ δὴν καὶ αὐτὸς ποινὰς ἔτισα τὶν τᾷ θυγατρί, συγκατακαύσαις αὐτᾷ τὰ πασᾶν Κορινθιᾶν εἵματα. Ἔγραψε δὲ αὐτῷ καὶ Θρασύβουλος οὕτω· Θρασύβουλος ΠεριάνδρῳΤῷ μὲν κήρυκι σεῦ οὐδὲν ὑπεκρινάμην· ἀγαγὼν δὲ αὐτὸν ἐς λήϊον, τοὺς ὑπερφυέας τῶν ἀσταχύων ῥάβδῳ παίων ἀπεθέριζον, ὁμαρτέοντος ἐκείνου. καί σοι ἀναγγελέει εἰ ἐπέροιο, τι μευ ἀκούσειεν ἴδοι. σὺ δὲ ποίει οὕτως, ἤν γʼ ἐθέλῃς καρτύνασθαι τὴν αἰσυμνητίην· τοὺς ἐξόχους τῶν πολιτέων ἐξαίρειν3, ἤν τέ τις ἐχθρός τοι φαίνηται, ἤν τε μή. ὕποπτος γὰρ ἀνδρὶ αἰσυμνήτῃ καὶ τῶν τις ἑτάρων.

佩里安德致普罗克勒斯“就我而言,关于亡妻的罪孽并非出于本意;而你却故意使我儿的心与我疏远,这便是你的不义。因此,要么平息那孩子的冷酷寡情,要么我必将向你复仇。因为事实上,我也已为你女儿向你偿清了罚赎,将所有科林斯妇女的衣裳与她一同焚烧。” 斯拉绪布洛斯亦曾写信给他如下: 斯拉绪布洛斯致佩里安德“我未曾向你的使者言语作答;但我带他步入麦田,当他随行之时,我用手杖敲击并削去了麦穗中最为挺拔出众者。你若询问他,他必定向你回报从我这里听到或见到的一切。你若真想巩固统治之权,亦当如此行事:无论某人于你看来是否为仇敌,皆当铲除公民中的杰出之士。因为对于身处专权者而言,即便密友亦足以生疑。

语法注3 条
  1. 1.7.99τοῦ εἰς ἓν ἐλθόντας εὑρεῖν

    带定冠词属格的动词不定式短语(τοῦ εὑρεῖν),作原因属格,表示前文 Πολλὰ χάρις(多谢)的理由。εὑρεῖν 的隐含义位主语为“信件”,而宾格分词 ἐλθόντας 作其宾语,指代聚集的诸位智者。

  2. 1.7.100ἄπο θυμοῦ ποιήσαις

    ποιήσαις 为多利斯方言的主动第一不定过去时阳性单数分词(相当于雅典方言的 ποιήσας)。介词短语 ἄπο θυμοῦ 意为“远离情感、产生厌恶”,在此与 ποιήσαις 结合表示主动词 ἀδικεῖς 的方式与手段,即“故意使那孩子的心疏远我”。

  3. 1.7.100ἐξαίρειν

    此处的动词不定式作命令式使用(命令性不定式 infinitivus pro imperativo),亦与前句“σὺ δὲ ποίει οὕτως”(你当如此行事)构成同位语关系,具体阐明其命令内容,意为“当铲除公民中的杰出者”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.7.98-1.7.100