- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.7.94-1.7.97
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
记述了科林斯僭主佩里安德的家世,其杀妻及与幼子吕科弗戎结怨等残暴事迹,其隐匿墓穴之死与衣冠冢,以及归于其名下的碑铭与格言。
Περίανδρος Κυψέλου Κορίνθιος ἀπὸ τοῦ τῶν Ἡρακλειδῶν γένους. οὗτος γήμας Λυσίδην, ἣν αὐτὸς Μέλισσαν ἐκάλει, τὴν Προκλέους τοῦ Ἐπιδαυρίων τυράννου καὶ Ἐρισθενείας τῆς Ἀριστοκράτους παιδός, ἀδελφῆς δὲ τοῦ Ἀριστοδήμου θυγατέρα1, οἳ σχεδὸν πάσης Ἀρκαδίας ἐπῆρξαν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ Περὶ ἀρχῆς, παῖδας ἐξ αὐτῆς ἐποίησε δύο, Κύψελον καὶ Λυκόφρονα· τὸν μὲν νεώτερον συνετόν, τὸν δὲ πρεσβύτερον ἄφρονα. χρόνῳ δὴ ὑπʼ ὀργῆς βαλὼν ὑποβάθρῳ ἢ λακτίσας τὴν γυναῖκα ἔγκυον οὖσαν ἀπέκτεινε, πεισθεὶς διαβολαῖς παλλακίδων, ἃς ὕστερον ἔκαυσε. Τόν τε παῖδα ἀπεκήρυξεν εἰς Κέρκυραν, λυπούμενον ἐπὶ τῇ μητρί, ᾧ ὄνομα Λυκόφρων. ἤδη δὲ
库普塞洛斯之子佩里安德是科林斯人,出自赫拉克勒斯后裔之族。他娶了吕茜德(他自己称她为墨利萨),她是埃庇达乌洛斯僭主普罗克勒斯与阿里斯托克拉特斯之女、阿里斯托得摩斯之姊妹埃里斯忒涅亚所生的女儿;正如蓬托斯的赫拉克利德在《论统治》中所述,埃里斯忒涅亚的家族几乎统治了整个阿卡迪亚。佩里安德与她生了两个儿子,库普塞洛斯与吕科弗戎;幼子聪慧,长子愚钝。后来,他在盛怒之下,听信了妾室们的谗言,用踏脚凳击打或用脚踢踹怀孕的妻子,将其致死;后来他将这些妾室活活烧死。 因为儿子为母亲哀恸,他便将这个名叫吕科弗戎的儿子放逐到了科尔库拉。但当他已经
ἐν γήρᾳ καθεστὼς μετεπέμπετο αὐτὸν ὅπως παραλάβοι τὴν τυραννίδα· ὃν φθάσαντες οἱ Κερκυραῖοι διεχρήσαντο. ὅθεν ὀργισθεὶς ἔπεμψε τοὺς παῖδας αὐτῶν πρὸς Ἀλυάττην ἐπʼ ἐκτομῇ· προσχούσης δὲ τῆς νεὼς Σάμῳ, ἱκετεύσαντες τὴν Ἥραν ὑπὸ τῶν Σαμίων διεσώθησαν. Καὶ ὃς ἀθυμήσας ἐτελεύτησεν, ἤδη γεγονὼς ἔτη ὀγδοήκοντα. Σωσικράτης δέ φησι πρότερον Κροίσου τελευτῆσαι αὐτὸν ἔτεσι τεσσαράκοντα καὶ ἑνί, πρὸ τῆς τεσσαρακοστῆς ἐνάτης Ὀλυμπιάδος. τοῦτον Ἡρόδοτος ἐν τῇ πρώτῃ ξένον φησὶν εἶναι Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ.
年迈之时,便派人召他回来,以便接替僭主之位;但科尔库拉人先下手杀死了这名青年。佩里安德大怒,将他们的子弟送往阿吕阿特斯处施以阉割;然而当船停靠萨摩斯岛时,少年们向赫拉求救,并被萨摩斯人营救。 佩里安德在沮丧绝望中死去,享年八十岁。索西克拉特斯称,他比克洛伊索斯早死四十一年,在第四十九届奥林匹亚节之前。希罗多德在第一卷中称,他是米利都僭主斯拉绪布洛斯的宾友。
Φησὶ δὲ Ἀρίστιππος ἐν πρώτῳ Περὶ παλαιᾶς τρυφῆς περὶ αὐτοῦ τάδε, ὡς ἄρα ἐρασθεῖσα ἡ μήτηρ αὐτοῦ Κράτεια συνῆν αὐτῷ λάθρα· καὶ ὃς ἥδετο. φανεροῦ δὲ γενομένου βαρὺς πᾶσιν ἐγένετο διὰ τὸ ἀλγεῖν ἐπὶ τῇ φωρᾷ. ἀλλὰ καὶ Ἔφορος ἱστορεῖ ὡς εὔξαιτο, εἰ νικήσειεν Ὀλύμπια τεθρίππῳ, χρυσοῦν ἀνδριάντα ἀναθεῖναι. νικήσας δὲ καὶ ἀπορῶν χρυσίου, κατά τινα ἑορτὴν ἐπιχώριον κεκοσμημένας ἰδὼν τὰς γυναῖκας πάντα ἀφείλετο τὸν κόσμον, καὶ ἔπεμψε τὸ ἀνάθημα. Λέγουσι δέ τινες ὡς θελήσας αὐτοῦ τὸν τάφον μὴ γνωσθῆναι, τοιοῦτόν τι ἐμηχανήσατο. δυσὶν ἐκέλευσε νεανίσκοις, δείξας τινὰ ὁδόν, ἐξελθεῖν νύκτωρ, καὶ τὸν ἀπαντήσαντα ἀνελεῖν καὶ θάψαι· ἔπειτα βαδίζειν ἄλλους τε κατὰ τούτων2 τέτταρας, καὶ ἀνελόντας θάψαι· πάλιν τε κατὰ τούτων πλείονας. καὶ οὕτως αὐτὸς τοῖς πρώτοις ἐντυχὼν ἀνῃρέθη. Κορίνθιοι δὲ ἐπί τι κενοτάφιον ἐπέγραψαν αὐτῷ τόδε·
阿里斯蒂普斯在《论古代的奢靡》第一卷中关于他记载道:他的母亲克拉忒亚爱上了他,与他秘密同居,他也以此为乐;但事情败露后,他因丑事被揭发而痛苦不堪,对所有人都变得严苛暴躁。厄福罗斯亦记载道,他曾发愿,若在奥林匹亚四马战车赛中获胜,便献上一尊纯金雕像。他获胜后苦于缺乏黄金,见妇女们在某次本土节日中盛装打扮,便剥夺了她们所有的饰物,送去了奉纳之物。 有人说,他因不愿让人知晓自己的坟墓,便设计了这样的诡计:他指给两个青年一条道路,命令他们夜间出发,杀死并埋葬所遇到的任何人;接着他又命令另外四个人跟在这两人之后,将这两人杀死并埋葬;然后再派更多的人跟在后四人之后。就这样,他自己迎面遇上了最初的两个青年而被杀。科林斯人为他在一座衣冠冢上题写了如下铭文:
"πλούτου καὶ σοφίης πρύτανιν πατρὶς ἥδε Κόρινθος κόλποις ἀγχίαλος γῆ Περίανδρον ἔχει." ἔστι καὶ ἡμῶν· "μή ποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος· ἀλλὰ τέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός. καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη, οὕνεκεν οὐκ ἔτυχεν πρήξιος ἧς ἔθελεν." Τούτου ἐστὶ καὶ τὸ Μηδὲν χρημάτων ἕνεκα πράττειν· δεῖν γὰρ τὰ κερδαντὰ κερδαίνειν3. ἐποίησε δὲ καὶ ὑποθήκας εἰς ἔπη δισχίλια. εἶπέ τε τοὺς μέλλοντας ἀσφαλῶς τυραννήσειν τῇ εὐνοίᾳ δορυφορεῖσθαι, καὶ μὴ τοῖς ὅπλοις. καί ποτε ἐρωτηθεὶς διὰ τί τυραννεῖ, ἔφη, ὅτι καὶ τὸ ἑκουσίως ἀποστῆναι καὶ τὸ ἀφαιρεθῆναι κίνδυνον φέρει. ἔλεγε δὲ καὶ τάδε· καλὸν ἡσυχία· ἐπισφαλὲς προπέτεια· κέρδος αἰσχρόν· * δημοκρατία κρεῖττον τυραννίδος· αἱ μὲν ἡδοναὶ φθαρταί, αἱ δὲ τιμαὶ ἀθάνατοι·
“财富与智慧的领袖佩里安德,祖国科林斯这片 濒海的土地,将其拥抱在怀抱之中。” 我们自己亦有一首诗: “切莫因未能获得某物而悲伤;相反, 当对神所赐予的一切同样感到欢欣。 因为连智者佩里安德也是在绝望中陨落, 只因他未能遂成心愿之事。” “切勿为金钱而行事;人当只求正当之利”,这句话亦出自于他。他还创作了长达两千行的训诫诗。他说,欲安稳施行僭主统治者,当以善意为护卫,而非以兵刃。有一次被问及为何仍要作僭主时,他说: “因为无论是自愿退位还是被废黜,皆伴随着危险。” 他又常说:平静乃美善之事;鲁莽乃险道;可耻之利有害;民主胜于僭主统治;享乐是终将朽坏的,荣誉则是不朽的。
- 1.7.94τὴν Προκλέους τοῦ Ἐπιδαυρίων τυράννου καὶ Ἐρισθενείας τῆς Ἀριστοκράτους παιδός, ἀδελφῆς δὲ τοῦ Ἀριστοδήμου θυγατέρα
依附于 θυγατέρα(“女儿”)的多重属格结构。Προκλέους 与 Ἐρισθενείας 并列,意为“普罗克勒斯与埃里斯忒涅亚的女儿”,而 τῆς Ἀριστοκράτους παιδός(“阿里斯托克拉特斯之女”)与 ἀδελφῆς δὲ τοῦ Ἀριστοδήμου(“阿里斯托得摩斯之姊妹”)则作为同位语修饰 Ἐρισθενείας。
- 1.7.96κατὰ τούτων
介词 κατά 接属格在此处表示空间上的追踪或敌对性的跟从:“尾随其后”、“追杀他们”。它体现了后续青年相继追踪并灭口前一批人的链式谋杀结构。
- 1.7.97τὰ κερδαντὰ κερδαίνειν
由同源动词 κερδαίνειν 与作同族宾语的中性复数动词性形容词名词化形式(τὰ κερδαντά,“可获之利/合分之利”)构成的同根同义结构(figura etymologica),意指“只应当获取正当所应得之利益”。
