第欧根尼·拉尔修

哲人言行录

§1.6.89-1.6.93

林度斯的克莱奥布鲁斯生平与诗作及箴言

本节记述了林度斯的贤人克莱奥布鲁斯的家世、容貌、其女克莱奥布莉娜、诗作与谜语,围绕“米达斯碑铭”归属的争论及其道德箴言,并记载了他的逝世、墓志铭以及致梭伦邀请其避难的信函。

← 上一节下一节 →

Κλεόβουλος Εὐαγόρου Λίνδιος, ὡς δὲ Δοῦρις, Κάρ· ἔνιοι δὲ εἰς Ἡρακλέα ἀναφέρειν τὸ γένος αὐτόν· ῥώμῃ δὲ καὶ κάλλει διαφέρειν, μετασχεῖν τε τῆς ἐν Αἰγύπτῳ φιλοσοφίας. γενέσθαι τε αὐτῷ θυγατέρα Κλεοβουλίνην, αἰνιγμάτων ἑξαμέτρων ποιήτριαν, ἧς μέμνηται καὶ Κρατῖνος ἐν τῷ ὁμωνύμῳ δράματι, πληθυντικῶς ἐπιγράψας. ἀλλὰ καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἀνανεώσασθαι αὐτὸν κτισθὲν ὑπὸ Δαναοῦ. οὗτος ἐποίησεν ᾅσματα καὶ γρίφους εἰς ἔπη τρισχίλια. Καὶ τὸ ἐπίγραμμά τινες τὸ ἐπὶ Μίδᾳ τοῦτόν φασι ποιῆσαι· "χαλκῆ παρθένος εἰμί, Μίδα δʼ ἐπὶ σήματι κεῖμαι. ἔστʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,"

埃瓦戈拉斯之子克莱奥布鲁斯是林度斯人,但据杜里斯所说,他是卡里亚人;有些人则说他将世系追溯至赫拉克勒斯。他在体力与容貌上出类拔萃,并涉猎了埃及的哲学。他育有一女克莱奥布莉娜,是一位作六音步谜语诗的诗人;克拉提诺斯在同名戏剧中亦提及了她,但冠以复数剧名。据说他还重建了达纳俄斯所建的雅典娜神庙。他创作的歌谣与谜语多达三千行。 亦有人称,米达斯陵墓上的碑铭是他所作: “我是青铜的少女,横卧在米达斯的冢上。 只要流水尚在流淌,嘉木依然葱茏,”

" ἠέλιός τʼ ἀνιὼν λάμπῃ, λαμπρά τε σελήνη, καὶ ποταμοί γε ῥέωσιν, ἀνακλύζῃ δὲ θάλασσα, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ, ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται." φέρουσι δὲ μαρτύριον Σιμωνίδου ᾆσμα, ὅπου φησί "τίς κεν αἰνήσειε νόῳ πίσυνος Λίνδου ναέταν Κλεόβουλον ἀενάοις ποταμοῖς ἄνθεσί τʼ εἰαρινοῖς ἀελίου τε φλογὶ χρυσέας τε σελάνας καὶ θαλασσαίαισι δίνῃς ἀντιθέντα μένος στάλας; ἅπαντα γάρ ἐστι θεῶν ἥσσω· λίθον δὲ καὶ βρότεοι παλάμαι θραύοντι· μωροῦ φωτὸς ἅδε βουλά." οὐ γὰρ εἶναι Ὁμήρου τὸ ἐπίγραμμα, πολλοῖς ἔτεσι προέχοντος, φασί, τοῦ Μίδα1. Φέρεται δʼ αὐτοῦ ἐν τοῖς Παμφίλης Ὑπομνήμασι καὶ αἴνιγμα τοῖον·

“ 升起的旭日放光,明月朗照, 江河奔流,沧海拍击堤岸, 我将长留于这多泪的墓冢之上, 向过往之人宣告,米达斯安葬于此。” 他们提出西摩尼德斯的诗歌作为证据,西摩尼德斯在诗中写道: “有悟性之人,谁会称赞 林度斯的居者克莱奥布鲁斯? 他竟将石柱的力量, 与不息的奔流、 春日的繁花、 烈日的火光、金色的明月, 以及海洋的波涛相对抗。 凡百事物皆劣于众神;至于岩石, 凡人之手亦能将其击碎;这乃是 愚妄之人的谋画。” 他们声称,这首碑铭绝不可能属于荷马,因为荷马比米达斯早了许多年。 潘菲拉的《备忘录》中亦载有他的一则谜语,如下所示:

"εἷς πατήρ, παῖδες δυοκαίδεκα. τῶν δὲ ἑκάστῳ παῖδες δὶς τριάκοντα διάνδιχα εἶδος ἔχουσαι· αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δʼ αὖτε μέλαιναι· ἀθάνατοι δέ τʼ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι." ἔστι δὲ ἐνιαυτός. Τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε· Ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσι, λόγων τε πλῆθος· ἀλλʼ καιρὸς ἀρκέσει. φρόνει τι κεδνόν. μὴ μάταιος ἄχαρις γινέσθω. ἔφη δὲ δεῖν συνοικίζειν τὰς θυγατέρας, παρθένους μὲν τὴν ἡλικίαν, τὸ δὲ φρονεῖν γυναῖκας2· ὑποδεικνὺς ὅτι δεῖ παιδεύεσθαι καὶ τὰς παρθένους. ἔλεγέ τε τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. φυλάσσεσθαι γὰρ τῶν μὲν φίλων

“父亲独一,儿子十二。他们各人 有两倍于三十的女儿,形貌各殊; 一者视之洁白,另一者则复为墨黑; 虽属不朽之躯,却皆渐次衰亡。” 谜底即是一年。 在他传唱的诗句中,以下这些享有盛誉:粗鄙无文与夸夸其谈充斥于凡人之间,然惟有适度合宜方能自足。当思念善美之事。莫成轻浮无礼之徒。他还说,嫁女之时,当使其年纪如处女,心智如妇人;以此表明少女亦当受教。他又说,当厚待朋友,使其更笃于情谊;当化敌为友。因人当防备朋友的

τὸν ψόγον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν. καὶ ὅταν τις ἐξίῃ τῆς οἰκίας, ζητείτω πρότερον τί μέλλει πράσσειν· καὶ ὅταν εἰσέλθῃ πάλιν, ζητείτω τί ἔπραξε. συνεβούλευέ τε εὖ τὸ σῶμα ἀσκεῖν· φιλήκοον εἶναι μᾶλλον φιλόλαλον· [φιλομαθῆ μᾶλλον ἀμαθῆ·] γλῶσσαν εὔφημον ἴσχειν· ἀρετῆς οἰκεῖον εἶναι, κακίας ἀλλότριον· ἀδικίαν φεύγειν· πόλει τὰ βέλτιστα συμβουλεύειν· ἡδονῆς κρατεῖν· βίᾳ μηδὲν πράττειν· τέκνα παιδεύειν· ἐχθρὰν διαλύειν. γυναικὶ μὴ φιλοφρονεῖσθαι, μηδὲ μάχεσθαι, ἀλλοτρίων παρόντων· τὸ μὲν γὰρ ἄνοιαν, τὸ δὲ μανίαν σημαίνειν. οἰκέτην παρʼ οἶνον μὴ κολάζειν, δοκεῖν γὰρ ἂν παροινεῖν. γαμεῖν ἐκ τῶν ὁμοίων· ἂν γὰρ ἐκ τῶν κρειττόνων λάβῃς, φησί,

责难,以及仇敌的阴谋。当有人走出家门时,当先自省将行何事;当他归家之时,当复省已行何事。他亦劝诫道:善自锻炼体魄;乐于聆听胜于多言;[乐于向学胜于无知;]口出吉言;亲近美德,疏离邪恶;远离不义;为城邦进献最良之策;克制享乐;切勿依恃强暴行事;教养子女;化解嫌隙。外人在场时,切勿与妻子过分亲昵,亦不可与她争吵(因前者显其愚昧,后者显其疯狂)。切勿在酒席间惩罚仆人(因这会被视为借酒行凶)。当从门当户对者中娶妻;因他说,倘若娶了地位高于自身者,

δεσπότας κτήσῃ τοὺς συγγενέας. μὴ ἐπεγγελᾶν τοῖς σκωπτομένοις· ἀπεχθήσεσθαι γὰρ τούτοις. εὐτυχῶν μὴ ἴσθι ὑπερήφανος· ἀπορήσας μὴ ταπεινοῦ. τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν. Ἐτελεύτησε δὲ γηραιός, ἔτη βιοὺς ἑβδομήκοντα· καὶ αὐτῷ ἐπεγράφη· "ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη." Ἀπεφθέγξατο· μέτρον ἄριστον. καὶ Σόλωνι ἐπέστειλεν οὕτω· Κλεόβουλος ΣόλωνιΠολλοὶ μέν τιν ἔασιν ἕταροι καὶ οἶκος πάντη· φαμὶ δὲ ἐγὼν ποτανεστάταν3 ἐσεῖσθαι Σόλωνι τὰν Λίνδον δαμοκρατεομέναν. καὶ νᾶσος πελαγία, ἔνθα οἰκέοντι οὐδὲν δεινὸν ἐκ Πεισιστράτω. καὶ τοὶ ἕταροι δὲ ἑκαστόθεν πὰρ τὺ βασοῦνται.

所获将非亲族,而是主人。切勿嘲笑受戏弄之人(因将招致其怨恨)。顺遂时切勿傲慢;困窘时切勿自卑。当知晓高贵地承受命运的变迁。 他活至七十岁高龄而逝;人们为他刻上碑铭: “智者克莱奥布鲁斯已逝, 以此海邦为傲的故乡林度斯为之深哀。” 他的格言是:“适度乃最善。”他还致信梭伦如下: 克莱奥布鲁斯致梭伦“你确有诸多伙伴,到处亦皆有家舍;但我认为,施行民主的林度斯将是对梭伦而言最宜居之所。此岛位于外海,居于此地无惧庇西特拉图之患;且你的伙伴亦将从四面八方来到你的身旁。

语法注3 条
  1. 1.6.90πολλοῖς ἔτεσι προέχοντος, φασί, τοῦ Μίδα

    分词 προέχοντος 表示时间上的在先,与格 πολλοῖς ἔτεσι 表示差额程度(“先于许多年”)。属格 τοῦ Μίδα 是由 προέχοντος 所要求的比较属格,该分词的主语承前省略了“荷马”(即“荷马比米达斯早了许多年”)。虽然语法上亦可将 τοῦ Μίδα 视为属格绝对结构的主语,但在年代学论据中,此处意指荷马生活的时代远早于米达斯,因而不可能为后世的米达斯撰写墓志铭。

  2. 1.6.91παρθένους μὲν τὴν ἡλικίαν, τὸ δὲ φρονεῖν γυναῖκας

    τὴν ἡλικίαν 与 τὸ φρονεῖν 均为限定对格(关系对格)。παρθένους 与 γυναῖκας 作为宾语补足语(谓语性对格),修饰 τὰς θυγατέρας,意为“在年龄方面为少女,在思想方面为成熟妇人(将具备此状态的女儿出嫁)”。

  3. 1.6.93ποτανεστάταν

    多利安方言形式,相当于雅典方言的 ποθεινοτάτην(“最令人渴望的”、“最宜居的”),源自 ποτανός(= ποθεινός)。由于林度斯位于多利安方言区的罗得岛,信件刻意采用了多利安方言特色。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.6.89-1.6.93