- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.5.82-1.5.88
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
记述普里埃涅智者比阿斯的出身、赎救墨塞尼亚少女、辞谢三足鼎、退阿里亚特斯之围、卒于法庭,及其论伊奥尼亚繁荣之诗篇与格言警句。
Βίας Τευτάμου Πριηνεύς, προκεκριμένος τῶν ἑπτὰ ὑπὸ Σατύρου. τοῦτον οἱ μὲν πλούσιον, Δοῦρις δὲ πάροικόν φησι γεγονέναι. Φανόδικος δὲ κόρας αἰχμαλώτους λυτρωσάμενον Μεσσηνίας θρέψαι1 τε ὡς θυγατέρας καὶ προῖκας ἐπιδοῦναι καὶ εἰς τὴν Μεσσήνην ἀποστεῖλαι τοῖς πατράσιν αὐτῶν. χρόνῳ δὲ ἐν ταῖς Ἀθήναις, ὡς προείρηται, τοῦ τρίποδος εὑρεθέντος ὑπὸ τῶν ἁλιέων, τοῦ χαλκοῦ, ἐπιγραφὴν ἔχοντος τῷ σοφῷ, Σάτυρος μέν φησι παρελθεῖν τὰς κόρασ—οἱ δὲ τὸν πατέρα αὐτῶν, ὡς καὶ Φανόδικοσ—εἰς τὴν ἐκκλησίαν, καὶ εἰπεῖν τὸν Βίαντα σοφόν, διηγησαμένας τὰ καθʼ ἑαυτάς. καὶ ἀπεστάλη ὁ τρίπους· καὶ ὁ Βίας ἰδὼν ἔφη τὸν Ἀπόλλωνα σοφὸν εἶναι, οὐδὲ προσήκατο.
特乌塔摩斯之子比阿斯是普里埃涅人,被萨提洛斯列为七贤之首。有人说他很富裕,但杜里斯说他曾是个佃农(外来借住者)。法诺狄科斯则说,他曾出资赎买被俘的墨塞尼亚少女,将她们视如己出抚养长大,为她们准备嫁妆,并将她们送回墨塞涅交还其父。后来,如前所述,渔夫在雅典捞起刻有“赠予智者”的青铜三足鼎。 萨提洛斯说,那些少女——亦有人说是她们的父亲,如法诺狄科斯所言——来到公民大会上,讲述了她们自身的经历,称比阿斯才是智者。于是鼎被送给了他;但比阿斯看后说阿波罗才是智者,并未收下。
οἱ δὲ λέγουσιν ἐν Θήβαις τῷ Ἡρακλεῖ αὐτὸν ἀναθεῖναι, ἐπεὶ ἀπόγονος ἦν Θηβαίων ἀποικίαν εἰς Πριήνην στειλάντων, ὥσπερ καὶ Φανόδικός φησι. Λέγεται δὲ καὶ Ἀλυάττου πολιορκοῦντος Πριήνην τὸν Βίαντα πιήναντα δύο ἡμιόνους ἐξελάσαι εἰς τὸ στρατόπεδον· τὸν δὲ συνιδόντα καταπλαγῆναι τὸ μέχρι καὶ ἀλόγων διατείνειν αὐτῶν τὴν εὐθενίαν. καὶ ἐβουλήθη σπείσασθαι, καὶ εἰσέπεμψεν ἄγγελον. Βίας δὲ σωροὺς ψάμμου χέας καὶ ἄνωθεν σῖτον περιχέας ἔδειξε τῷ ἀνθρώπῳ· καὶ τέλος μαθὼν ὁ Ἀλυάττης εἰρήνην ἐσπείσατο πρὸς τοὺς Πριηνέας. θᾶττον δʼ αὐτῷ πέμψαντι πρὸς τὸν Βίαντα ἵνα ἥκοι παρʼ αὐτόν, ἐγὼ δέ, φησίν, Ἀλυάττῃ κελεύω κρόμμυα ἐσθίειν, [ἴσον τῷ κλαίειν]2.
但另有人说,他将鼎在底比斯献给了赫拉克勒斯,因为正如法诺狄科斯所说,他是派遣殖民者前往普里埃涅的底比斯人的后裔。 据说,当阿里亚特斯围攻普里埃涅时,比阿斯催肥了两头骡子赶入敌军营地;阿里亚特斯见状,惊异于他们的富足竟惠及牲畜。于是他想要缔结停战协议,并派进了传令使节。比阿斯堆起了许多沙堆,表面撒上一层谷物,展示给那人看。阿里亚特斯终于得知后,便与普里埃涅人缔结了和约。随后阿里亚特斯派人召比阿斯到他那里去,比阿斯却说: “至于我,我叫阿里亚特斯去吃洋葱。”[意即叫他哭泣]
λέγεται δὲ καὶ δίκας δεινότατος γεγονέναι εἰπεῖν. ἐπʼ ἀγαθῷ μέντοι τῇ τῶν λόγων ἰσχύϊ προσεχρῆτο. ὅθεν καὶ Δημόδικος ὁ Λέριος τοῦτο αἰνίττεται λέγων· "ἢν τύχῃς κρίνων δικάζευ τὴν Πριηνίην δίκην·" καὶ Ἱππῶναξ· ἃ καὶ δικάζεσθαι Βίαντος τοῦ Πριηνέως κρεῖσσον. Τοῦτον οὖν καὶ ἐτελεύτα τὸν τρόπον. δίκην γὰρ ὑπέρ τινος λέξας ἤδη ὑπέργηρως ὑπάρχων, μετὰ τὸ καταπαῦσαι τὸν λόγον ἀπέκλινε τὴν κεφαλὴν εἰς τοὺς τοῦ τῆς θυγατρὸς υἱοῦ κόλπους· εἰπόντος δὲ καὶ τοῦ ἐξ ἐναντίας καὶ τῶν δικαστῶν τὴν ψῆφον ἐνεγκόντων τῷ ὑπὸ τοῦ Βίαντος βοηθουμένῳ, λυθέντος τοῦ δικαστηρίου νεκρὸς ἐν τοῖς κόλποις εὑρέθη.
据说他也最擅长打官司诉讼。然而,他将言辞的力量用于良善之事。因此莱罗斯的德摩多科斯亦借此寓意吟道: “倘若你断案,当如普里埃涅那般判决;”希波纳克斯亦道: “且在诉讼上强于普里埃涅的比阿斯。” 他是以如下方式去世的:在他已是高龄之时,为某人作辩护;讲完辩词后,他把头靠在女儿之子的怀中;待对方辩护完毕,审判官们投票支持比阿斯所协助的一方之后,法庭解散时,人们发现他已在少年怀中逝世。
καὶ αὐτὸν μεγαλοπρεπῶς ἔθαψεν ἡ πόλις, καὶ ἐπέγραψαν· "κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν." ἀλλὰ καὶ ἡμεῖς· "τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς εἰς Ἀΐδην, πολιῷ γήραϊ νιφόμενον. εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός· εἶτʼ ἀποκλινθεὶς παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον." Ἐποίησε δὲ περὶ Ἰωνίας, τίνα μάλιστα ἂν τρόπον εὐδαιμονοίη, εἰς ἔπη δισχίλια. τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε· "ἀστοῖσιν ἄρεσκε πᾶσιν. ἐν πόλει* αἴκε μένῃς· πλείσταν γὰρ ἔχει χάριν· αὐθάδης δὲ τρόπος πολλάκι βλαβερὰν ἐξέλαμψεν ἄταν."
城邦隆重地安葬了他,并刻下铭文: “此石覆盖着生于普里埃涅名邦的比阿斯, 他是伊奥尼亚人的伟大荣耀。” 我们亦作诗道: “我在此隐匿了比阿斯,赫尔墨斯平静地将他 引向哈得斯,当他正值白发苍苍的残年。 他曾为一位伙伴出庭辩护;随后斜倚在 孩童的怀抱中,沉入长久的长眠。” 关于伊奥尼亚如何能获致最大繁荣,他撰写了多达两千行的诗作。在他被传唱的诗句中,以下这些极负盛名: “若你居于城邦之中,当取悦所有公民; 因这能带来最大的恩惠;而傲慢的习气 往往会激起有害的毁灭。”
καὶ τὸ μὲν ἰσχυρὸν γενέσθαι τῆς φύσεως ἔργον· τὸ δὲ λέγειν δύνασθαι τὰ συμφέροντα τῇ πατρίδι ψυχῆς ἴδιον καὶ φρονήσεως. εὐπορίαν δὲ χρημάτων πολλοῖς καὶ διὰ τύχην περιγίνεσθαι. ἔλεγε δὲ ἀτυχῆ εἶναι τὸν ἀτυχίαν μὴ φέροντα· καὶ νόσον ψυχῆς τὸ τῶν ἀδυνάτων ἐρᾶν, ἀλλοτρίων δὲ κακῶν ἀμνημόνευτον εἶναι. ἐρωτηθεὶς τί δυσχερές, τὴν ἐπὶ τὸ χεῖρον, ἔφη, μεταβολὴν εὐγενῶς ἐνεγκεῖν. συμπλέων ποτὲ ἀσεβέσι, χειμαζομένης τῆς νεὼς κἀκείνων τοὺς θεοὺς ἐπικαλουμένων, σιγᾶτε, ἔφη, μὴ αἴσθωνται ὑμᾶς ἐνθάδε πλέοντας. ἐρωτηθεὶς ὑπὸ ἀσεβοῦς ἀνθρώπου τί ποτέ ἐστιν εὐσέβεια, ἐσίγα. τοῦ δὲ τὴν αἰτίαν τῆς σιγῆς πυθομένου, σιωπῶ, ἔφη, ὅτι περὶ τῶν οὐδέν σοι προσηκόντων πυνθάνῃ.
他还说,体魄强健是自然的恩赐,而能为祖国进献有益之言则是心灵与明智的特质;钱财丰足对于许多人而言亦由机运而生。他说不能承受厄运者方为真正的不幸;贪恋不可能之事,且不念他人的苦难,乃是灵魂的病症。当被问及何事最为艰难时,他说: “高贵地承受向坏处的转变。” 有一次他与不敬神之人同船航行,船只遭遇风暴,那些人向众神祈祷,他便说道: “噤声,莫要让他们察觉你们在这里航行。” 当一个不敬神的人问他何为虔敬时,他默不作声。那人询问他沉默的缘由,他说: “我保持沉默,是因为你所探问的全然与你无关。”
Ἐρωτηθεὶς τί γλυκὺ ἀνθρώποις, ἐλπίς, ἔφη. ἥδιον ἔλεγε δικάζειν μεταξὺ ἐχθρῶν ἢ φίλων· τῶν μὲν γὰρ φίλων πάντως ἐχθρὸν ἔσεσθαι τὸν ἕτερον, τῶν δὲ ἐχθρῶν τὸν ἕτερον φίλον. ἐρωτηθεὶς τί ποιῶν ἄνθρωπος τέρπεται, ἔφη, κερδαίνων. ἔλεγέ τε τὸν βίον οὕτω μετρεῖν ὡς καὶ πολὺν καὶ ὀλίγον χρόνον βιωσομένους, καὶ φιλεῖν ὡς μισήσοντας3· τοὺς γὰρ πλείστους εἶναι κακούς. συνεβούλευέ τε ὧδε· βραδέως ἐγχείρει τοῖς πραττομένοις· ὃ δʼ ἂν ἕλῃ, βεβαίως τηρῶν διάμενε. μὴ
当被问及何物对人而言最甜美时,他说: “希望。” 他说在仇人之间作裁决比在朋友之间更令人欣慰;因为在朋友中必有一方变为仇人,而在仇人中必有一方成为朋友。当被问及人做何事会感到快乐时,他说: “获利。” 他还说,衡量人生当如既会久生又会短命那般,爱他人时当如日后可能会产生怨恨那般;因为大多数人皆是恶人。他还这样劝诫道:“行动当徐缓着手;但无论选定何事,皆当坚守勿怠。”“切勿
ταχὺ λάλει· μανίαν γὰρ ἐμφαίνει. φρόνησιν ἀγάπα. περὶ θεῶν λέγε, ὡς εἰσίν. ἀνάξιον ἄνδρα μὴ ἐπαίνει διὰ πλοῦτον. πείσας λαβέ, μὴ βιασάμενος. ὅ τι ἂν ἀγαθὸν πράττῃς, εἰς θεοὺς ἀνάπεμπε. ἐφόδιον ἀπὸ νεότητος εἰς γῆρας ἀναλάμβανε σοφίαν· βεβαιότερον γὰρ τοῦτο τῶν ἄλλων κτημάτων. Μέμνηται τοῦ Βίαντος καὶ Ἱππῶναξ, ὡς προείρηται, καὶ ὁ δυσάρεστος Ἡράκλειτος μάλιστα αὐτὸν ἐπῄνεσε γράψας· ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλέων λόγος ἢ τῶν ἄλλων. καὶ οἱ Πριηνεῖς δὲ αὐτῷ τέμενος καθιέρωσαν τὸ Τευτάμειον λεγόμενον. ἀπεφθέγξατο· οἱ πλεῖστοι κακοί.
语速过急,因这显示狂妄。热爱明智。谈论神明当如其真实所是。不可因财富而称赞不肖之徒。当以劝说服人,勿以强力逼迫。凡行善事,当归功于神明。当从青年至老年积累智慧作为旅途的行粮;因这比其余一切财产更为稳固。” 正如前文所述,希波纳克斯亦提及了比阿斯,性情乖僻的赫拉克利特更是极力赞扬他,写道: “在普里埃涅诞生了特乌塔摩斯之子比阿斯,关于他的名声远胜他人。” 普里埃涅人还为他奉献了被称为特乌塔米翁的圣域。他的格言是:“大多数人皆是恶人。”
- 1.5.82Φανόδικος δὲ κόρας αἰχμαλώτους λυτρωσάμενον Μεσσηνίας θρέψαι
承接前文省略了支配间接引语的动词 φησί。阳性单数宾格分词 λυτρωσάμενον 修饰未明写出的不定式逻辑主语宾格代词 αὐτόν(指比阿斯),共同支配不定式 θρέψαι 等。
- 1.5.83κρόμμυα ἐσθίειν, [ἴσον τῷ κλαίειν]
成语“吃洋葱”(κρόμμυα ἐσθίειν)指使人流泪,转义为“后悔、哭泣”。括号内的注释 [ἴσον τῷ κλαίειν](等同于哭泣)正是对该转义的古代解释。
- 1.5.87ὡς καὶ πολὺν καὶ ὀλίγον χρόνον βιωσομένους, καὶ φιλεῖν ὡς μισήσοντας
小词 ὡς 与阳性复数宾格将来分词(βιωσομένους 和 μισήσοντας)连用,表示主观的意图或态度(“仿佛将要……”)。不定式 μετρεῖν 与 φιλεῖν 的逻辑主语是未明写的泛指人们(宾格复数)。
