第欧根尼·拉尔修

哲人言行录

§1.4.79-1.4.81

皮塔科斯的著作与轶事及致克洛伊索斯书信

本段记述了皮塔科斯的著作、年代与卒年、墓志铭、格言及同名异人,引述了卡利马科斯关于门当户对婚姻的诗篇及其傲慢妻子的背景,罗列了阿尔卡埃奥斯对其所起的各种讥讽绰号,并收录了他致克洛伊索斯的书信。

← 上一节下一节 →

ἐποίησε δὲ καὶ ἐλεγεῖα ἔπη ἑξακόσια, καὶ ὑπὲρ νόμων καταλογάδην τοῖς πολίταις1. Ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν δευτέραν Ὀλυμπιάδα· ἐτελεύτησε δʼ ἐπὶ Ἀριστομένους τῷ τρίτῳ ἔτει τῆς πεντηκοστῆς δευτέρας Ὀλυμπιάδος, βιοὺς ὑπὲρ ἔτη ἑβδομήκοντα, [ἤδη γηραιός]. καὶ αὐτῷ ἐπὶ τοῦ μνήματος ἐπιγέγραπται τόδε· "οἰκείοις δακρύοις γειναμένα κατακλαίει Πιττακὸν ἥδʼ ἱερὰ Λέσβος ἀποφθίμενον." ἀπόφθεγμα αὐτοῦ· καιρὸν γνῶθι. Γέγονε δὲ καὶ ἕτερος Πιττακὸς νομοθέτης, ὥς φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ καὶ Δημήτριος ἐν Ὁμωνύμοις, ὃς καὶ μικρὸς προσηγορεύθη. Τὸν δʼ οὖν σοφὸν λέγεταί ποτε νεανίσκῳ συμβουλευομένῳ περὶ γάμου ταῦτα εἰπεῖν, φησι Καλλίμαχος ἐν τοῖς ἐπιγράμμασι·

他还创作了六百行挽歌体诗行,并为公民们撰写了关于法律的散文著作。 他在第四十二届奥林匹亚节前后达到全盛期;在阿里斯托墨涅斯任执政官时、即第五十二届奥林匹亚节的第三年去世,享年七十余岁[已是老人]。在他的坟墓上刻有如下铭文: “诞育他的神圣莱斯博斯,以亲人般的泪水 痛哭长逝的皮塔科斯。” 他的格言是:“认清时机。” 另外还有一位立法者皮塔科斯,如法沃里努斯在《备忘录》第一卷以及德米特里奥斯在《同名者考》中所说,那位被称为“小皮塔科斯”。 据说,这位贤者曾对一位前来咨询婚姻事宜的青年说了以下这番话,如卡利马科斯在《铭辞诗集》中所记述:

ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρραδίου· ἄττα γέρον, δοιός με καλεῖ γάμος· μία μὲν δὴ νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ· δʼ ἑτέρη προβέβηκε. τί λώϊον; εἰ δʼ ἄγε σύν μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω. εἶπεν· δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, ἤνιδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος. οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ. κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὠ μὲν ἐπέστη πλησίον· οἱ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα2. ταῦτʼ ἀΐων ξεῖνος ἐφείσατο μείζονος οἴκου δράξασθαι, παίδων κληδόνα συνθέμενος. τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην. οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.

“一位阿塔耳纽斯的异乡人曾这样向密提林人、 许拉迪奥斯之子皮塔科斯请教: ‘德高望重的长者,有两门亲事向我招手:其中一位新娘 在财富与门第上与我相称; 而另一位则远胜于我。哪一个更好?来吧,请与我共同 商量,我当引哪一位步入婚堂? 那人如是说;而他举起手杖——老人之兵器——说道: ‘看哪,那边的人会向你道出全部的话。’ 原来在宽阔的十字路口,有些孩童正在皮鞭抽击下 旋转着飞速奔转的陀螺。 ‘随他们的踪迹去吧,’他说。那人便走近驻足; 只见孩童们喊道:‘抽打适合你自己的那个!’ 异乡人闻得此言,体察孩童之兆言, 便打消了攀附豪门的念头; 于是他也迎娶了那位寒微的新娘。狄翁啊,你亦当抽打适合你自己的陀螺。

δοκεῖ δʼ ἐκ διαθέσεως αὐτὰ εἰρηκέναι. εὐγενεστέρα γὰρ αὐτῷ οὖσα γυνή, ἐπειδήπερ ἦν Δράκοντος ἀδελφὴ τοῦ Πενθίλου, σφόδρα κατεσοβαρεύετο αὐτοῦ. Τοῦτον Ἀλκαῖος σαράποδα μὲν καὶ σάραπον ἀποκαλεῖ διὰ τὸ πλατύπουν εἶναι καὶ ἐπισύρειν τὼ πόδε· χειροπόδην δὲ διὰ τὰς ἐν τοῖς ποσὶ ῥαγάδας, ἃς χειράδας ἐκάλουν· γαύρηκα δὲ ὡς εἰκῆ γαυριῶντα· φύσκωνα δὲ καὶ γάστρωνα ὅτι παχὺς ἦν· ἀλλὰ μὴν καὶ ζοφοδορπίδαν ὡς ἄλυχνον· ἀγάσυρτον δὲ ὡς ἐπισεσυρμένον καὶ ῥυπαρόν. τούτῳ γυμνασία ἦν σῖτον ἀλεῖν, ὥς φησι Κλέαρχος φιλόσοφος. Καὶ αὐτοῦ ἐστιν ἐπιστόλιον τοιόνδε· Πιττακὸς ΚροίσῳΚέλεαί με ἱκνέεσθαι ἐς Λυδίην, ὅπως σοι τὸν ὄλβον ἴδοιμι· ἐγὼ δὲ καὶ μὴ ὁρεὶς πέπεισμαι τὸν Ἀλυάττεω παῖδα τῶν βασιλήων πολυχρυσότατον πέλειν. οὐδέν τε πλέον ἄμμιν ἱκομένοις ἐς Σάρδις3· χρυσοῦ γὰρ οὐ δεύμεθα, ἀλλὰ πέπαμαι ἄρκια καὶ τοῖς ἐμοῖς ἑτάροις, ἔμπας δʼ ἵξομαι, ὡς ἀνδρὶ ξείνῳ γενοίμην τοι συνόμιλος.

看来他是根据自身的切身遭遇说出这番话的。因为他的妻子比他出身高贵——她是彭提罗斯之子德拉孔的妹妹——故而对他极为傲慢无礼。 阿尔卡埃奥斯称他为‘扁足’和‘拖足’,因为他是平足且拖曳双足行走;又因他足上有裂隙(他们称这种裂纹为‘手裂纹’)而称他为‘裂足’;因他无端摆架子而称他为‘傲慢狂’;因他肥胖而称他为‘大肚汉’和‘肥腹’;更因他不用灯盏而称他为‘盲宴者’;因他衣衫邋遢不整而称他为‘邋遢鬼’。他的体育锻炼是研磨谷物,正如哲学家克莱阿尔科斯所说。 他还留有这样一封简短的书信: 皮塔科斯致克洛伊索斯“你命我前往吕底亚,以便瞻仰你的财富;但我即使未见,亦确信阿里亚特斯之子是诸王中最富有黄金之人。即使我们来到萨尔迪斯,亦无更多益处;因我们并不匮乏黄金,我所拥有的财富对于我和我的同伴们已然足够。即便如此,我仍将前往,以便作为异乡宾客与你结交相处。

语法注3 条
  1. 1.4.79ὑπὲρ νόμων καταλογάδην τοῖς πολίταις

    副词 καταλογάδην(“用散文”)修饰省略的著作概念(承接上文的动词 ἐποίησε),与前句的挽歌体诗行(ἐλεγεῖα ἔπη)相对照,指为城邦公民撰写的散文体法制论著。

  2. 1.4.80τὴν κατὰ σαυτὸν ἔλα

    孩童游戏中的双关语:字面上指“抽打(ἐλαύνω)适合你自己的陀螺”,引申义则为“追求/迎娶适合你自身身份地位的配偶”。κατά 接宾格表示“符合、与……相称”。

  3. 1.4.81οὐδέν τε πλέον ἄμμιν ἱκομένοις ἐς Σάρδις

    承载系动词省略的无人生述语结构(οὐδέν ἐστι πλέον,“毫无益处/无更多所得”),后接表示利害关系的与格 ἄμμιν(方言形式,等同于 ἡμῖν)及其一致分词 ἱκομένοις,意为“即便我们来到萨尔迪斯,对我们亦无更多好处”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.4.79-1.4.81