- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.4.74-1.4.78
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
记述了密提林贤人皮塔科斯的生平,包括他与弗律农的决斗、执政与宽宏大度的事迹、所立律法,以及诸多名言与道德准则。
Πιττακὸς Ὑρραδίου Μυτιληναῖος. φησὶ δὲ Δοῦρις τὸν πατέρα αὐτοῦ Θρᾷκα εἶναι. οὗτος μετὰ τῶν Ἀλκαίου γενόμενος ἀδελφῶν Μέλαγχρον καθεῖλε τὸν τῆς Λέσβου τύραννον· καὶ περὶ τῆς Ἀχιλείτιδος χώρας μαχομένων Ἀθηναίων καὶ Μυτιληναίων ἐστρατήγει μὲν αὐτός, Ἀθηναίων δὲ Φρύνων παγκρατιαστὴς Ὀλυμπιονίκης. συνέθετο δὴ μονομαχῆσαι πρὸς αὐτόν· καὶ δίκτυον ἔχων ὑπὸ τὴν ἀσπίδα λαθραίως περιέβαλε τὸν Φρύνωνα, καὶ κτείνας ἀνεσώσατο τὸ χωρίον. ὕστερον μέντοι φησὶν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς διαδικασθῆναι τοὺς Ἀθηναίους περὶ τοῦ χωρίου πρὸς τοὺς Μυτιληναίους, ἀκουοντος τῆς δίκης Περιάνδρου, ὃν καὶ τοῖς Ἀθηναίοις προσκρῖναι1.
许拉迪奥斯之子皮塔科斯是密提林人。杜里斯说他的父亲是色雷斯人。此人曾与阿尔卡埃奥斯的兄弟们联手,推翻了莱斯博斯的僭主梅兰克罗斯。当雅典人与密提林人争夺阿基莱提斯地区而交战时,他亲自担任统帅,而雅典方面的统帅则是潘克拉辛格斗的奥林匹亚获胜者弗律农。皮塔科斯便与他约定进行单挑决斗;他把一张网暗藏在盾牌之下,暗中将弗律农罩住,将其诛杀并收复了该地。不过,阿波罗多洛斯在《编年史》中记载,后来雅典人与密提林人就这片土地进行了诉讼仲裁,由珀利安德洛斯审理此案,并判定该地归雅典人所有。
Τότε δʼ οὖν τὸν Πιττακὸν ἰσχυρῶς ἐτίμησαν οἱ Μυτιληναῖοι, καὶ τὴν ἀρχὴν ἐνεχείρισαν αὐτῷ. ὁ δὲ δέκα ἔτη κατασχὼν καὶ εἰς τάξιν ἀγαγὼν τὸ πολίτευμα, κατέθετο τὴν ἀρχήν, καὶ δέκα ἐπεβίω ἄλλα. καὶ χώραν αὐτῷ ἀπένειμαν οἱ Μυτιληναῖοι· ὁ δὲ ἱερὰν ἀνῆκεν, ἥτις νῦν Πιττάκειος καλεῖται. Σωσικράτης δέ φησιν ὅτι ὀλίγον ἀποτεμόμενος ἔφη τὸ ἥμισυ τοῦ παντὸς πλεῖον εἶναι. ἀλλὰ καὶ Κροίσου διδόντος χρήματα οὐκ ἐδέξατο, εἰπὼν ἔχειν ὧν ἐβούλετο διπλάσια· ἄπαιδος γὰρ τἀδελφοῦ τελευτήσαντος κεκληρονομηκέναι.
当时密提林人极力尊崇皮塔科斯,并将政权交付给他。他执掌统治权十年,整顿了宪政秩序后便辞去职位,随后又活了十年。密提林人曾划拨给他一片土地;但他将其奉献为圣地,如今该地仍被称为‘皮塔科斯之地’。索西克拉特斯说,他仅为自己划留了极小的一部分,并说“半多于全”。而且当克洛伊索斯欲赠予他钱财时,他亦未接受,称自己所拥有的已是所需之物的双倍;因为他的兄弟无嗣而亡,他继承了其全部家产。
Παμφίλη δέ φησιν ἐν τῷ δευτέρῳ τῶν Ὑπομνημάτων, ὡς τὸν υἱὸν αὐτοῦ Τυρραῖον καθήμενον ἐπὶ κουρείου ἐν Κύμῃ χαλκεύς τις πέλεκυν ἐμβαλὼν ἀνέλοι. τῶν δὲ Κυμαίων πεμψάντων τὸν φονέα τῷ Πιττακῷ, μαθόντα καὶ ἀπολύσαντα εἰπεῖν, συγγνώμη μετανοίας κρείσσων. Ἡράκλειτος δέ φησιν, Ἀλκαῖον ὑποχείριον λαβόντα καὶ ἀπολύσαντα φάναι, συγγνώμη τιμωρίας κρείσσων. Νόμους δὲ ἔθηκε· τῷ μεθύοντι, ἐὰν ἁμάρτῃ, διπλῆν εἶναι τὴν ζημίαν· ἵνα μὴ μεθύωσι, πολλοῦ κατὰ τὴν νῆσον οἴνου γινομένου. εἶπέ τε χαλεπὸν ἐσθλὸν ἔμμεναι· οὗ καὶ Σιμωνίδης μέμνηται λέγων· ἄνδρʼ ἀγαθὸν ἀλαθέως γενέσθαι χαλεπόν, τὸ Πιττάκειον.
潘菲莱在《备忘录》第二卷中记载,他的儿子梯拉埃奥斯在库麦的一家理发馆就座时,一名铜匠扔出斧头将其杀死。当库麦人将凶手解送到皮塔科斯面前时,他在了解案情后释放了凶手,并说道: “宽恕胜于悔恨。” 但赫拉克利特却说,是他俘获了阿尔卡埃奥斯并将其释放时说道: “宽恕胜于复仇。” 他还制定了法律:凡醉酒者若犯罪,其惩罚加倍;这是为了防止人们酗酒,因为该岛出产极多的葡萄酒。他还曾说: “做一个高尚之人是艰难的;”西蒙尼德斯亦提及此语道: “正如皮塔科斯所言,成为真正善良的人是艰难的。”
μέμνηται αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ· ἀνάγκᾳ δʼ οὐδὲ θεοὶ μάχονται. καὶ ἀρχὴ ἄνδρα δείκνυσιν. ἐρωτηθεὶς δέ ποτε τί ἄριστον, τὸ παρὸν εὖ ποιεῖν. καὶ ὑπὸ Κροίσου τίς ἀρχὴ μεγίστη, ἡ τοῦ ποικίλου, ἔφη, ξύλου, σημαίνων τὸν νόμον. ἔλεγε δὲ καὶ τὰς νίκας ἄνευ αἵματος ποιεῖσθαι. ἔφη δὲ καὶ πρὸς τὸν Φωκαϊκὸν φάσκοντα δεῖν ζητεῖν ἄνθρωπον σπουδαῖον, ἂν λίαν, ἔφη, ζητῇς, οὐχ εὑρήσεις. καὶ πρὸς τοὺς πυνθανομένους τί εὐχάριστον, χρόνος, ἔφη· ἀφανές, τὸ μέλλον· πιστόν, γῆ· ἄπιστον, θάλασσα. ἔλεγέ τε συνετῶν ἀνδρῶν, πρὶν γενέσθαι τὰ δυσχερῆ, προνοῆσαι2 ὅπως μὴ γένηται·
柏拉图在《普罗泰戈拉篇》中亦提到了他: “即使诸神亦不与必然性相抗衡。” 还有: “职位显露人品。” 当有一次被问及何为至善时,他说: “把手头之事做好。” 当被克洛伊索斯问及何为最大的权力时,他说: “那涂着彩饰之木的权力,”意指法律。他亦常说,应当以不流血的方式获取胜利。当某位福西亚人声称应当寻觅一个卓越之人时,他说: “你若寻觅得过于严苛,便一无所获。” 当有人询问何为令人感激之物时,他说: “时间;”何为隐匿不可见者: “未来;”何为可靠者: “大地;”何为不可靠者: “海洋。” 他还说,智者的职责是在灾难发生之前预先防范,使其不致发生;
ἀνδρείων δέ, γενόμενα εὖ θέσθαι. ὃ μέλλεις πράττειν, μὴ πρόλεγε· ἀποτυχὼν γὰρ γελασθήσῃ. ἀτυχίαν μὴ ὀνειδίζειν, νέμεσιν αἰδούμενον. παρακαταθήκην λαβόντα ἀποδοῦναι. φίλον μὴ λέγειν κακῶς, ἀλλὰ μηδὲ ἐχθρόν. εὐσέβειαν ἀσκεῖν. σωφροσύνην φιλεῖν. ἀλήθειαν ἔχειν, πίστιν, ἐμπειρίαν, ἐπιδεξιότητα, ἑταιρίαν, ἐπιμέλειαν. Τῶν δὲ ᾀδομένων αὐτοῦ μάλιστα εὐδοκίμησε τάδε· "ἔχοντα χρὴ τόξα καὶ ἰοδόκον φαρέτρην στείχειν ποτὶ φῶτα κακόν. πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος λαλεῖ διχόθυμον ἔχουσα κραδίῃ νόημα."
而勇者的职责则是在灾祸发生后妥善应对。将行之事切勿预先张扬;因若失败,必遭人嗤笑。莫责备他人之不幸,当敬畏天罚。受人寄托之财物,务必归还。莫言朋友之恶,亦莫言仇敌之恶。践履虔敬。喜爱节制。持守真理、信义、阅历、灵巧、友爱与勤勉。 在人们所传唱的他的诗句中,尤以这几句最享盛誉: “手持弓箭与盛满毒箭的箭袋, 方可迎面走向恶人。 盖因若心中存有二心之意念, 舌头经由口舌所吐露之言, 便绝无半分可信之处。”
- 1.4.74ὃν καὶ τοῖς Ἀθηναίοις προσκρῖναι
此处间接引语结构(由主句动词 φησὶν Ἀπολλόδωρος 统辖)延伸至关系代词从句(ὃν ...)内部。关系代词 ὃν(宾格,先行词为珀利安德洛斯)充当不定式 προσκρῖναι 的逻辑主语(主格性宾格)。
- 1.4.77συνετῶν ἀνδρῶν, πρὶν γενέσθαι τὰ δυσχερῆ, προνοῆσαι
属格 συνετῶν ἀνδρῶν(以及后文 §1.4.78 中的 ἀνδρείων)是省略系动词 εἶναι 的表语性属格(表示属性、职责或特征),意为“是明智之人的职责/特征”。不定式 προνοῆσαι(及 εὖ θέσθαι)在此充当语法主语。
