- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.3.68-1.3.73
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
本节记述斯巴达贤人基隆的生平、关于其出任监察官的诸种记述,及其简练的箴言与轶事(与伊索问答、对库瑟拉岛的预言、因儿子在奥林匹亚获胜而喜极而逝),并附录了相关的短诗与书信。
Χίλων Δαμαγήτου Λακεδαιμόνιος. οὗτος ἐποίησεν ἐλεγεῖα εἰς ἔπη διακόσια, καὶ ἔφασκε πρόνοιαν περὶ τοῦ μέλλοντος λογισμῷ καταληπτὴν εἶναι ἀνδρὸς ἀρετήν. πρός τε τὸν ἀδελφὸν δυσφοροῦντα ὅτι μὴ ἔφορος ἐγένετο, αὐτοῦ ὄντος, ἐγὼ μὲν γὰρ ἐπίσταμαι, εἶπεν, ἀδικεῖσθαι, σὺ δὲ οὔ. γέγονε δὲ ἔφορος κατὰ τὴν πεντηκοστὴν πέμπτην Ὀλυμπιάδα· Παμφίλη δέ φησι κατὰ τὴν ἕκτην. καὶ πρῶτον ἔφορον γενέσθαι ἐπὶ Εὐθυδήμου, ὥς φησι Σωσικράτης. καὶ πρῶτος εἰσηγήσατο ἐφόρους τοῖς βασιλεῦσι παραζευγνύναι· Σάτυρος δὲ Λυκοῦργον. Οὗτος, ὥς φησιν Ἡρόδοτος ἐν τῇ πρώτῃ, Ἱπποκράτει θυομένῳ ἐν Ὀλυμπίᾳ, τῶν λεβήτων αὐτομάτων ζεσάντων, συνεβούλευσεν ἢ μὴ γῆμαι, ἤ, εἰ ἔχοι γυναῖκα, ἐκπέμψαι καὶ παῖδας ἀπείπασθαι.
达玛格托斯之子基隆是拉刻代蒙人。他创作了长达二百行的哀歌,并常言:凭借理性所把握的对未来的预见,乃是男儿的德行。当他的兄弟因基隆身任监察官(厄福洛斯)而自己未能任职而感到愤愤不平之时,基隆对他说: “因为我懂得承受不公,而你却不懂。” 他是在第五十五届奥林匹亚节期间担任监察官的;但潘菲莱说是第六届。索西克拉特斯则说,他是在欧梯得摩斯执政官任内成为第一位监察官的。并且,是他首先提议设立监察官以辅助并制衡双王;而萨堤洛斯则将此归功于吕库尔戈斯。 据希罗多德在第一卷中所述,当希波克拉底在奥林匹亚献祭、釜中之水无火自沸之时,基隆劝告他:要么不要娶妻,要么已有妻子便休掉她,并断绝与子女的关系。
φασὶ δʼ αὐτὸν καὶ Αἰσώπου πυθέσθαι, ὁ Ζεὺς τί εἴη ποιῶν· τὸν δὲ φάναι, τὰ μὲν ὑψηλὰ ταπεινῶν, τὰ δὲ ταπεινὰ ὑψῶν. ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, ἐλπίσιν ἀγαθαῖς. τί δύσκολον, τὸ τὰ ἀπόρρητα σιωπῆσαι, καὶ σχολὴν εὖ διαθέσθαι, καὶ ἀδικούμενον [δύνασθαι] φέρειν. προσέταττε δὲ καὶ ταῦτα· γλώττης κρατεῖν, καὶ μάλιστα ἐν συμποσίῳ. μὴ κακολογεῖν τοὺς πλησίον· εἰ δὲ μή, ἀκούσεσθαι ἐφʼ οἷς λυπήσεσθαι.
人们还说,他曾向伊索询问宙斯在做什么;伊索答道: “祂正在贬抑高者,高举卑者。” 当被问及受过教育者与未受教育者有何区别时,他说: “在于抱有美好的希望。” 当被问及何事最为艰难时,他说: “守口如瓶,善用闲暇,以及能忍受遭受不公。” 他还告诫如下准则:管束舌头,尤在酒宴之上。莫说近人的坏话,否则必将听到令自己伤心之事。
μὴ ἀπειλεῖν μηδενί· γυναικῶδες γάρ. ταχύτερον ἐπὶ τὰς ἀτυχίας τῶν φίλων ἢ ἐπὶ τὰς εὐτυχίας πορεύεσθαι. γάμον εὐτελῆ ποιεῖσθαι. τὸν τεθνηκότα μὴ κακολογεῖν. γῆρας τιμᾶν. φυλάττειν ἑαυτόν. ζημίαν αἱρεῖσθαι μᾶλλον ἢ κέρδος αἰσχρόν· ἡ μὲν γὰρ ἅπαξ ἐλύπησε, τὸ δὲ διὰ παντός. ἀτυχοῦντι μὴ ἐπεγγελᾶν. ἰσχυρὸν ὄντα πρᾷον εἶναι, ὅπως οἱ πλησίον αἰδῶνται μᾶλλον ἢ φοβῶνται. μανθάνειν τῆς αὑτοῦ οἰκίας καλῶς προστατεῖν. τὴν γλῶτταν μὴ προτρέχειν τοῦ νοῦ. θυμοῦ κρατεῖν. μαντικὴν μὴ ἐχθαίρειν. μὴ ἐπιθυμεῖν ἀδυνάτων. ἐν ὁδῷ μὴ σπεύδειν. λέγοντα μὴ κινεῖν τὴν χεῖρα· μανικὸν γάρ. νόμοις πείθεσθαι. ἠρεμίᾳ χρῆσθαι.
莫威胁任何人,因那是妇人之态。奔赴朋友的不幸应快于奔赴其幸运。缔结简朴的婚事。莫咒骂死者。敬重老年。谨守自身。宁取亏损,勿取不义之财;因为前者仅伤痛一次,后者则痛苦终身。莫嘲笑遭遇不幸之人。身居强势时务须温和,以便让近人敬重而非惧怕。学会善理自家宅院。舌头勿抢先于理智。克制愤怒。莫憎嫌占卜之术。莫渴求不可能之事。行路时勿仓促匆忙。言谈时勿挥舞双手,因那是癫狂之举。服从法律。持守安宁。
Τῶν δὲ ᾀδομένων αὐτοῦ μάλιστα εὐδοκίμησεν ἐκεῖνο· ἐν λιθίναις ἀκόναις ὁ χρυσὸς ἐξετάζεται, διδοὺς βάσανον φανεράν· ἐν δὲ χρυσῷ ἀνδρῶν ἀγαθῶν τε κακῶν τε νοῦς ἔδωκʼ ἔλεγχον. φασὶ δʼ αὐτόν ποτε γηραιὸν ἤδη ὄντα εἰπεῖν, ὡς οὐδὲν συνειδείη ἄνομον ἑαυτῷ ἐν τῷ βίῳ· διστάζειν δὲ περὶ ἑνός. κρίνων γάρ ποτε φίλῳ δίκην αὐτὸς μὲν κατὰ τὸν νόμον, τὸν δὲ φίλον πείσειεν ἀποδικάσαι αὐτοῦ1, ἵνα ἀμφότερα καὶ τὸν νόμον καὶ τὸν φίλον τηρήσαι. Ἐνδοξότατος δὲ μάλιστα παρὰ τοῖς Ἕλλησιν ἐγένετο προειπὼν περὶ Κυθήρων τῆς νήσου τῆς Λακωνικῆς. καταμαθὼν γὰρ τὴν φύσιν αὐτῆς, εἴθε, ἔφη, μὴ ἐγεγόνει, ἢ γενομένη κατεβυθίσθη.
在人们所传唱的他的诗句中,尤以这几句最享盛誉: “黄金在石质的磨刀石上受检,显出分明的试金印记; 而在黄金之中,善人与恶人的心智显明了验证。” 人们说,当他已届高龄之时曾言,他自知一生中未做过任何违背法度之事,但唯独对一件事心存犹疑:有一次他为一位朋友审理案件时,自己依法投了票,却说服同案法官宣判其朋友无罪,以此使法度与朋友两皆保全。 在希腊人中,他尤因对拉科尼亚的库瑟拉岛所作的预言而享有最崇高的名望。盖因他考察了该岛的地理形势后说道: “但愿此岛从未存在过,抑或生成之后便沉入海底。”
καὶ εὖ προὐνοήσατο. Δημάρατος μὲν γὰρ φυγὰς ὢν Λακεδαιμονίων Ξέρξῃ συνεβούλευσε τὰς ναῦς συνέχειν ἐν τῇ νήσῳ· κἂν ἑαλώκει ἡ Ἑλλάς, εἰ ἐπείσθη Ξέρξης. ὕστερόν τε Νικίας ἐπὶ τῶν Πελοποννησιακῶν καταστρεψάμενος τὴν νῆσον, φρουρὰν ἐγκατέστησεν Ἀθηναίων, καὶ πάμπολλα τοὺς Λακεδαιμονίους κακὰ διέθηκε. Βραχυλόγος τε ἦν· ὅθεν καὶ Ἀρισταγόρας ὁ Μιλήσιος τοῦτον τὸν τρόπον Χιλώνειον καλεῖ.... Βράγχου δὲ εἶναι, ὃς τὸ ἱερὸν ἔκτισε τὸ ἐν Βραγχίδαις. ἦν δὲ γέρων περὶ τὴν πεντηκοστὴν δευτέραν Ὀλυμπιάδα, ὅτε Αἴσωπος ὁ λογοποιὸς ἤκμαζεν. ἐτελεύτησε δʼ, ὥς φησιν Ἕρμιππος, ἐν Πίσῃ, τὸν υἱὸν Ὀλυμπιονίκην ἀσπασάμενος πυγμῆς. ἔπαθε δὲ τοῦτο ὑπερβολῇ τε χαρᾶς καὶ ἀσθενείᾳ πολυετίας. καὶ αὐτὸν πάντες οἱ κατὰ τὴν πανήγυριν ἐντιμότατα παρέπεμψαν. Ἔστι δὲ καὶ εἰς τοῦτον ἐπίγραμμα ἡμῶν·
而他的预见确属高明。盖因从拉刻代蒙流亡的德玛拉托斯曾建议薛西斯将舰队驻扎于该岛;薛西斯若采纳此谏,希腊早已沦陷。后来在伯罗奔尼撒战争期间,尼基阿斯攻占了该岛,设立了雅典驻军,给拉刻代蒙人造成了极大的祸患。 他言辞简短扼要;因此米利都的阿里斯塔戈拉斯亦称这种文风为‘基隆体’。……亦有人认为此系建立布兰基代圣所的布兰库斯之言。大约在第五十二届奥林匹亚节期间他已年迈,彼时寓言家伊索正处于鼎盛之年。赫尔米波斯记载道,基隆是在比萨逝世的,当时他正拥抱在拳击比赛中夺得奥林匹亚胜利的儿子。他是因过度的喜悦与暮年的衰弱而亡故的;参与节庆集会的所有人都以极高的荣礼为他送葬。 关于他,亦有我们所写的一首短诗:
"Φωσφόρε, σοί, Πολύδευκες, ἔχω χάριν, οὕνεκεν υἱὸς Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον. εἰ δʼ ὁ πατὴρ στεφανοῦχον ἰδὼν τέκνον ἤμυσεν ἡσθείς, οὐ νεμεσητόν· ἐμοὶ τοῖος ἴτω θάνατος." ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τόδε· "τόνδε δοριστέφανος Σπάρτα Χίλωνʼ ἐφύτευσεν, ὃς τῶν ἑπτὰ σοφῶν πρῶτος ἔφυ σοφίᾳ." ἀπεφθέγξατο, ἐγγύα, πάρα δʼ ἄτα. ἔστιν αὐτοῦ καὶ ἐπιστόλιον τόδε· Χίλων Περιάνδρῳ “Ἐπιστέλλεις ἐμὶν ἐκστρατείαν ἐπὶ ἐκδάμως, ὡς αὐτός κα ἐξέρποις2· ἐγὼν δὲ δοκέω καὶ τὰ οἰκῇα σφαλερὰ ἦμεν ἀνδρὶ μονάρχῳ, καὶ τῆνον τυράννων εὐδαιμονίζω ὅστις κα οἴκοι ἐξ αὐτὸς αὑτῶ κατθάνῃ.
“赐光者波吕丢刻斯啊,我向你献上感激,因基隆之子 在拳击中赢得了新鲜翠绿的野橄榄冠。 若父亲见其爱子加冕,欣喜之下倒地长逝, 亦无可非难;愿我的死亦如这般。” 在他的雕像上铭刻着如下文句: “以长矛加冕的斯巴达孕育了眼前的基隆, 他在七贤之中以智慧名列首位。” 他曾说出如下警策之言: “作保吧,破灭即在身旁。” 此外,亦有他的如下简短书信: 基隆致珀利安德洛斯: “你致信告知我关于远征异域之事,仿佛你要亲自出征一般;但我以为,对于君主而言,就连家邦内务亦充满凶险,在诸位僭主之中,我只将能在家中寿终正寝者视为幸福之人。”
- 1.3.71κρίνων γάρ ποτε φίλῳ δίκην αὐτὸς μὲν κατὰ τὸν νόμον, τὸν δὲ φίλον πείσειεν ἀποδικάσαι αὐτοῦ
此处为省略谓语动词的句式。在分词短语 κρίνων... αὐτὸς μὲν κατὰ τὸν νόμον 之后,省略了诸如 [ἔκρινε] 或 [ἐδίκασε] 之类的限定动词(意即“自己依法作出了判决/投票”)。后半句中的 πείσειεν 为间接引语中的过去式希求法,支配带不定词的宾语结构;ἀποδικάσαι 意为“宣告无罪”。结合上下文,τὸν φίλον 指同案审判的朋友(法官),基隆说服他宣判被告朋友(即属格 αὐτοῦ 所指代者)无罪,从而力求同时兼顾法律与友谊。
- 1.3.73ἐπιστέλλεις ἐμὶν ἐκστρατείαν ἐπὶ ἐκδάμως, ὡς αὐτός κα ἐξέρποις
基隆致珀利安德洛斯的书信采用了多利斯方言。ἐμὶν 相当于雅典方言的 ἐμοί;ἐκδάμως 相当于复数宾格 ἐκδήμους(异邦人);κα 相当于 ἄν;ἐξέρποις 相当于 ἐξέλθοις(出征)。动词 ἐπιστέλλεις(来信通报)以宾格名词 ἐκστρατείαν(远征)为直接宾语,其后的 ὡς αὐτός κα ἐξέρποις 表示主观企图或打算(“好似你自己要亲自出征一般”)。信末的 ἦμεν 是多利斯方言中相当于 εἶναι 的不定式,ἐξ αὐτὸς αὑτῶ 则是指“因自身天年而自然死亡”的成语用法。
