- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.2.63-1.2.67
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
作者引用了自己在全格律集里为梭伦题写的悼亡短诗,记述了梭伦丧子时的名言逸事,并收录了梭伦致珀利安德洛斯、埃庇米尼得斯、裴西斯特拉托斯及克洛伊索斯的手信。
Ἔστι δὲ καὶ ἡμέτερον ἐπίγραμμα ἐν τῇ προειρημένῃ Παμμέτρῳ, ἔνθα καὶ περὶ πάντων τῶν τελευτησάντων ἐλλογίμων διείλεγμαι παντὶ μέτρῳ καὶ ῥυθμῷ, ἐπιγράμμασι καὶ μέλεσιν, ἔχον οὕτως· "σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ· ὀστέʼ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες. ψυχὴν δʼ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον1· εὖ γὰρ θῆκε νόμους ἀστοῖς ἄχθεα κουφότατα." Ἀπεφθέγξατο δέ, φασί, Μηδὲν ἄγαν. καὶ αὐτόν φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν, ἐπειδὴ δακρύοι τὸν παῖδα τελευτήσαντα, ὃν ἡμεῖς οὐ παρειλήφαμεν, πρὸς τὸν εἰπόντα, ἀλλʼ οὐδὲν ἀνύτεις, εἰπεῖν, διʼ αὐτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω. Φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ αἵδε·
在我前文提及的《全格律集》中亦有我作的一首短诗,我在该诗集中运用各种格律和节奏,以碑铭短诗和抒情诗篇评述了所有逝去的显达之士;其诗如下: “塞浦路斯的烈火在异乡焚化了梭伦的躯干, 萨拉米斯留存着他的骸骨,其尘灰化为麦穗。 法典转板(阿克索涅斯)径直将他的灵魂引向青天;因为他 为同胞订立了良法,使其成为最轻的重负。” 据说他还曾说出“凡事勿过度”的名言。迪奥斯库里得斯在《回忆录》中记述道,当梭伦为逝去的儿子——我们并未承袭关于此子的记述——痛哭时,有人对他说: “可是你这样哭毫无益处。” 他答道: “我之所以哭泣,恰恰正是因为毫无益处。” 此外,世上还流传着他的如下书信:
Σόλων Περιάνδρῳ “Ἀπαγγέλλεις μοι πολλούς τοι ἐπιβουλεύειν. σὺ δὲ εἰ μὲν μέλλεις ἐκποδὼν ἅπαντας ποιήσεσθαι, οὐκ ἂν φθάνοις2. ἐπιβουλεύσειε δʼ ἄν τις καὶ τῶν ἀνυπόπτων, ὁ μὲν δεδιὼς περὶ αὑτῷ, ὁ δὲ σοῦ καταγνούς, οὐκ ἔσθʼ ὅ τι οὐκ ὀρρωδοῦντος· κἂν τῇ πόλει χάριν κατάθοιτο ἐξευρών, ἢν μὴ ὕποπτος εἴης. ἄριστον μὲν οὖν ἀπέχεσθαι, ἵνα τῆς αἰτίας ἀπαλλαγῇς. εἰ δὲ πάντως τυραννητέον, φροντίζειν ὅπως τὴν ἀλλοδαπὴν δύναμιν μείζονα ἕξεις τῶν ἐν τῇ πόλει, καὶ οὐδεὶς ἔτι τοι δεινός, μηδὲ σὺ ἐκποδών τινα ποιοῦ. Σόλων Ἐπιμενίδῃ “Οὔτε οἱ ἐμοὶ θεσμοὶ ἄρα Ἀθηναίους ἐπιπολὺ ὀνήσειν ἔμελλον, οὔτε σὺ καθήρας τὴν πόλιν ὤνησας. τό τε γὰρ θεῖον καὶ οἱ νομοθέται οὐ καθʼ ἑαυτὰ δύνανται ὀνῆσαι τὰς πόλεις, οἱ δὲ ἀεὶ τὸ πλῆθος ἄγοντες ὅπως ἂν γνώμης ἔχωσιν3. οὕτω δὲ καὶ τὸ θεῖον καὶ οἱ νόμοι, εὖ μὲν ἀγόντων, εἰσὶν ὠφέλιμοι· κακῶς δὲ [ἀγόντων], οὐδὲν ὠφελοῦσιν.
梭伦致珀利安德洛斯: “你向我通报说有许多人图谋危害你。但你若打算把他们全都除掉,那是绝计来不及的。未受怀疑的人中亦可能有人图谋不轨:有人是为自身安全恐惧,有人则是鄙夷你疑神疑鬼、无所不惧的心态;若你不曾怀疑他,他一旦寻得良机,便会向城邦邀功。因此,上策乃是退隐避位,以脱免罪责。但若是非要维持僭主统治不可,就务必设法使你的外邦雇佣军力压倒城内势力,如此便再无人能威胁到你,你亦无须将任何人除掉。” 梭伦致埃庇米尼得斯: “看来,我的法度未能长久造福雅典人,你净化城邦之举亦未带来久远的益处。盖因无论是神明还是立法者,单凭自身皆无法使城邦得益,关键端在始终领导民众者心意如何。故而神明与法律皆同此理:若领导者善,则有益;若领导者恶,则毫无补益。
“Οὐδʼ οἱ ἐμοὶ ἀμείνους εἰσὶ καὶ ὅσα ἐγὼ ἐνομοθέτησα. οἱ δʼ ἐπιτρέποντες τὸ ξυνὸν ἔβλαπτον, οἳ οὐκ ἐγένοντο ἐμποδὼν Πεισιστράτῳ ἐπιθέσθαι τυραννίδι. οὐδʼ ἐγὼ προλέγων πιστὸς ἦν. ἐκεῖνος δὲ πιστότερος κολακεύων Ἀθηναίους ἐμοῦ ἀληθεύοντος. ἐγὼ δὴ θέμενος πρὸ τοῦ στρατηγείου τὰ ὅπλα εἶπον τῶν μὲν μὴ αἰσθανομένων Πεισίστρατον τυραννησείοντα εἶναι ξυνετώτερος, τῶν δὲ ὀκνούντων ἀμύνεσθαι ἀλκιμώτερος4. οἱ δὲ μανίαν Σόλωνος κατεγίγνωσκον. τελευτῶν δὲ ἐμαρτυράμην, ὦ πατρίς, οὗτος μὲν Σόλων ἕτοιμός τοι καὶ λόγῳ καὶ ἔργῳ ἀμύνειν· τοῖς δʼ αὖ καὶ μαίνεσθαι δοκῶ. ὥστε ἄπειμί τοι ἐκ μέσου ὁ μόνος ἐχθρὸς Πεισιστράτου· οἱ δὲ καὶ δορυφορούντων αὐτόν εἴ τι βούλονται. ἴσθι γὰρ τὸν ἄνδρα, ὦ ἑταῖρε, δεινότατα ἁψάμενον τῆς τυραννίδος.
我的法典和我所订立的一切,并不比人本身更强。而受托掌管公利者却损害了公利,他们未能阻挡裴西斯特拉托斯篡夺僭主之位。我预先警告时无人相信;而在雅典人面前阿谀奉承的他,反倒比说真话的我更受信任。于是我将铠甲卸在将军府门前,宣称对于那些未曾察觉裴西斯特拉托斯图谋僭主位的人,我比他们更清醒,而对于那些怯于抗争的人,我比他们更勇毅。众人却反指梭伦发了疯。最后我发出誓告说: ‘祖国啊,眼前的梭伦愿在言行上全力捍卫你;可是在他们眼中,我却像是在狂言。因此,作为裴西斯特拉托斯唯一的敌人,我抽身离去;他们若愿意,尽可充当他的扈从。’ 朋友啊,你且知晓,那人攫取僭政的手法实乃至为奸黠。
ἤρξατο μὲν δημαγωγεῖν· εἶτα δὲ ἑαυτῷ τραύματα ποιήσας, παρελθὼν ἐπʼ Ἠλιαίαν ἐβόα φάμενος πεπονθέναι ταῦτα ὑπὸ τῶν ἐχθρῶν· καὶ φύλακας ἠξίου παρασχεῖν οἱ τετρακοσίους τοὺς νεωτάτους. οἱ δὲ ἀνηκουστήσαντές μου παρέσχον τοὺς ἄνδρας. οὗτοι δὲ ἦσαν κορυνηφόροι. καὶ μετὰ τοῦτο τὸν δῆμον κατέλυσεν. ἦ μάτην ἔσπευδον ἀπαλλάξαι τοὺς πένητας αὐτῶν τῆς θητείας, οἵ γε δὴ νῦν ξύμπαντες ἑνὶ δουλεύουσι Πεισιστράτῳ. Σόλων Πεισιστράτῳ “Πιστεύω μηδὲν κακὸν ἐκ σοῦ πείσεσθαι. καὶ γὰρ πρὸ τῆς τυραννίδος φίλος σοὶ ἦν, καὶ νῦν οὐ μᾶλλον διάφορος ἢ τῶν ἄλλων τις Ἀθηναίων ὅτῳ μὴ ἀρέσκει τυραννίς. εἴτε δὲ ὑφʼ ἑνὸς ἄρχεσθαι ἄμεινον αὐτοῖς, εἴτε δημοκρατεῖσθαι, πεπείσθω ᾗ ἑκάτερος γιγνώσκει.
他先是从鼓动民众入手;接着自残其身,走上民众法庭大呼小叫,声称这是遭到仇敌所伤;并要求众人为他提供由最年轻之人组成的四百名卫兵。民众违抗我的忠告,竟把卫兵给了他。这些人成了持棒卫队。此后他便倾覆了民主政体。昔日我竭力将民众中的贫苦者从劳役奴役中解救出来,如今他们竟全体臣服于裴西斯特拉托斯一人之下,诚然是徒劳一场。” 梭伦致裴西斯特拉托斯: “我相信自己不会受到来自你的任何侵害。因为在僭主统治确立之前我本是你的朋友,如今我也并不比其他任何不喜僭政的雅典人更与你敌对。但对他们而言究竟是由一人统治为善,还是实行民主为佳,便任由各人遵从自己的判断去相信吧。
καὶ σὲ φημὶ πάντων τυράννων εἶναι βέλτιστον. ἐπανήκειν δέ μοι Ἀθήναζε οὐ καλῶς ἔχον ὁρῶ, μή μέ τις μέμψηται, εἰ διαθεὶς Ἀθηναίοις ἰσοπολιτείαν, καὶ παρὸν τυραννεῖν αὐτὸς οὐκ ἀξιώσας, νῦν ἐπανελθὼν ἀρεσκοίμην οἷς σὺ πράσσεις. Σόλων Κροίσῳ “Ἄγαμαί σε τῆς περὶ ἡμᾶς φιλοφροσύνης· καὶ νὴ τὴν Ἀθηνᾶν, εἰ μὴ περὶ παντός μοι ἦν5 οἰκεῖν ἐν δημοκρατίᾳ, ἐδεξάμην ἂν μᾶλλον τὴν δίαιταν ἔχειν ἐν τῇ παρὰ σοὶ βασιλείᾳ ἢ Ἀθήνησι, τυραννοῦντος βιαίως Πεισιστράτου. ἀλλὰ καὶ ἡδίων ἡμῖν ἡ βιοτή, ἔνθα πᾶσι τὰ δίκαια καὶ ἴσα. ἀφίξομαι δʼ οὖν παρὰ σέ, σπεύδων τοι ξένος γενέσθαι.
我也声明,在所有僭主之中你是最善之人。然而我深知自己返回雅典并非良策,免得有人指责我:我既曾为雅典人确立平等的公民权,且自身本可称僭主却不屑为之,如今若重返故里,倒显得赞同你的作为了。” 梭伦致克洛伊索斯: “我赞赏你对我们的一片深情厚意;指着雅典娜起誓,若非生活在民主政体之下对我而言高于一切,我宁可选择定居于你治下的王国,也不愿留在裴西斯特拉托斯施加暴力统治的雅典。然而,在人人享有公道和平等之地生活,对我们而言终究更为惬意。无论如何,我定当造访你处,渴望成为你的宾客。”
- 1.2.63ψυχὴν δʼ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον
主语为 ἄξονες(刻有梭伦法典的旋转木板),在此拟人化,指因其立法之功,法典木板直接将他的灵魂引往青天。
- 1.2.64οὐκ ἂν φθάνοις
οὐκ ἂν φθάνοις 为希腊语习语(字面意为‘你无法抢先’),在此意为‘你动作再快也来不及’或‘你绝计无法及时除尽所有人’。
- 1.2.64οἱ δὲ ἀεὶ τὸ πλῆθος ἄγοντες ὅπως ἂν γνώμης ἔχωσιν
承前句 οὐ καθʼ ἑαυτὰ δύνανται ὀνῆσαι τὰς πόλεις 形成对比而产生的破格或省略结构;语义上补充为‘(城邦得益与否)端在始终引导民众者的心意如何’。ἔχω 搭配属格 γνώμης 表示‘处于……的心态/意向’。
- 1.2.65εἶπον τῶν μὲν μὴ αἰσθανομένων ... ξυνετώτερος, τῶν δὲ ὀκνούντων ... ἀλκιμώτερος
隶属于 εἶπον 的‘宾格加不定词’结构,其中主语宾格(ἐμαυτόν)被省略。分词短语 τῶν μὴ αἰσθανομένων 与 τῶν ὀκνούντων 分别作为比较属格,由比较级形容词 ξυνετώτερος 与 ἀλκιμώτερος 统辖。
- 1.2.67εἰ μὴ περὶ παντός μοι ἦν
惯用句型 περὶ παντός ἐστί μοι(‘对我而言至高无上/最为紧要’)的未完成过去时,与后文的归结分句 ἐδεξάμην ἂν μᾶλλον 一同构成与过去事实相反的虚拟条件句(反事实条件句)。
