第欧根尼·拉尔修

哲人言行录

§1.2.57-1.2.62

梭伦的追加法令、格言与逝世

本节记载了梭伦关于印章雕刻、伤害独眼者、执政官醉酒、荷马史诗朗诵规程等法律及名言格言,并记叙了他的道德诫命、与米姆涅尔摩斯的答辩、著作名录,以及他在塞浦路斯去世并归葬萨拉米斯的传说。

← 上一节下一节 →

δακτυλιογλύφῳ μὴ ἐξεῖναι σφραγῖδα φυλάττειν τοῦ πραθέντος δακτυλίου· καὶ ἐὰν ἕνα ὀφθαλμὸν ἔχοντος ἐκκόψῃ τις, ἀντεκκόπτειν τοὺς δύο. μὴ ἔθου, μὴ ἀνέλῃ· εἰ δὲ μή, θάνατος ζημία. τῷ ἄρχοντι, ἐὰν μεθύων ληφθῇ, θάνατον εἶναι τὴν ζημίαν. Τά τε Ὁμήρου ἐξ ὑποβολῆς1 γέγραφε ῥαψῳδεῖσθαι, οἷον ὅπου πρῶτος ἔληξεν, ἐκεῖθεν ἄρχεσθαι τὸν ἐχόμενον. μᾶλλον οὖν Σόλων Ὅμηρον ἐφώτισεν Πεισίστρατος, ὥς φησι Διευχίδας ἐν πέμπτῳ Μεγαρικῶν. ἦν δὲ μάλιστα τὰ ἔπη ταυτί· οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον καὶ τὰ ἑξῆς.

印章雕刻师不得保留已售出戒指的印模;若有人将仅有一只眼者的一目挖出,则当以挖出其双目作为报复。非你所置之物,切莫拾取;若违此令,死刑为惩罚。执政官若醉酒被捕,惩罚为死刑。 他还立下规矩,荷马的诗篇须按接续的方式吟诵,即前一人在何处止息,后一人便从该处开始。因此,正如迪埃乌基得斯在《墨加拉史》第五卷中所述,照亮荷马的是梭伦,更甚于裴西斯特拉托斯。那诗句主要便是这几行: “领有雅典之人……” 以及其后的诗句。

Πρῶτος δὲ Σόλων τὴν τριακάδα ἔνην καὶ νέαν ὠνόμασε. καὶ πρῶτος τὴν συναγωγὴν τῶν ἐννέα ἀρχόντων ἐποίησεν εἰς τὸ συνειπεῖν2, ὡς Ἀπολλόδωρός φησιν ἐν δευτέρῳ Περὶ νομοθετῶν. ἀλλὰ καὶ τῆς στάσεως γενομένης οὔτε μετὰ τῶν ἐξ ἄστεος, οὔτε μετὰ τῶν πεδιέων, ἀλλʼ οὐδὲ μετὰ τῶν παράλων ἐτάχθη. Ἔλεγε δὲ τὸν μὲν λόγον εἴδωλον εἶναι τῶν ἔργων· βασιλέα δὲ τὸν ἰσχυρότατον τῇ δυνάμει. τοὺς δὲ νόμους τοῖς ἀραχνίοις ὁμοίους· καὶ γὰρ ἐκεῖνα, ἐὰν μὲν ἐμπέσῃ τι κοῦφον καὶ ἀσθενές, στέγειν· ἐὰν δὲ μεῖζον, διακόψαν οἴχεσθαι. ἔφασκέ τε σφραγίζεσθαι τὸν μὲν λόγον σιγῇ, τὴν δὲ σιγὴν καιρῷ.

梭伦是第一个将每月第三十日命名为‘旧新之日’(晦朔之日)的人。他也是第一个召集九位执政官举行联席会议以便共同商议的人,正如阿波罗多洛斯在《论立法者》第二卷中所言。此外,当内讧发生时,他既未站在城邦派一边,亦未站在平原派一边,更未站在沿海派一边。 他常说,言论是行动的影子(映像);王乃力量上最强盛者;法律如同蜘蛛网,因为蜘蛛网若落入轻微弱小之物,便能兜住;若落入庞大之物,则被冲破而物已遁去。他又言,言论当以沉默为封印,而沉默当以时机为封印。

ἔλεγε δὲ τοὺς παρὰ τοῖς τυράννοις δυναμένους παραπλησίους εἶναι ταῖς ψήφοις ταῖς ἐπὶ τῶν λογισμῶν. καὶ γὰρ ἐκείνων ἑκάστην ποτὲ μὲν πλείω σημαίνειν, ποτὲ δὲ ἥττω· καὶ τούτων τοὺς τυράννους ποτὲ μὲν ἕκαστον μέγαν ἄγειν καὶ λαμπρόν, ποτὲ δὲ ἄτιμον. ἐρωτηθεὶς διὰ τί κατὰ πατροκτόνου νόμον οὐκ ἔθηκε, διὰ τὸ ἀπελπίσαι3, ἔφη. πῶς τε ἥκιστʼ ἂν ἀδικοῖεν οἱ ἄνθρωποι, εἰ ὁμοίως, ἔφη, ἄχθοιντο τοῖς ἀδικουμένοις οἱ μὴ ἀδικούμενοι. καὶ τὸν μὲν κόρον ὑπὸ τοῦ πλούτου γεννᾶσθαι, τὴν δὲ ὕβριν ὑπὸ τοῦ κόρου. ἠξίωσέ τε Ἀθηναίους τὰς ἡμέρας κατὰ σελήνην ἄγειν. καὶ Θέσπιν ἐκώλυσε τραγῳδίας διδάσκειν, ὡς ἀνωφελῆ τὴν ψευδολογίαν. ὅτʼ οὖν

他还说,在僭主身旁掌握权势者,犹如算板上的算珠;因为每枚算珠时而代表多数,时而代表少数;而僭主们对待其宠臣,亦时而视每人为尊大显赫,时而视其为卑贱无光。当被问及为何未制定针对杀父罪的法律时,他答道:“因为我对这种罪行会发生不抱指望(未曾料想)。”又被问及人怎样才能最少犯下不义,他答道:“若未受不义者能同受不义者一样感到义愤。”他还说: “餍足由财富所生,而傲慢则由餍足所生。” 他要求雅典人依月相纪日。他还禁止忒斯庇斯编排悲剧,认为这种虚构言辞毫无益处。因此,当

Πεισίστρατος ἑαυτὸν κατέτρωσεν, ἐκεῖθεν ἔφη ταῦτα φῦναι4. τοῖς τε ἀνθρώποις συνεβούλευσεν, ὥς φησιν Ἀπολλόδωρος ἐν τῷ Περὶ τῶν φιλοσόφων αἱρέσεων, τάδε· καλοκἀγαθίαν ὅρκου πιστοτέραν ἔχε. μὴ ψεύδου. τὰ σπουδαῖα μελέτα. φίλους μὴ ταχὺ κτῶ· οὓς δʼ ἂν κτήσῃ μὴ ἀποδοκίμαζε. ἄρχε πρῶτον μαθὼν ἄρχεσθαι. συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ ἄριστα. νοῦν ἡγεμόνα ποιοῦ. μὴ κακοῖς ὁμίλει. θεοὺς τίμα, γονέας αἰδοῦ. φασὶ δʼ αὐτὸν καὶ Μιμνέρμου γράψαντος, "αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδωνέων ἑξηκονταέτη μοῖρα κίχοι θανάτου,"

裴西斯特拉托斯自残其身时,梭伦便说这种阴谋正是从那里(悲剧表演的虚构)滋生出来的。正如阿波罗多洛斯在《论哲学流派》中所记,他还给世人留下了如下忠告:“视品行的高洁比誓言更为可靠。切莫说谎。潜心于崇高严肃的事业。不要轻率结交朋友;一旦结交,便勿加以摒弃。先学会受人治理,然后再行统治。莫献迎合取悦之言,而献最善之策。以理性为向导。勿与恶人交往。敬奉诸神,孝敬父母。”据说当米姆涅尔摩斯写下: “愿无疾病亦无痛苦之忧虑, 六十年岁时死之命运将我攫取。

ἐπιτιμῶντα αὐτῷ εἰπεῖν· "ἀλλʼ εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτον· μηδὲ μέγαιρʼ ὅτι σεῦ λῷον ἐπεφρασάμην· καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δʼ ἄειδε· ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου." Τῶν δὲ ᾀδομένων αὐτοῦ ἐστι τάδε· "πεφυλαγμένος ἄνδρα ἕκαστον, ὅρα μὴ κρυπτὸν ἔχθος ἔχων κραδίῃ, φαιδρῷ προσενέπῃ προσώπῳ, γλῶσσα δέ οἱ διχόμυθος ἐκ μελανῆς φρενὸς γεγωνῇ." Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους καὶ ἐπῳδούς.

梭伦责备他,并说道: “但若你如今仍肯听从我,便将此句删去; 休因我比你思虑得更为良善而心怀嫉恨; 利居阿斯塔得斯之子啊,改动诗篇,如此歌唱吧: ‘八十年岁时死之命运将我攫取。’” 世人传唱的他的一首诗如下: “留心每一个人,密切提防, 免得他心中怀着隐秘的仇怨, 却以满面春风向你言语, 而他那双歧之舌, 正从阴暗的心底高声呼喊。” 显然,他撰写了自己的法律,以及民众演讲辞、寄予自身的劝诫、挽歌体诗,还有关于萨拉米斯和雅典国制长达五千行的史诗,以及抑扬格诗与长短句讽刺诗。

Ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τάδε· " Μήδων ἄδικον παύσασʼ ὕβριν, ἥδε Σόλωνα τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν." Ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν ἕκτην Ὀλυμπιάδα, ἧς τῷ τρίτῳ ἔτει ἦρξεν Ἀθήνησι, καθά φησι Σωσικράτης· ὅτε καὶ τίθησι τοὺς νόμους. ἐτελεύτησε δʼ ἐν Κύπρῳ βιοὺς ἔτη ὀγδοήκοντα, τοῦτον ἐπισκήψας τοῖς ἰδίοις τὸν τρόπον, ἀποκομίσαι αὐτοῦ τὰ ὀστᾶ εἰς Σαλαμῖνα καὶ τεφρώσαντας εἰς τὴν χώραν σπεῖραι. ὅθεν καὶ Κρατῖνος ἐν τοῖς Χείρωσί φησιν, αὐτὸν ποιῶν λέγοντα· "οἰκῶ δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος, ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν."

在他的雕像上刻有如下铭文: “平息了米底人不义的傲慢,此地萨拉米斯 孕育了眼前的神圣立法者梭伦。” 正如索西克拉泰斯所述,梭伦的全盛期约在第四十六届奥林匹克运动会期间,他在该届第三年担任雅典执政官;彼时他制定了各项法律。他享年八十岁,死于塞浦路斯,临终前嘱咐族人,将其骸骨运回萨拉米斯,火化后将骨灰撒在田野各地。因此克拉提诺斯在《喀戎们》中借梭伦之口说道: “正如凡间传闻所言,我定居于海岛, 散落于埃阿斯的整个城邦。

语法注4 条
  1. 1.2.57ἐξ ὑποβολῆς

    介词短语 ἐξ ὑποβολῆς 为习语,意为“承接前人提词”或“接力/轮流地”。其具体含义由紧随其后的解释性分句 οἷον ὅπου ὁ πρῶτος ἔληξεν, ἐκεῖθεν ἄρχεσθαι τὸν ἐχόμενον(“即第一人在何处止息,下一人便从该处开始”)直接阐明。

  2. 1.2.58εἰς τὸ συνειπεῖν

    此结构为介词 εἰς 接带冠词不定式 τὸ συνειπεῖν,表示目的或预期的结果。它修饰名词短语 τὴν συναγωγὴν τῶν ἐννέα ἀρχόντων,表示他设立九执政官的集会是为了“让他们共同商议/发表一致意见”。

  3. 1.2.59διὰ τὸ ἀπελπίσαι

    该短语由介词 διά 支配带冠词的不定式 τὸ ἀπελπίσαι,表原因。动词 ἀπελπίζω 通常意为“绝望”或“放弃希望”,在此处引申为对某事发生“不抱指望/未曾料想”,即指梭伦从未料想到会有弑父这样的恶行发生。

  4. 1.2.59-1.2.60ἐκεῖθεν ἔφη ταῦτα φῦναι

    副词 ἐκεῖθεν(“从那里”)指代前文中提到的忒斯庇斯戏剧演出中的虚构言辞(ὡς ἀνωφελῆ τὴν ψευδολογίαν)。梭伦以此指出,裴西斯特拉托斯自残以欺骗城邦的阴谋(ταῦτα),正是从悲剧表演的虚构作假手法中滋生(φῦναι)出来的。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.2.57-1.2.62