第欧根尼·拉尔修

哲人言行录

§1.2.52-1.2.56

与裴西斯特拉托斯的往来及梭伦的法令

引述了梭伦斥责雅典人招致僭主统治的诗篇以及裴西斯特拉托斯劝其返乡的信函,随后列举了梭伦制定的优良法令,包括赡养父母、惩治懒惰、重奖阵亡将士以及抑制运动员过高奖金等。

← 上一节下一节 →

"εἰ δὲ πεπόνθατε δεινὰ διʼ ὑμετέρην κακότητα, μή τι θεοῖς τούτων μοῖραν ἐπαμφέρετε. αὐτοὶ γὰρ τούτους ηὐξήσατε, ῥύσια δόντες, καὶ διὰ ταῦτα κακὴν ἴσχετε δουλοσύνην. ὑμέων δʼ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει, σύμπασιν δʼ ὑμῖν κοῦφος ἔνεστι νόος. εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρός, εἰς ἔργον δʼ οὐδὲν γιγνόμενον βλέπετε." καὶ οὗτος μὲν ταῦτα. Πεισίστρατος δʼ αὐτῷ φεύγοντι τοῦτον ἐπέστειλε τὸν τρόπον·

“如果你们因自己的怯懦而遭受了可怕的灾难, 切莫将这其中的任何一份归咎于诸神; 因为是你们自己给予了保证(抵押),从而壮大了这些人, 正因如此,你们才承受着卑劣的奴役。 你们每个人独自一人时都循着狐狸的脚印行走, 但你们所有人集合在一起时,心中却空虚浮躁; 因为你们只注视着一个狡诈之人的舌头和言辞, 却全然不看那实际正在发生的事情。” 梭伦所作的正是这些诗句。而当梭伦流亡在外时,裴西斯特拉托斯按如下方式给他写了信:

Πεισίστρατος ΣόλωνιΟὔτε μόνος Ἑλλήνων τυραννίδι ἐπεθέμην, οὔτε οὐ προσῆκόν μοι1, γένους ὄντι τῶν Κοδριδῶν. ἀνέλαβον γὰρ ἐγὼ ὀμόσαντες Ἀθηναῖοι παρέξειν Κόδρῳ τε καὶ τῷ ἐκείνου γένει, ἀφείλοντο. τά τε ἄλλα ἁμαρτάνω οὐδὲν περὶ θεοὺς περὶ ἀνθρώπους· ἀλλὰ καθότι σὺ διέθηκας τοὺς θεσμοὺς Ἀθηναίοις, ἐπιτρέπω πολιτεύειν. καὶ ἄμεινόν γε πολιτεύουσιν κατὰ δημοκρατίαν· οὐκ ἐῶ γὰρ οὐδένα ὑβρίζειν· καὶ τύραννος ἐγὼ οὐ πλέον τι φέρομαι τἀξιώματος καὶ τῆς τιμῆς· ὁποῖα δὲ καὶ τοῖς πρόσθεν βασιλεῦσιν ἦν τὰ ῥητὰ γέρα. ἀπάγει δὲ ἕκαστος Ἀθηναίων τοῦ αὑτοῦ κλήρου δεκάτην, οὐκ ἐμοί, ἀλλʼ ὁπόθεν ἔσται ἀναλοῦν εἴς τε θυσίας δημοτελεῖς καὶ εἴ τι ἄλλο τῶν κοινῶν καὶ ἢν [] πόλεμος ἡμᾶς καταλάβῃ.

裴西斯特拉托斯致梭伦 “我既非希腊人中唯一夺取僭主之位的人,作为科德罗斯后裔之属,这也并非不合乎我的身份。因为我不过是收回了雅典人曾发誓给予科德罗斯及其家族、后来却夺走的事物。在其他各方面,我对神对人均无所冒犯;反而正如你为雅典人所制定律法那样,我准许他们自行治理城邦。而且他们现在的治理甚至比在民主政体下更为出色;因为我不允许任何人横行霸道;而身为僭主的我,除却从前列王所享有的那些明确特权之外,并未多得任何尊荣与特权。每一位雅典人从自己的份地中缴纳十分之一税,这并非献给我,而是作为款项来源,用于公费祭祀以及任何其他公共事务,或用于战争降临于我们之时。

Σοὶ δʼ ἐγὼ οὔτι μέμφομαι μηνύσαντι τὴν ἐμὴν διάνοιαν. εὐνοίᾳ γὰρ τῆς πόλεως μᾶλλον κατὰ τὸ ἐμὸν ἔχθος ἐμήνυες· ἔτι τε ἀμαθίᾳ τῆς ἀρχῆς, ὁποίαν τινὰ ἐγὼ καταστήσομαι. ἐπεὶ μαθὼν τάχʼ ἂν ἠνέσχου καθισταμένου, οὐδʼ ἔφυγες2. ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ, ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου. ἴσθι γὰρ μηδʼ ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. εἰ δὲ ἀξιώσεις τῶν ἐμῶν φίλων εἷς εἶναι, ἔσῃ ἀνὰ πρώτους· οὐ γάρ τι ἐν σοὶ ἐνορῶ δολερὸν ἄπιστον· εἴτε ἄλλως Ἀθήνησιν οἰκεῖν, ἐπιτετράψεται. ἡμῶν δὲ οὕνεκα μὴ ἐστέρησο τῆς πατρίδος.

“对于你揭发我的意图,我丝毫未加责怪。因为你揭发是出于对城邦的善意,而非出于对我的仇恨;更是出于对我的政权的不解,不知我将建立怎样的统治;盖因若你知晓,在它确立之际你或许早已能够容忍,也不会逃亡了。因此,请回故乡吧,纵无誓言亦请信任我,梭伦不会从裴西斯特拉托斯这里遭受任何不快。请知晓,我的仇敌中亦无任何一人遭受过此类对待。若你愿意成为我的朋友之一,你将位列首要之席;因为我在你身上看不出任何诡诈或不忠;若你只想以其他方式定居在雅典,那也尽可允许。请莫因我们的缘故而丧失祖国。

Ταῦτα μὲν Πεισίστρατος. Σόλων δὲ ὅρον ἀνθρωπίνου βίου φησὶν ἔτη ἑβδομήκοντα. Δοκεῖ δὲ καὶ κάλλιστα νομοθετῆσαι· ἐάν τις μὴ τρέφῃ τοὺς γονέας, ἄτιμος ἔστω· ἀλλὰ καὶ τὰ πατρῷα κατεδηδοκὼς ὁμοίως. καὶ ἀργὸς ὑπεύθυνος ἔστω παντὶ τῷ βουλομένῳ γράφεσθαι. Λυσίας δʼ ἐν τῷ κατὰ Νικίου Δράκοντά φησι γεγραφέναι τὸν νόμον, Σόλωνα δὲ τὸν ἡταιρηκότα εἴργειν τοῦ βήματος. συνέστειλε δὲ καὶ τὰς τιμὰς τῶν ἐν ἀγῶσιν ἀθλητῶν, Ὀλυμπιονίκῃ μὲν τάξας πεντακοσίας δραχμάς, Ἰσθμιονίκῃ δὲ ἑκατόν, καὶ ἀνὰ λόγον ἐπὶ τῶν ἄλλων. ἀπειρόκαλον γὰρ τὸ ἐξαίρειν τὰς τούτων τιμάς, ἀλλὰ μόνων ἐκείνων τῶν ἐν πολέμοις τελευτησάντων, ὧν καὶ τοὺς υἱοὺς δημοσίᾳ τρέφεσθαι καὶ παιδεύεσθαι.

裴西斯特拉托斯所写便是这些。梭伦说人类生命的界限是七十年。 他也因制定了最为卓越的法律而受称赞:若有人不赡养父母,剥夺其公民权;同样,挥霍父辈产业者亦当如此。游手好闲者亦当向任何愿意控告他的人承担罪责。然而吕西亚斯在《反驳尼客阿斯》中称德拉古制定了这条法律,而梭伦制定的是禁止卖淫者登上讲坛的法律。他还削减了运动会选手的奖金,规定奥林匹克优胜者得五百德拉克马,地峡运动会优胜者得一百德拉克马,其他赛事亦按比例依此类推;因为他认为抬高这些人的尊荣是俗不可耐的,而应当只抬高那些在战争中阵亡者的尊荣,其子嗣亦应当由公费抚养和受教育。

Ὅθεν καὶ ἐζήλουν πολλοὶ καλοὶ κἀγαθοὶ γίνεσθαι κατὰ πόλεμον· ὡς Πολύζηλος, ὡς Κυνέγειρος, ὡς Καλλίμαχος, ὡς σύμπαντες οἱ Μαραθωνομάχοι· ἔτι τε Ἁρμόδιος καὶ Ἀριστογείτων καὶ Μιλτιάδης καὶ μυρίοι ὅσοι. ἀθληταὶ δὲ καὶ ἀσκούμενοι πολυδάπανοι, καὶ νικῶντες ἐπιζήμιοι καὶ στεφανοῦνται κατὰ τῆς πατρίδος μᾶλλον κατὰ τῶν ἀνταγωνιστῶν3· γέροντές τε γενόμενοι κατὰ τὸν Εὐριπίδην "τρίβωνες ἐκλιπόντες οἴχονται κρόκας." ὅπερ συνιδὼν Σόλων μετρίως αὐτοὺς ἀπεδέξατο. κάλλιστον δὲ κἀκεῖνο· τὸν ἐπίτροπον τῇ τῶν ὀρφανῶν μητρὶ μὴ συνοικεῖν, μηδʼ ἐπιτροπεύειν, εἰς ὃν οὐσία ἔρχεται τῶν ὀρφανῶν τελευτησάντων. κἀκεῖνο·

因此,许多人竞相在战争中成为英勇崇高的人:如玻吕泽洛斯、库奈戈洛斯、卡利马科斯,以及所有马拉松战役的勇士们;此外还有哈尔摩狄奥斯与阿里斯托革顿、米勒提亚得斯以及无数的其他人。然而运动员即便在训练时也耗费巨大,一旦获胜又带来损害,并且他们戴上桂冠不是为了对抗对手,毋宁是针对祖国而戴;而当年老之时,正如欧里庇得斯所言: ‘如同磨损的粗袍失去了绒毛,便悄然消逝。’ 梭伦洞察到了这一点,因而对他们适度接纳。另一条法律亦是极佳的:监护人不得与孤儿的母亲同居,且在孤儿死后财产归其所有的人,不得担任孤儿的监护人。还有这一条:

语法注3 条
  1. 1.2.53οὔτε οὐ προσῆκόν μοι

    双重否定(οὔτε οὐ)用于强化肯定意义(“并非不适宜于我”,即“合乎我的权利与身份”)。无人称动词 προσήκει 的中性分词 προσῆκον 作谓语性或对格绝对结构使用。

  2. 1.2.54ἐπεὶ μαθὼν τάχʼ ἂν ἠνέσχου καθισταμένου, οὐδʼ ἔφυγες

    连词 ἐπεί 引导一个反事实推论(“因为假若知晓,你或许早就……”),ἄν 加上过去直说部 ἠνέσχου 表示与过去事实相反的虚拟结果。καθισταμένου 为无人称的属格独立结构,意为“当政局/体制正在确立之时”。

  3. 1.2.56κατὰ τῆς πατρίδος μᾶλλον ἢ κατὰ τῶν ἀνταγωνιστῶν

    介词 κατά 接属格表示敌对或不利(“对反…… / 对……有害”)。此处表达一种批评观念,即运动员夺冠戴冠,与其说是击败了竞争对手,不如说是给自己的祖国造成了损害与负担。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.2.52-1.2.56