第欧根尼·拉尔修

哲人言行录

§1.2.45-1.2.51

梭伦的立法与收复萨拉米斯及海外漫游

本段记述了雅典立法者梭伦的功绩:推行“解负令”与制定法律、装疯收复萨拉米斯岛、阻挠裴西斯特拉托斯建立僭主统治,以及漫游异国时与克罗索斯的问答和在奇里乞亚建立索利城等事迹。

← 上一节下一节 →

Σόλων Ἐξηκεστίδου Σαλαμίνιος πρῶτον μὲν τὴν σεισάχθειαν εἰσηγήσατο Ἀθηναίοις· τὸ δὲ ἦν λύτρωσις σωμάτων τε καὶ κτημάτων. καὶ γὰρ ἐπὶ σώμασιν ἐδανείζοντο καὶ πολλοὶ διʼ ἀπορίαν ἐθήτευον. ἑπτὰ δὴ ταλάντων ὀφειλομένων αὐτῷ πατρῴων συνεχώρησε πρῶτος καὶ τοὺς λοιποὺς τὸ ὅμοιον προὔτρεψε πρᾶξαι. καὶ οὗτος νόμος ἐκλήθη σεισάχθεια· φανερὸν δὲ διὰ τί. Ἔπειτα τοὺς λοιποὺς νόμους ἔθηκεν, οὓς μακρὸν ἂν εἴη διεξιέναι, καὶ ἐς τοὺς ἄξονας κατέθετο.

埃克塞克斯提得斯之子、萨拉米斯人梭伦首先向雅典人引进了“解负令”;这是对人身与财产的赎释。因为人们过去曾以人身为抵押借债,许多人因贫困而沦为雇农。于是,当有七塔兰同的父辈债务欠他时,他率先予以免除,并劝勉其他人也这样做。这一法令被称为“解负令”;其原因是不言自明的。 随后,他制定了其余的法律——这些法律若一一历数则篇幅太长——并将它们刻录在旋转木柱(阿克索涅斯)上保存。

Τὸ δὲ μέγιστον, τῆς πατρίδος αὐτοῦ [Σαλαμῖνος] ἀμφισβητουμένης ὑπό τε Ἀθηναίων καὶ Μεγαρέων καὶ πολλάκις τῶν Ἀθηναίων ἐπταικότων ἐν τοῖς πολέμοις καὶ ψηφισαμένων εἴ τις ἔτι συμβουλεύσοι περὶ Σαλαμῖνος μάχεσθαι, θανάτῳ ζημιοῦσθαι1, οὗτος μαίνεσθαι προσποιησάμενος καὶ στεφανωσάμενος εἰσέπαισεν εἰς τὴν ἀγοράν· ἔνθα τοῖς Ἀθηναίοις ἀνέγνω διὰ κήρυκος τὰ συντείνοντα περὶ Σαλαμῖνος ἐλεγεῖα καὶ παρώρμησεν αὐτούς. καὶ αὖθις πρὸς τοὺς Μεγαρέας ἐπολέμησαν καὶ ἐνίκων διὰ Σόλωνα.

而最重大的事情是,当他的故乡萨拉米斯在雅典人与麦加拉人之间产生争端,而雅典人在战争中屡次受挫,并投票决议若有人再提议为萨拉米斯而战便处以死刑时,他装疯卖傻,头戴花冠冲入广场;在那里,他通过传令官向雅典人朗诵了关于萨拉米斯的挽歌,激发起他们的斗志。于是他们再次与麦加拉人作战,并在梭伦的引领下赢得了胜利。

ἦν δὲ τὰ ἐλεγεῖα τὰ μάλιστα καθαψάμενα τῶν Ἀθηναίων τάδε· "εἴην δὴ τότʼ ἐγὼ Φολεγάνδριος Σικινίτης ἀντί γʼ Ἀθηναίου, πατρίδʼ ἀμειψάμενος. αἶψα γὰρ ἂν φάτις ἥδε μετʼ ἀνθρώποισι γένοιτο· Ἀττικὸς οὗτος ἀνὴρ τῶν Σαλαμιναφετῶν." εἶτα· "ἴομεν εἰς Σαλαμῖνα μαχησόμενοι περὶ νήσου ἱμερτῆς χαλεπόν τʼ αἶσχος ἀπωσόμενοι." ἔπεισε δὲ αὐτοὺς καὶ τὴν ἐν Θρᾴκῃ Χερρόνησον προσκτήσασθαι.

那些最深深触动雅典人的挽歌是这样的: “但愿那时我是弗勒甘德罗斯或锡基诺斯的人, 换掉祖国,而不再是雅典人! 因为这样的话语定会迅速在人们中间流传: ‘这个人是阿提卡人,是抛弃萨拉米斯者之一。’” 随后又道: “让我们前往萨拉米斯,为争夺那可爱的岛屿而战, 洗刷掉那沉重的耻辱!” 他还说服他们额外获取了色雷斯的赫尔松尼斯。

ἵνα δὲ μὴ δοκοίη βίᾳ μόνον, ἀλλὰ καὶ δίκῃ τὴν Σαλαμῖνα κεκτῆσθαι, ἀνασκάψας τινὰς τάφους ἔδειξε τοὺς νεκροὺς πρὸς ἀνατολὰς ἐστραμμένους, ὡς ἦν ἔθος θάπτειν Ἀθηναίοις· ἀλλὰ καὶ αὐτοὺς τοὺς τάφους πρὸς ἕω βλέποντας καὶ ἀπὸ τῶν δήμων τοὺς χρηματισμοὺς ἐγκεχαραγμένους, ὅπερ ἦν ἴδιον Ἀθηναίων. ἔνιοι δέ φασι καὶ ἐγγράψαι αὐτὸν εἰς τὸν κατάλογον τοῦ Ὁμήρου μετὰ τὸν "Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας— ""στῆσε δʼ ἄγων, ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες."

为了显得不仅凭武力,而且亦凭正义拥有萨拉米斯,他发掘了若干坟墓,指明死者是面朝东方埋葬的,这正是雅典人的安葬习俗;不仅如此,坟墓本身亦朝向东方,且镌刻着按德谟划分的称号,这亦是雅典人所特有的。还有人说,他在荷马史诗的名录中,紧接在下面这行之后: “埃阿斯从萨拉米斯率领了十二艘战船——”增补了这样一行: “他率船而来,驻扎在雅典军阵排布之处。

Τοῦ δὴ λοιποῦ προσεῖχον αὐτῷ δῆμος καὶ ἡδέως κἂν τυραννεῖσθαι ἤθελον πρὸς αὐτοῦ· δʼ οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Σωσικράτης, προαισθόμενος τὸ ἐφʼ ἑαυτῷ2 διεκώλυσεν. ᾅξας γὰρ εἰς τὴν ἐκκλησίαν μετὰ δόρατος καὶ ἀσπίδος προεῖπεν αὐτοῖς τὴν ἐπίθεσιν τοῦ Πεισιστράτου· καὶ οὐ μόνον, ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα· ἄνδρες Ἀθηναῖοι, τῶν μὲν σοφώτερος, τῶν δὲ ἀνδρειότερός εἰμι· σοφώτερος μὲν τῶν τὴν ἀπάτην τοῦ Πεισιστράτου μὴ συνιέντων, ἀνδρειότερος δὲ τῶν ἐπισταμένων μέν, διὰ δέος δὲ σιωπώντων. καὶ βουλή, Πεισιστρατίδαι ὄντες, μαίνεσθαι ἔλεγον αὐτόν· ὅθεν εἶπε ταυτί· "δείξει δὴ μανίην μὲν ἐμὴν βαιὸς χρόνος ἀστοῖς, δείξει, ἀληθείης ἐς μέσον ἐρχομένης."

此后,民众对他倾心,甚至乐意由他作为僭主来进行统治;但他并未选择这条道路,反而正如索西克拉泰斯所言,他事先察觉了同族裴西斯特拉托斯的图谋,尽其所能加以阻止。因为他手持长矛与盾牌冲入公民大会,向他们预告了裴西斯特拉托斯的袭击;不仅如此,他还表明自己已准备好前去救援,并说道: “雅典人啊,比起你们中的一些人我更聪明,比起另一些人我更勇敢:比起那些看不穿裴西斯特拉托斯诡计的人,我更为聪明;而比起那些虽明白却因恐惧而保持沉默的人,我更为勇敢。” 然而作为裴西斯特拉托斯党羽的议事会却说他疯了;为此他吟道: “短短的时日便会向市民们表明我的疯狂, 当真理步入大众视野之时,便会表明。

τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν· "ἐκ νεφέλης φέρεται χιόνος μένος ἠδὲ χαλάζης· βροντή τʼ ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς· ἀνδρῶν δʼ ἐκ μεγάλων πόλις ὄλλυται· ἐς δὲ μονάρχου δῆμος ἀϊδρίῃ δουλοσύνην ἔπεσεν." Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων3 ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγείου καὶ εἰπών, πατρίς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ, ἀπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν. ὅτε καὶ ἐρωτηθεὶς ὑπʼ αὐτοῦ, τίς σοι δοκεῖ εὐδαίμων; Τέλλος, ἔφη, Ἀθηναῖος καὶ Κλέοβις καὶ Βίτων καὶ τὰ θρυλούμενα.

他预言裴西斯特拉托斯实行僭主统治的挽歌如下: “从云层中涌现出风雪与冰雹的狂威, 雷鸣产生于耀眼的闪电; 城邦因伟大的人物而毁灭;由于无知, 民众堕入了君主的奴役之中。” 当裴西斯特拉托斯业已夺权,梭伦因无法说服民众,便把武器卸在将务厅门前,说道: “祖国啊,我无论在言论还是行动上都已救援了你,”随后便起航前往埃及与塞浦路斯,并拜访了克罗索斯。当时,当克罗索斯询问他: “在你看来谁是幸福的?” 他答道: “雅典人泰洛斯,以及克勒奥比斯与比同,”并讲述了那些广为流传的故事。

Φασὶ δέ τινες ὅτι κοσμήσας ἑαυτὸν Κροῖσος παντοδαπῶς καὶ καθίσας εἰς τὸν θρόνον ἤρετο αὐτὸν εἴ τι θέαμα κάλλιον τεθέαται· δέ ἀλεκτρυόνας, εἶπε, καὶ φασιανοὺς καὶ ταώς· φυσικῷ γὰρ ἄνθει κεκόσμηνται καὶ μυρίῳ καλλίονι. ἐκεῖθέν τε ἀπαλλαγεὶς ἐγένετο ἐν Κιλικίᾳ, καὶ πόλιν συνῴκισεν ἣν ἀπʼ αὐτοῦ Σόλους ἐκάλεσεν· ὀλίγους τέ τινας τῶν Ἀθηναίων ἐγκατῴκισεν, οἳ τῷ χρόνῳ τὴν φωνὴν ἀποξενωθέντες σολοικίζειν ἐλέχθησαν. καί εἰσιν οἱ μὲν ἔνθεν Σολεῖς, οἱ δʼ ἀπὸ Κύπρου Σόλιοι. ὅτε δὲ τὸν Πεισίστρατον ἔμαθεν ἤδη τυραννεῖν, τάδε ἔγραψε πρὸς τοὺς Ἀθηναίους·

有人说,克罗索斯在极尽装饰自己并坐上王座后,问他是否见过更为美丽的景象;梭伦答道: “公鸡、野鸡和孔雀;因为它们受天生丽质所装饰,比这美丽万倍。” 离开那里后,他来到奇里乞亚,建立了一座以自己名字命名的城邦索利;并安排了少数雅典人在此定居,随着时间的流逝,这些人的语言变得荒腔走板,被称为“说粗俗不合规范的话(独语/粗鄙语)”。从这里出产的人被称为索勒埃斯人,而来自塞浦路斯那座城的人则被称为索利奥伊人。当他获悉裴西斯特拉托斯已然实行僭主统治时,便写信给雅典人道:

语法注3 条
  1. 1.2.46ψηφισαμένων εἴ τις ἔτι συμβουλεύσοι περὶ Σαλαμῖνος μάχεσθαι, θανάτῳ ζημιοῦσθαι

    间接引语中的条件句结构。在条件从句中,εἴ τις ἔτι συμβουλεύσοι 是直接引语中的将来时直陈语气(或 ἐάν 带虚拟语气)在过去时序列中转变为斜说希求法;主句则以依赖于决议动词 ψηφισαμένων 的不定式 ζημιοῦσθαι 表达。

  2. 1.2.49τὸ ἐφʼ ἑαυτῷ

    带有中性定冠词 τὸ 的介词短语 ἐφʼ ἑαυτῷ,作名词性/副词性宾格,意为“就其自身而言”或“在其能力所及的范围内”,用以限定后接动词 διεκώλυσεν 的范围。

  3. 1.2.50οὐ πείθων

    现在分词 πείθων 与否定词 οὐ 连用,体现未遂(conative)用法,含有“试图说服却未能成功(无法说服)”的未完成或尝试意味,作为表示原因的环境分词修饰主动词 ἔθηκε。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.2.45-1.2.51