第欧根尼·拉尔修

哲人言行录

§1.1.40-1.1.44

关于七贤人的诸说与泰勒斯的书信

本节在提及归于泰勒斯名下的名言“认识你自己”后,综述了关于七贤人的品性、聚会地点以及成员名单与人数的各种异说,并在最后收录了泰勒斯致费勒居得斯和致梭伦的两封伪托书信。

← 上一节下一节 →

Τούτου ἐστὶν τὸ Γνῶθι σαυτόν, ὅπερ Ἀντισθένης ἐν ταῖς Διαδοχαῖς Φημονόης εἶναί φησιν, ἐξιδιοποιήσασθαι δὲ αὐτὸ Χίλωνα. Περὶ δὴ τῶν ἑπτάἄξιον γὰρ ἐνταῦθα καθολικῶς κἀκείνων ἐπιμνησθῆναιλόγοι φέρονται τοιοῦτοι. Δάμων Κυρηναῖος, γεγραφὼς Περὶ τῶν φιλοσόφων, πᾶσιν ἐγκαλεῖ, μάλιστα δὲ τοῖς ἑπτά. Ἀναξιμένης δέ φησι πάντας ἐπιθέσθαι ποιητικῇ· δὲ Δικαίαρχος οὔτε σοφοὺς οὔτε φιλοσόφους φησὶν αὐτοὺς γεγονέναι, συνετοὺς δέ τινας καὶ νομοθετικούς. Ἀρχέτιμος δὲ Συρακούσιος ὁμιλίαν αὐτῶν ἀναγέγραφε παρὰ Κυψέλῳ, καὶ αὐτός φησι παρατυχεῖν· Ἔφορος δὲ παρὰ Κροίσῳ πλὴν Θαλοῦ. φασὶ δέ τινες καὶ ἐν Πανιωνίῳ καὶ ἐν Κορίνθῳ καὶ ἐν Δελφοῖς συνελθεῖν αὐτούς.

“认识你自己”这一名言属于他,尽管安提斯泰尼在《学派承继录》中说这句话属于菲摩诺厄,而奇隆将其据为己有。 关于这七位贤人——在此总括性地提一提他们也是恰当的——流传着如下说法。居勒尼的大蒙著有《论哲学家》,指责了所有的哲学家,尤其是这七位贤人。阿那克西美尼说他们全都涉足过诗歌创作;而狄开阿耳库斯则说他们既不是智者也不是哲学家,而是一些聪慧之士和立法者。叙拉古的阿耳克提摩斯记载了他们在库普塞洛斯宫中的一次聚会,并称自己当时亦在场;埃福罗斯则记载他们是在克罗索斯宫中聚会,但泰勒斯除外。也有人说他们是在帕尼奥尼翁、科林斯以及德尔斐聚会的。

διαφωνοῦνται δὲ καὶ αἱ ἀποφάσεις αὐτῶν καὶ ἄλλου ἄλλο φασίν, ὡς ἐκεῖνο· "ἦν Λακεδαιμόνιος Χίλων σοφός, ὃς τάδʼ ἔλεξε· μηδὲν ἄγαν· καιρῷ πάντα πρόσεστι καλά." στασιάζεται δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν. Μαιάνδριος μὲν γὰρ ἀντὶ Κλεοβούλου καὶ Μύσωνος Λεώφαντον Γοργιάδα, Λεβέδιον Ἐφέσιον, ἐγκρίνει καὶ Ἐπιμενίδην τὸν Κρῆτα· Πλάτων δὲ ἐν Πρωταγόρᾳ Μύσωνα ἀντὶ Περιάνδρου· Ἔφορος δὲ ἀντὶ Μύσωνος Ἀνάχαρσιν· οἱ δὲ καὶ Πυθαγόραν προσγράφουσιν. Δικαίαρχος δὲ τέσσαρας ὡμολογημένους ἡμῖν παραδίδωσι, Θαλῆν, Βίαντα, Πιττακόν, Σόλωνα. ἄλλους δὲ ὀνομάζει ἕξ, ὧν ἐκλέξασθαι τρεῖς1, Ἀριστόδημον, Πάμφυλον, Χίλωνα Λακεδαιμόνιον, Κλεόβουλον, Ἀνάχαρσιν, Περίανδρον. ἔνιοι προστιθέασιν Ἀκουσίλαον Κάβα Σκάβρα Ἀργεῖον.

他们的箴言亦有所争议,人们将同一句话归于不同的人,比如下面这首诗: “拉刻代蒙人奇隆是位贤者,曾言道: 凡事勿过度;适时乃百善之所在。” 关于他们的人数也存在分歧。迈安德里奥斯不用克勒奥布洛与米松,而列入戈耳吉阿达斯之子勒俄凡托斯(黎伯多斯人或以弗所人)以及克里特人埃庇米尼得斯;柏拉图在《普罗泰戈拉篇》中用米松代替佩里安德;埃福罗斯用阿那卡耳西斯代替米松;还有人把毕达哥拉斯增补进去。狄开阿耳库斯向我们传述了公认的四位:泰勒斯、比阿斯、庇塔库斯、梭伦。他又提出了另外六人,从中当选取三人:阿里斯托德摩斯、潘菲洛斯、拉刻代蒙人奇隆、克勒奥布洛、阿那卡耳西斯、佩里安德。有人还加上了阿耳戈斯人阿库西拉俄斯(卡巴斯之子,或斯卡布拉斯之子)。

Ἕρμιππος δʼ ἐν τῷ Περὶ τῶν σοφῶν ἑπτακαίδεκά φησιν, ὧν τοὺς ἑπτὰ ἄλλους ἄλλως αἱρεῖσθαι· εἶναι δὲ Σόλωνα, Θαλῆν, Πιττακόν, Βίαντα, Χίλωνα, 〈Μύσωνα〉, Κλεόβουλον, Περίανδρον, Ἀνάχαρσιν, Ἀκουσίλαον, Ἐπιμενίδην, Λεώφαντον, Φερεκύδην, Ἀριστόδημον, Πυθαγόραν, Λᾶσον Χαρμαντίδου Σισυμβρίνου, ὡς Ἀριστόξενος Χαβρίνου, Ἑρμιονέα, Ἀναξαγόραν. Ἱππόβοτος δὲ ἐν τῇ Τῶν φιλοσόφων ἀναγραφῇ· Ὀρφέα, Λίνον, Σόλωνα, Περίανδρον, Ἀνάχαρσιν, Κλεόβουλον, Μύσωνα, Θαλῆν Βίαντα, Πιττακόν, Ἐπίχαρμον, Πυθαγόραν. Φέρονται δὲ καὶ τοῦ Θαλοῦ ἐπιστολαὶ αἵδε·

赫耳米波斯在《论贤哲》中说有十七人,不同的人从中各选取不同的七人;他们是:梭伦、泰勒斯、庇塔库斯、比阿斯、奇隆、〈米松〉、克勒奥布洛、佩里安德、阿那卡耳西斯、阿库西拉俄斯、埃庇米尼得斯、勒俄凡托斯、费勒居得斯、阿里斯托德摩斯、毕达哥拉斯、赫耳弥俄涅的拉索斯(卡尔曼提得斯或西松布里诺斯之子,或如阿里斯托克塞诺斯所说是卡布里诺斯之子),以及阿那克萨哥拉。希波博托斯在《哲学家名录》中则列入:俄耳甫斯、利诺斯、梭伦、佩里安德、阿那卡耳西斯、克勒奥布洛、米松、泰勒斯、比阿斯、庇塔库斯、埃庇卡尔摩斯、毕达哥拉斯。 流传下来的泰勒斯的书信还有如下数封:

Θαλῆς ΦερεκύδειΠυνθάνομαί σε πρῶτον Ἰώνων μέλλειν λόγους ἀμφὶ τῶν θείων χρημάτων ἐς τοὺς Ἕλληνας φαίνειν. καὶ τάχα μὲν γνώμη τοι δικαίη ἐς τὸ ξυνὸν καταθέσθαι γραφὴν ἐφʼ ὁποιοισοῦν ἐπιτρέπειν χρῆμα ἐς οὐδὲν ὄφελος. εἰ δή τοι ἥδιον, ἐθέλω γενέσθαι λεσχηνευτὴς περὶ ὁτέων γράφεις· καὶ ἢν κελεύῃς, παρὰ σὲ ἀφίξομαι ἐς Σῦρον. γὰρ ἂν οὐ φρενήρεες εἴημεν2 ἐγώ τε καὶ Σόλων Ἀθηναῖος, εἰ πλώσαντες μὲν ἐς Κρήτην κατὰ τὴν τῶν κεῖθι ἱστορίην, πλώσαντες δὲ ἐς Αἴγυπτον ὁμιλήσοντες τοῖς ἐκεῖ ὅσοι ἱερέες τε καὶ ἀστρολόγοι, παρὰ σὲ δὲ μὴ [πλώσαιμεν]. ἥξει γὰρ καὶ Σόλων, ἢν ἐπιτρέπῃς.

泰勒斯致费勒居得斯: “我获悉,你是伊奥尼亚人中第一个打算向希腊人公开发表关于神圣事物之言论的人。你的用意或许是正当的,即使著作成为公共财产,而不是毫无益处地托付给不论何等人。若对你来说更为合意,我愿成为与你探讨所书写之事的清谈伴侣;只要你吩咐,我便前往锡罗斯岛拜访你。确实,我和雅典的梭伦如果航行前往克里特探察那里的历史,航行前往埃及与那里的祭司和天文学家交往,却不航行前往你那里,那我们岂非失去理智了吗?因为只要你应允,梭伦亦会同来。

σὺ μέντοι χωροφιλέων ὀλίγα φοιτέεις ἐς Ἰωνίην, οὐδέ σε ποθὴ ἴσχει ἀνδρῶν ξείνων· ἀλλά, ὡς ἔλπομαι, ἑνὶ μούνῳ χρήματι πρόσκεαι τῇ γραφῇ. ἡμέες δὲ οἱ μηδὲν γράφοντες περιχωρέομεν τήν τε Ἑλλάδα καὶ Ἀσίην. Θαλῆς ΣόλωνιὙπαποστὰς ἐξ Ἀθηνέων δοκέεις ἄν μοι ἁρμοδιώτατα ἐν Μιλήτῳ οἶκον ποιέεσθαι3 παρὰ τοῖς ἀποίκοις ὑμέων· καὶ γὰρ ἐνθαῦτά τοι δεινὸν οὐδέν. εἰ δὲ ἀσχαλήσεις ὅτι καὶ Μιλήσιοι τυραννεόμεθα-ἐχθαίρεις γὰρ πάντας αἰσυμνήταςἀλλὰ τέρποιʼ ἂν σὺν τοῖς ἑτάροις ἡμῖν καταβιούς. ἐπέστειλε δέ τοι καὶ Βίης ἥκειν ἐς Πριήνην· σὺ δὲ εἰ προσηνέστερόν τοι τὸ Πριηνέων ἄστυ, κεῖθι οἰκέειν, καὶ αὐτοὶ παρὰ σὲ οἰκήσομεν.

然而你由于眷恋故土,极少前往伊奥尼亚,对异乡人亦无思慕之情;而是如我所料,仅致力于写作这一件事。至于我们这些不作任何撰述的人,则四处周游于希腊和亚细亚。泰勒斯致梭伦: “在我看来,离开雅典之后,你在米利都于你们的殖民者之中安家是最合适不过的了;因为在此地对你而言亦无任何可畏惧之事。即使你会因为我们米利都人同样遭受僭主统治而感到不悦——因为你憎恶一切专权者——然而与我们这些同道生活在一起,你仍会感到欣慰。比阿斯也曾致信邀你前往普里埃涅;如果你觉得普里埃涅人的城邦更为顺心,那就住在那里吧,我们自己也会迁去你那里居住。

语法注3 条
  1. 1.1.41ὧν ἐκλέξασθαι τρεῖς

    由表示部分属格的关系代词 ὧν 引导的不定式 ἐκλέξασθαι,在此充当间接引语的延续,或表目的与当为(“应当从中选出三人”)。

  2. 1.1.43ἦ γὰρ ἂν οὐ φρενήρεες εἴημεν

    ἦ γὰρ ἂν... εἴημεν 构成带有 ἄν 和希求法的潜在/反事实条件句的归结节,呼应以 εἰ 引导的条件从句(包含分词 πλώσαντες 及省略/括号中的希求法动词),意为“如果我们不航行到你那里,我们岂非失去理智了吗”。

  3. 1.1.44δοκέεις ἄν μοι ... ποιέεσθαι

    此处采用人称句结构(δοκέεις ἄν μοι),而非无人称结构(δοκεῖ μοι ἄν σε...);助词 ἄν 与不定式 ποιέεσθαι 结合,表达一种委婉的建议或推测(“在我看来你定居在……是最合适不过的”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.1.40-1.1.44