第欧根尼·拉尔修

哲人言行录

§1.10.112-1.10.115

埃庇米尼得斯的著作、预言与书信

记述了埃庇米尼得斯的著作、设立圣所、异闻传说及其致梭伦的书信,随后记载了他的奇特饮食、受神祇崇拜、对穆尼基亚与斯巴达战败等的预言,以及其遗体归宿与同名人物。

← 上一节下一节 →

συνέγραψε δὲ καὶ καταλογάδην Περὶ θυσιῶν καὶ τῆς ἐν Κρήτῃ πολιτείας καὶ Περὶ Μίνω καὶ Ῥαδαμάνθυος εἰς ἔπη τετρακισχίλια1. ἱδρύσατο δὲ καὶ παρʼ Ἀθηναίοις τὸ ἱερὸν τῶν Σεμνῶν, ὥς φησι Λόβων Ἀργεῖος ἐν τῷ Περὶ ποιητῶν. λέγεται δὲ καὶ πρῶτος οἰκίας καὶ ἀγροὺς καθῆραι καὶ ἱερὰ ἱδρύσασθαι. εἰσὶ δʼ οἳ μὴ κοιμηθῆναι αὐτὸν λέγουσιν, ἀλλὰ χρόνον τινὰ ἐκπατῆσαι ἀσχολούμενον περὶ ῥιζοτομίαν. Φέρεται δʼ αὐτοῦ καὶ ἐπιστολὴ πρὸς Σόλωνα τὸν νομοθέτην, περιέχουσα πολιτείαν ἣν διέταξε Κρησὶ Μίνως. ἀλλὰ Δημήτριος Μάγνης ἐν τοῖς περὶ ὁμωνύμων ποιητῶν τε καὶ συγγραφέων διελέγχειν πειρᾶται τὴν ἐπιστολὴν ὡς νεαρὰν καὶ μὴ τῇ Κρητικῇ φωνῇ γεγραμμένην, Ἀτθίδι δὲ καὶ ταύτῃ νέᾳ. ἐγὼ δὲ καὶ ἄλλην εὗρον ἐπιστολὴν ἔχουσαν οὕτως·

他还用散文写下了《论祭祀》和《论克里特的政制》,并写就了四千行的长诗《论米诺斯与拉达曼提斯》。正如阿耳戈斯人洛邦在《论诗人》中所说,他还在雅典人那里建立了崇严女神(塞姆奈)的圣所。相传他还是净化房屋和田地以及建立圣所的第一人。然而也有人说他并没有沉睡,而是有一段时间漫游在外,潜心于采集草药。 还流传有一封他致立法者梭伦的书信,内容载有米诺斯为克里特人所制定的政制。但马格内西亚的德米特里在《同名诗人与作家考》中试图论证此信为伪作,理由是此信时代较晚,且并非用克里特方言写成,而是用雅典方言,而且是晚近的雅典方言。但我还找到了另一封信,内容如下:

Ἐπιμενίδης ΣόλωνιΘάρρει, ἑταῖρε. αἰ γὰρ ἔτι θητευόντεσσιν Ἀθηναίοις καὶ μὴ εὐνομημένοις ἐπεθήκατο Πεισίστρατος, εἶχέ κα τὰν ἀρχὰν ἀεί2, ἀνδραποδιξάμενος τὼς πολιήτας· νῦν δὲ οὐ κακὼς ἄνδρας δουλῶται· τοὶ μεμναμένοι τᾶς Σόλωνος μανύσιος ἀλγιόντι πεδʼ αἰσχύνας οὐδὲ ἀνεξοῦνται τυραννούμενοι. ἀλλʼ αἴ κα Πεισίστρατοςαὐτὸσκατασχέθῃ τὰν πόλιν, οὐ μὰν ἐς παῖδάς γε τήνω ἔλπομαι τὸ κράτος ἵξεσθαι· δυσμάχανον γὰρ ἀνθρώπως ἐλευθεριάξαντας ἐν τεθμοῖς ἀρίστοις δούλως ἦμεν. τὺ δὲ μὴ ἀλᾶσθαι, ἀλλʼ ἕρπε ἐς Κρήτην ποθʼ ἁμέ. τουτᾶ γὰρ οὐκ ἐσεῖταί τιν δεινὸς μόναρχος· αἰ δέ πη ἐπʼ ἀλατείᾳ ἐγκύρσωντί τοι τοὶ τήνω φίλοι, δειμαίνω μή τι δεινὸν πάθῃς.

“埃庇米尼得斯致梭伦: 请鼓起勇气,朋友。设若在雅典人仍处于佣工境地且未享良好法度之时,庇西特拉图起而发难,他本可将公民沦为奴隶而永久把持权位;然而如今,他所奴役的并非卑劣怯懦之辈;他们铭记梭伦的训导,因深感羞辱而痛苦,决不会容忍受僭主统治。即便庇西特拉图本人能控制城邦,我断不信权势会传至其子嗣之手;因为让在至善法制中尝过自由滋味的人沦为奴隶,乃是难以得逞之事。你莫要四处流亡,来克里特投奔我们罢。在这里,那位专制者对你并不可畏;但若在流亡路上他的同党何处撞见你,我唯恐你遭遇不测。

Καὶ οὗτος μὲν ὧδε. φησὶ δὲ Δημήτριός τινας ἱστορεῖν ὡς λάβοι παρὰ Νυμφῶν ἔδεσμά τι καὶ φυλάττοι ἐν χηλῇ βοός· προσφερόμενός τε κατʼ ὀλίγον μηδεμιᾷ κενοῦσθαι ἀποκρίσει μηδὲ ὀφθῆναί ποτε ἐσθίων. μέμνηται αὐτοῦ καὶ Τίμαιος ἐν τῇ δευτέρᾳ. λέγουσι δέ τινες ὅτι Κρῆτες αὐτῷ θύουσιν ὡς θεῷ· φασὶ γὰρ καὶπρογνωστικώτατον γεγονέναι. ἰδόντα γοῦν τὴν Μουνιχίαν παρʼ Ἀθηναίοις ἀγνοεῖν φάναι αὐτοὺς ὅσων κακῶν αἴτιον ἔσται τοῦτο τὸ χωρίον αὐτοῖς· ἐπεὶ κἂν τοῖς ὀδοῦσιν αὐτὸ διαφορῆσαι3· ταῦτα ἔλεγε τοσούτοις πρότερον χρόνοις. λέγεται δὲ ὡς καὶ πρῶτος αὑτὸν Αἰακὸν λέγοι, καὶ Λακεδαιμονίοις προείποι τὴν ὑπʼ Ἀρκάδων ἅλωσιν προσποιηθῆναί τε πολλάκις ἀναβεβιωκέναι.

此信便是如此。德米特里还说,有人记载他从宁芙仙女那里得到某种食物,贮存在牛蹄中;他每次进食极微量,体内从未因任何排泄物而排空,也从未有人见他进食。蒂迈欧在第二卷中亦提及他。有人还说克里特人把他当作神明来献祭,因为据说他极具先知之能。至少在雅典人那里见到穆尼基亚时,他说雅典人并不知道此地将给他们带来多少灾祸,否则他们纵是用牙齿也会将其撕咬毁尽;他在如此久远的年代便说出了这番话。相传他还是第一个自称是埃阿科斯的人,并曾向拉栖代梦人预言他们将被阿卡迪亚人俘获,且自称曾多次复活。

Θεόπομπος δʼ ἐν τοῖς Θαυμασίοις, κατασκευάζοντος αὐτοῦ τὸ τῶν Νυμφῶν ἱερὸν ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ, Ἐπιμενίδη, μὴ Νυμφῶν, ἀλλὰ Διός· Κρησί τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπʼ Ἀρκάδων, καθάπερ προείρηται· καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῷ. Γηρᾶσαί τʼ ἐν τοσαύταις ἡμέραις αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη· καὶ γὰρ τοῦτό φησι Θεόπομπος. Μυρωνιανὸς δὲ ἐν Ὁμοίοις φησὶν ὅτι Κούρητα αὐτὸν ἐκάλουν Κρῆτες· καὶ τὸ σῶμα αὐτοῦ φυλάττουσι Λακεδαιμόνιοι παρʼ ἑαυτοῖς κατά τι λόγιον, ὥς φησι Σωσίβιος Λάκων. Γεγόνασι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο, τε γενεαλόγος καὶ τρίτος Δωρίδι γεγραφὼς περὶ Ῥόδου.

泰奥庞普斯在《奇闻录》中记述,当他建造宁芙仙女的圣所时,天空中破空传来一道声音: “埃庇米尼得斯,不要为了宁芙,而要为了宙斯!” 他还向克里特人预言了拉栖代梦人将被阿卡迪亚人击溃,正如前文所述;而拉栖代梦人确实在奥尔戈墨诺斯附近被俘。 据说他老化的日数恰与其沉睡的年数相等;泰奥庞普斯也如是说。米罗尼亚诺斯在《相似事物录》中说克里特人称他为库瑞斯;而据拉克尼亚人索西比奥斯所言,拉栖代梦人依照某条神谕将他的遗体保存在本邦。 历史上还有另外两位埃庇米尼得斯:一位是谱系学者,第三位则是用多利斯方言撰写罗得岛志的人。

语法注3 条
  1. 1.10.112συνέγραψε δὲ καὶ καταλογάδην Περὶ θυσιῶν καὶ τῆς ἐν Κρήτῃ πολιτείας καὶ Περὶ Μίνω καὶ Ῥαδαμάνθυος εἰς ἔπη τετρακισχίλια

    副词 καταλογάδην(“散文地”)修饰其后的两部作品(《论祭祀》与《论克里特的政制》),而第三部作品《论米诺斯与拉达曼提斯》则与末尾的 εἰς ἔπη τετρακισχίλια(“达四千行诗句”)构成对照并受其限定。全句列举了三部著作。

  2. 1.10.113αἰ γὰρ ἔτι θητευόντεσσιν Ἀθηναίοις καὶ μὴ εὐνομημένοις ἐπεθήκατο Πεισίστρατος, εἶχέ κα τὰν ἀρχὰν ἀεί

    此信完全采用多利斯方言写成:αἰ γάρ 相当于雅典方言中引导与事实相反假设的 εἰ γάρ(“倘若……”),后件的 εἶχέ κα 则相当于雅典方言的 εἶχεν ἄν(未完成过去直陈式加小辞 ἄν)。θητευόντεσσιν 是与格复数分词,相当于雅典方言的 θητεύουσιν。

  3. 1.10.114ἐπεὶ κἂν τοῖς ὀδοῦσιν αὐτὸ διαφορῆσαι

    由带有省略意味的 ἐπεί(“否则……”/“盖因若非如此……”)引导,κἂν 为 καὶ ἄν 的缩合。小辞 ἄν 与间接引语中的不定词 διαφορῆσαι 结合,表示反事实推论(“否则他们纵是用牙齿也会将其撕咬毁尽”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.10.112-1.10.115