- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.1.34-1.1.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
记述了泰勒斯仰观星象坠坑的轶事、其著作诗作与名言警句,随后记载其对尼罗河泛滥的解释、生卒年代、同名人物考略,以及在竞技场观赛时去世并附有题铭。
λέγεται δʼ ἀγόμενος ὑπὸ γραὸς ἐκ τῆς οἰκίας, ἵνα τὰ ἄστρα κατανοήσῃ, εἰς βόθρον ἐμπεσεῖν καὶ αὐτῷ ἀνοιμώξαντι φάναι τὴν γραῦν1· σὺ γάρ, ὦ Θαλῆ, τὰ ἐν ποσὶν οὐ δυνάμενος ἰδεῖν τὰ ἐπὶ τοῦ οὐρανοῦ οἴει γνώσεσθαι; οἶδε δʼ αὐτὸν ἀστρονομούμενον καὶ Τίμων, καὶ ἐν τοῖς Σίλλοις ἐπαινεῖ αὐτὸν λέγων· "οἷόν θʼ ἑπτὰ Θάλητα σοφῶν σοφὸν ἀστρονόμημα." Τὰ δὲ γεγραμμένα ὑπʼ αὐτοῦ φησι Λόβων ὁ Ἀργεῖος εἰς ἔπη τείνειν διακόσια. ἐπιγεγράφθαι δʼ αὐτοῦ ἐπὶ τῆς εἰκόνος τόδε· "τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασʼ ἀνέδειξεν ἀστρολόγων πάντων πρεσβύτατον σοφίᾳ."
据说当他被一位老妇领出屋外观察星宿时,跌入了一处深坑,老妇对呻吟着的他说道: “泰勒斯啊,你连脚下的东西都看不见,难道还以为能认识天上的事物吗?” 蒂蒙也知晓他从事天文之学,并在《嘲讽诗》中称赞他说: “正如七贤中的泰勒斯,那精巧的天文研究者。” 阿尔戈斯的罗本说,他所写的著述长达二百行诗。在他的雕像上则题刻着如下诗句: “这尊泰勒斯由伊奥尼亚的米利都抚育,并昭示于世, 在智慧上是所有天文学者中最古老的前辈。”
Τῶν τε ᾀδομένων αὐτοῦ τάδε εἶναι· "οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν· ἕν τι μάτευε σοφόν, ἕν τι κεδνὸν αἱροῦ· δήσεις γὰρ ἀνδρῶν κωτίλων γλώσσας ἀπεραντολόγους." Φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε· "πρεσβύτατον τῶν ὄντων θεός· ἀγένητον γάρ. κάλλιστον κόσμος· ποίημα γὰρ θεοῦ. μέγιστον τόπος· ἅπαντα γὰρ χωρεῖ. τάχιστον νοῦς· διὰ παντὸς γὰρ τρέχει. ἰσχυρότατον ἀνάγκη· κρατεῖ γὰρ πάντων. σοφώτατον χρόνος· ἀνευρίσκει γὰρ πάντα." οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν. σὺ οὖν, ἔφη τις, διὰ τί οὐκ ἀποθνήσκεις; ὅτι, ἔφη, οὐδὲν διαφέρει.
在归于他名下的传唱歌谣中,有这样的话: “繁多的言辞绝不显露明达的见解; 当求取某一件智慧之事, 当拣选某一件高尚之物; 如此你便能封住饶舌之人无休止的口舌。” 流传的他的箴言还有如下数则: “存在之物中最古者为神,因其未生。 最美者为宇宙,因其为神之造物。 最大者为空间,因其容纳一切。 最疾者为心灵,因其驰骋于万有之中。 最强者为必然,因其主宰万物。 最智者为时间,因其查明一切。” 他说死亡与活着毫无差别。 “那么你,”有人说,“为何不去死呢?” “因为,”他说,“毫无差别。”
πρὸς τὸν πυθόμενον τί πρότερον γεγόνοι, νὺξ ἢ ἡμέρα, ἡ νύξ, ἔφη, μιᾷ ἡμέρᾳ πρότερον. ἠρώτησέ τις αὐτὸν εἰ λήθοι θεοὺς ἄνθρωπος ἀδικῶν· ἀλλʼ οὐδὲ διανοούμενος, ἔφη. πρὸς τὸν μοιχὸν ἐρόμενον εἰ ὀμόσειε μὴ μεμοιχευκέναι, οὐ χεῖρον, ἔφη, μοιχείας ἐπιορκία. ἐρωτηθεὶς τί δύσκολον, ἔφη, τὸ ἑαυτὸν γνῶναι· τί δὲ εὔκολον, τὸ ἄλλῳ ὑποθέσθαι· τί ἥδιστον, τὸ ἐπιτυγχάνειν· τί τὸ θεῖον, τὸ μήτε ἀρχὴν ἔχον μήτε τελευτήν. τί δὲ καινὸν εἴη τεθεαμένος2 ἔφη· γέροντα τύραννον. πῶς ἄν τις ἀτυχίαν ῥᾷστα φέροι, εἰ τοὺς ἐχθροὺς χεῖρον πράσσοντας βλέποι· πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν, ἐὰν ἃ τοῖς ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν·
对于询问夜与昼何者在先的人,他说: “是夜,先于一天。” 有人问他作恶之人是否能瞒过神灵: “哪怕仅仅动了作恶的念头也瞒不过,”他说。对于向他询问是否应当起誓宣称自己不曾通奸的通奸者,他说: “伪誓并不比通奸更轻。” 被问及何事最为艰难时,他说: “认识自己。” 何事最为容易: “给他人提出建议。” 何事最为惬意: “得偿所愿。” 何为神性: “无始亦无终者。” 当被问及所见过的最奇特之物为何时,他说: “年老的僭主。” 人如何能最轻松地承受厄运: “若能见到敌人处境更为悲惨。” 我们如何能活得最美好、最正直: “若我们自己不去行责备他人之事。”
τίς εὐδαίμων, ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος. φίλων παρόντων καὶ ἀπόντων μεμνῆσθαί φησι· μὴ τὴν ὄψιν καλλωπίζεσθαι, ἀλλὰ τοῖς ἐπιτηδεύμασιν εἶναι καλόν. μὴ πλούτει, φησί, κακῶς, μηδὲ διαβαλλέτω σε λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας. οὓς ἂν ἐράνους εἰσενέγκῃς, φησί, τοῖς γονεῦσιν, τοὺς αὐτοὺς προσδέχου καὶ παρὰ τῶν τέκνων. τὸν Νεῖλον εἶπε πληθύειν ἀνακοπτομένων τῶν ῥευμάτων ὑπὸ τῶν ἐτησίων ἐναντίων ὄντων. Φησὶ δʼ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς πέμπτης [ἐνάτης?] Ὀλυμπιάδος.
谁是幸福之人: “身体健全、灵魂通达、天资受过良好教养者。” 他说对于朋友无论在场与否都当挂念;不当修饰外表,而当在品行上纯美。 “切勿不正当致富,”他说,“亦勿让流言使你疏离于与你有信义之交的人。” “你为父母付出了怎样的孝奉之资,”他说,“亦当指望从儿女那里领受同样的酬报。” 他说尼罗河泛滥,是因为逆向吹拂的季风阻遏了其水流。 阿波罗多洛斯在《年代记》中说,他出生于第三十五届(或第三十九届?)奥林匹亚周期的第一年。
ἐτελεύτησε δʼ ἐτῶν ἑβδομήκοντα ὀκτώ, 〈ἤ, ὡς Σωσικράτης φησίν, ἐνενήκοντα〉· τελευτῆσαι γὰρ ἐπὶ τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος, γεγονότα κατὰ Κροῖσον, ᾧ καὶ τὸν Ἅλυν ὑποσχέσθαι ἄνευ γεφύρας περᾶσαι, τὸ ῥεῖθρον παρατρέψαντα3. Γεγόνασι δὲ καὶ ἄλλοι Θαλαῖ, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις, πέντε· ῥήτωρ Καλλατιανός, κακόζηλος· ζωγράφος Σικυώνιος, μεγαλοφυής· τρίτος ἀρχαῖος πάνυ, κατὰ Ἡσίοδον καὶ Ὅμηρον καὶ Λυκοῦργον· τέταρτος οὗ μέμνηται Δοῦρις ἐν τῷ Περὶ ζωγραφίας· πέμπτος νεώτερος, ἄδοξος, οὗ μνημονεύει Διονύσιος ἐν Κριτικοῖς.
他死于七十八岁(或如索西克拉底所说,九十岁);因为他死于第五十八届奥林匹亚周期,与克罗索斯同代,他曾向克罗索斯许诺不需桥梁而使其渡过哈律斯河,靠的是改变了水流的走向。 如麦格尼西亚的德米特里俄斯在《同名考》中所言,同名泰勒斯者另有五人: 其一是卡拉提斯的修辞学家,文风浮靡;其二是西库昂的画家,才华过人;其三极为古老,与赫西俄德、荷马和吕库尔戈斯同代;其四是杜里斯在《论绘画》中所提及之人;其五是后代平庸无名之辈,狄奥尼修斯在《批评篇》中有所提及。
Ὁ δʼ οὖν σοφὸς ἐτελεύτησεν ἀγῶνα θεώμενος γυμνικὸν ὑπό τε καύματος καὶ δίψους καὶ ἀσθενείας, ἤδη γηραιός. καὶ αὐτοῦ ἐπιγέγραπται τῷ μνήματι· "ἦ ὀλίγον τόδε σᾶμα — τὸ δὲ κλέος οὐρανόμακες — τῶ πολυφροντίστω τοῦτο Θάλητος ὅρη." ἔστι καὶ παρʼ ἡμῖν ἐς αὐτὸν ἐν τῷ πρώτῳ τῶν Ἐπιγραμμάτων ἢ Παμμέτρῳ τόδε τὸ ἐπίγραμμα· "γυμνικὸν αὖ ποτʼ ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ, τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου. αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς οὐκέθʼ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο."
无论如何,这位智者是在观看体育竞技时,由于酷热、干渴和身体虚弱而死去的,当时他已至迟暮之年。在他的墓冢上题刻着: “看这小小的墓冢——其声名却上达于天—— 这正是深思深虑的泰勒斯的墓穴。” 在我们自己的《铭词集》第一卷或《全格律诗集》中,亦有题献给他的一首诗: “曾有一时,当你正在观看体育竞技,日神宙斯啊, 你将智者泰勒斯从竞技场上带走。 我赞美你将他引至你的身旁;因为确实,这位老人 再也无法从大地之上眺望星宿了。”
- 1.1.34αὐτῷ ἀνοιμώξαντι φάναι τὴν γραῦν
在由 λέγεται 引领的“主格分词/不定式”间接引语结构中,τὴν γραῦν 是不定式 φάναι 的宾格主语,而 αὐτῷ ἀνοιμώξαντι 为与格,表示说话所对的对象或利益关心与格(“对呻吟着的他”)。
- 1.1.36τί δὲ καινὸν εἴη τεθεαμένος
间接疑问句中的斜格祈愿语气(完成时迂回祈愿式 εἴη τεθεαμένος)。承接上文诸问答(如 ἐρωτηθείς),将直接问句“你见过的最奇特之物为何?”置于过去叙述的从属地位中。
- 1.1.38ᾧ καὶ τὸν Ἅλυν ὑποσχέσθαι ἄνευ γεφύρας περᾶσαι, τὸ ῥεῖθρον παρατρέψαντα
在关系代词 ᾧ(指克罗索斯)引导的从句中,ὑποσχέσθαι 统辖不定式 περᾶσαι。分词 παρατρέψαντα 为阳性单数宾格,在意义上修饰不定式的主语(即泰勒斯自己,“改变了水流的走向”),取宾格是与不定式的主格代词(宾格主语)相一致。
