- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.84.1-5.84.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-04
阿尔西比亚德斯扣押了三百名有嫌疑的阿哥斯人,雅典军队对试图保持中立的米洛斯岛发动大规模远征。雅典将领在破坏土地之前派出使节,试图与米洛斯的领导层进行谈判。
τοῦ δ’ ἐπιγιγνομένου θέρους Ἀλκιβιάδης τε πλεύσας ἐς Ἄργος ναυσὶν εἴκοσιν Ἀργείων τοὺς δοκοῦντας ἔτι ὑπόπτους εἶναι καὶ τὰ Λακεδαιμονίων φρονεῖν1 ἔλαβε τριακοσίους ἄνδρας, καὶ κατέθεντο αὐτοὺς Ἀθηναῖοι ἐς τὰς ἐγγὺς νήσους ὧν ἦρχον· καὶ ἐπὶ Μῆλον τὴν νῆσον Ἀθηναῖοι ἐστράτευσαν ναυσὶν ἑαυτῶν μὲν τριάκοντα, Χίαις δὲ ἕξ, Λεσβίαιν δὲ δυοῖν, καὶ ὁπλίταις ἑαυτῶν μὲν διακοσίοις καὶ χιλίοις καὶ τοξόταις τριακοσίοις καὶ ἱπποτοξόταις εἴκοσι, τῶν δὲ ξυμμάχων καὶ νησιωτῶν ὁπλίταις μάλιστα πεντακοσίοις καὶ χιλίοις.
在次年夏天,阿尔西比亚德斯率领二十艘船航行到阿哥斯,并逮捕了三百名仍有嫌疑、心向拉刻代蒙人的阿哥斯人;雅典人将他们安置在自己统治的邻近岛屿上。雅典人还对米洛斯岛发动了远征,出动了自己派遣的三十艘船、基奥斯的六艘、莱斯沃斯的两艘,以及自己的重装步兵一千二百人、弓箭手三百人和骑马弓手二十人,此外还有盟友和岛民的重装步兵约一千五百人。
οἱ δὲ Μήλιοι Λακεδαιμονίων μέν εἰσιν ἄποικοι, τῶν δ’ Ἀθηναίων οὐκ ἤθελον ὑπακούειν ὥσπερ οἱ ἄλλοι νησιῶται, ἀλλὰ τὸ μὲν πρῶτον οὐδετέρων ὄντες ἡσύχαζον, ἔπειτα ὡς αὐτοὺς ἠνάγκαζον οἱ Ἀθηναῖοι δῃοῦντες τὴν γῆν, ἐς πόλεμον φανερὸν κατέστησαν.
米洛斯人是拉刻代蒙人的殖民者,他们不愿像其他岛民那样臣服于雅典人。起初他们保持中立,不偏向任何一方,但后来当雅典人蹂躏他们的土地进行逼迫时,他们便陷入了公开的战争。
στρατοπεδευσάμενοι οὖν ἐς τὴν γῆν αὐτῶν τῇ παρασκευῇ ταύτῃ οἱ στρατηγοὶ Κλεομήδης τε ὁ Λυκομήδους καὶ Τεισίας ὁ Τεισιμάχου, πρὶν ἀδικεῖν τι τῆς γῆς,2 λόγους πρῶτον ποιησομένους3 ἔπεμψαν πρέσβεις. οὓς οἱ Μήλιοι πρὸς μὲν τὸ πλῆθος οὐκ ἤγαγον, ἐν δὲ ταῖς ἀρχαῖς καὶ τοῖς ὀλίγοις λέγειν ἐκέλευον περὶ ὧν ἥκουσιν.
因此,将领们——吕科墨德斯之子克莱奥墨德斯和帖西马科斯之子帖西亚斯——带着这支军队在他们的土地上安营扎寨后,在对土地进行任何破坏之前,首先派出了使节进行谈判。米洛斯人没有将使节带到民众面前,而是命他们在官员和少数掌权者面前说明来意。
- 5.84.1τὰ Λακεδαιμονίων φρονεῖν
动词 φρονέω 加上中性复数宾格(带冠词)用以表达政治或思想上的派系立场(“支持……的一方”、“偏向……的利益”)。此处意为“支持拉刻代蒙人”。
- 5.84.3πρὶν ἀδικεῖν τι τῆς γῆς
连词 πρίν 后接不定式,表示“在……之前”。代词 τι(宾格,“任何事”)是 ἀδικεῖν 的直接宾语,τῆς γῆς(“土地的”)是部分属格,整体意为“在对他们的土地进行任何破坏(蹂躏)之前”。
- 5.84.3λόγους ποιησομένους
动词将来时中间态分词,表示目的(“为了进行谈判”),修饰名词 πρέσβεις(使节)。短语 λόγους ποιοῦμαι 是“交谈”、“谈判”的惯用表达。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
